- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:513129-513132
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在奥菲利乌斯失踪后,恺撒遣散部分老兵以平息军心,随后返回罗马,受到元老院和平民的隆重礼遇。他免除战时赋税债务,焚毁动乱文书,通过清算逃亡奴隶和肃清盗匪恢复秩序,并被授予终身保民官职权。
ἀλλʼ ὁ μὲν τόδε εἰπὼν ἐς τὴν ἐπιοῦσαν ἀφανὴς ἦν, καὶ οὐδʼ, ὅ τι γένοιτο, ἐγινώσκετο· ὁ δὲ στρατὸς οὐκέτι μέν, ὑπὸ δέους, οὐδεὶς καθʼ ἕνα ἐφθέγγετο, κοινῇ δʼ ἐβόων, ἀνὰ μέρη συνιστάμενοι, ἀφεθῆναι τῶν στρατειῶν. ὁ δὲ Καῖσαρ αὐτῶν τοὺς μὲν ἄρχοντας ἐξωμίλει ποικίλως, τῶν δʼ ἐν Φιλίπποις καὶ Μουτίνῃ στρατευσαμένων, ὡς χρονιωτέρων ἄρα ὄντων, ἐδίδου τοῖς θέλουσιν ἀποστρατεύεσθαι. καὶ γενομένους ἐς δισμυρίους εὐθὺς ἀπέλυε καὶ ἐξέπεμπε τῆς νήσου, μὴ διαφθείραιεν ἑτέρους, τοσόνδε τοῖς ἐκ Μουτίνης μόνοις ἐπειπών, ὅτι σφίσιν ἀποδώσει τὰ τότε ὑπεσχημένα καίπερ οὕτως ἀπολυθεῖσιν. ἐς δὲ τὸ ἄλλο πλῆθος ἐπελθὼν τοὺς μὲν ἀποστάντας ἐμαρτύρετο τῆς ἐπιορκίας, οὐ κατὰ γνώμην τοῦ αὐτοκράτορος τῆς στρατείας ἀπολυθέντας, τοὺς δὲ παρόντας ἐπῄνει καὶ ἐπήλπιζεν ἀπολύσειν μὲν ταχέως, ὅτε μηδενὶ μετανοήσει, καταπλουτιεῖν δὲ ἀπολύων καὶ νῦν ἐπιδιδόναι δραχμὰς πεντακοσίας ἑκάστῳ. τοιάδε εἰπὼν Σικελίᾳ μὲν ἐπέβαλλεν ἐσφορὰν χίλια τάλαντα καὶ ἑξακόσια, στρατηγοὺς δʼ ἀπέφαινε Λιβύης καὶ Σικελίας καὶ στρατὸν ἐς ἑκατέραν διῄρει καὶ τὰς ναῦς τὰς Ἀντωνίου διέπεμπεν ἐς Τάραντα καὶ τοῦ λοιποῦ στρατοῦ τὸν μὲν προύπεμπεν ἐς τὴν Ἰταλίαν ἐπὶ νεῶν, τὸν δʼ ἐπαγόμενος αὐτὸς ἐκ τῆς νήσου διεπέρα.
但他说了这番话之后,次日便不知所踪,甚至无人知晓他的下落。士兵们因恐惧而不再有任何人单独发声,而是按分队聚拢,齐声高呼要求免除军役。恺撒以各种手段安抚他们的军官,而对曾在腓立比和穆蒂纳服役的士兵,则以他们服役时间较长为由,准予自愿者退伍。当退伍者达到两万人时,为防他们腐化他人,恺撒立即予以解除军职并遣离该岛,仅对穆蒂纳以来的士兵补充声明:尽管以这种方式退伍,他仍将兑现当时所作的承诺。随后他来到其余众人面前,严词斥责那些离去者违背誓言、未经最高统帅许可便退伍,同时称赞留下的人,激励他们说很快会在无人后悔的时机准予退伍,退伍时将使他们大为富足,眼下更当即给每人加赏五百德拉克马。说完这些,他向西西里强征了一千六百塔兰屯的赋税,任命了阿非利加和西西里的行省总督,将军队分驻两地,把安东尼的舰船遣送回塔兰托,并将其余陆军的一部分乘船先行送往意大利,自己则率领余部渡海离开该岛。
ἐρχομένῳ δʼ ἥ τε βουλὴ τιμὰς ἐψηφίσατο ἀμέτρους, ὧν αὐτὸν ἐποίουν κριτήν, ἢ πάσας λαβεῖν ἢ ὅσας δοκιμάσειε·1 καὶ ὑπήντων ὅτι πορρωτάτω καὶ αὐτοὶ καὶ ὁ δῆμος ἐστεφανωμένοι ἔς τε τὰ ἱερὰ καὶ ἐκ τῶν ἱερῶν ἐς τὴν οἰκίαν ἀπιόντα παρέπεμπον. τῆς δʼ ἐπιούσης αὐτὸς ἐβουληγόρησέ τε καὶ ἐδημηγόρησε, τὰ ἔργα καὶ τὴν πολιτείαν ἑαυτοῦ τὴν ἀπʼ ἀρχῆς ἐς τότε καταλέγων· καὶ τὰ εἰρημένα συγγράψας τὸ βιβλίον ἐξέδωκε. κατήγγελλέ τε εἰρήνην καὶ εὐθυμίαν, ἐς τέλος τῶν ἐμφυλίων ἀνῃρημένων, καὶ τῶν εἰσφορῶν τοὺς ἔτι ὀφείλοντας ἀπέλυε καὶ φόρων τελώνας τε καὶ τοὺς τὰ μισθώματα ἔχοντας ὧν ἔτι ὀφείλοιεν. ἐκ δὲ τῶν ἐψηφισμένων τιμῶν ἐδέχετο πομπήν, ἐτήσιόν τε ἱερομηνίαν εἶναι, καθʼ ἃς ἡμέρας ἐνίκα, καὶ ἐπὶ κίονος ἐν ἀγορᾷ χρύσεος ἑστάναι μετὰ σχήματος οὗπερ ἔχων εἰσῆλθε, περικειμένων τῷ κίονι νεῶν ἐμβόλων. καὶ ἕστηκεν ἡ εἰκών, ἐπιγραφὴν ἔχουσα, ὅτι "τὴν εἰρήνην ἐστασιασμένην ἐκ πολλοῦ συνέστησε κατά τε γῆν καὶ θάλασσαν".
在他前来之际,元老院投票授予他无上的荣誉,并将取舍之权交由他自己裁决,或全盘接受,或随意选取中意之项;元老院议员与平民皆头戴花冠,出城至极远处迎接,并在他前往神庙参拜以及参拜后返回私邸时一路护送。次日,恺撒亲自在元老院和平民大会上演说,历数自己从一开始直到当时的事功与政治举措;并将演说内容撰写成册公开发行。他又宣布和平与安宁,因内战已彻底平息;并免除了尚有赋税拖欠者的债务,以及包税人和公共承包商尚未缴清的款项。在决议授予的各项荣誉中,他接受了骑马凯旋式、在他获胜的那些日子设立年度节日,以及在广场的圆柱上树立一座他身着进城服饰的黄金雕像,柱身环绕战船冲角。该雕像树立起来,并刻有铭文:“长久陷入骚乱之和平,由他在陆地与海洋得以重建。”
τοῦ δὲ δήμου τὴν μεγίστην ἱερωσύνην ἐς αὐτὸν ἐκ Λεπίδου μεταφέροντος, ἣν ἕνα ἔχειν νενόμισται μέχρι θανάτου, οὐκ ἐδέχετο καὶ κτείνειν τὸν Λέπιδον ὡς πολέμιον κελευόντων οὐκ ἠνείχετο. ἐς δὲ τὰ στρατόπεδα πάντα σεσημασμένας ἔπεμψεν ἐπιστολάς, ἐντελλόμενος ἡμέρᾳ μιᾷ πάντας ἀνειλήσαντας αὐτὰς ἐπιχειρεῖν τοῖς κεκελευσμένοις. καὶ ἦν τὰ ἐπεσταλμένα περὶ τῶν θεραπόντων, ὅσοι παρὰ τὴν στάσιν ἀποδράντες ἐστρατεύοντο, καὶ αὐτοῖς τὴν ἐλευθερίαν ᾐτήκει Πομπήιος, καὶ ἡ βουλὴ καὶ αἱ συνθῆκαι δεδώκεσαν. οἱ δὲ μιᾶς ἡμέρας συνελαμβάνοντο. καὶ ἀχθέντας αὐτοὺς ἐς Ῥώμην ὁ Καῖσαρ ἀπέδωκεν αὐτῶν τε Ῥωμαίων καὶ Ἰταλῶν τοῖς δεσπόταις ἢ διαδόχοις αὐτῶν, ἀπέδωκε δὲ καὶ Σικελιώταις. ὅσους δʼ οὐκ ἦν ὁ ληψόμενος,2 ἔκτεινε παρὰ ταῖς πόλεσιν αὐταῖς, ὧν ἀπέδρασεν.
当民众要将雷必达的大祭司职位转授予他——依惯例该职位由一人终身执掌——他并未接受,有人主张将雷必达作为公敌处死,他也未予容许。他向所有营区送去加封的信函,指令全军必须在同一天拆封信件并执行所嘱之事。信中所嘱乃是关于那些在动乱期间潜逃参军的奴隶,庞培曾为他们谋求自由,元老院与和约亦曾予以准许。这些奴隶在同一天内被全部逮捕。恺撒将他们押解至罗马,发还给罗马人和意大利人的原主或其继承人,亦发还给西西里人。至于无人认领者,则在他们潜逃的各城邑旁就地处死。
τοῦτο μὲν δὴ τῶν τότε στάσεων ἐδόκει τέλος εἶναι. καὶ ἦν ὁ Καῖσαρ ἐτῶν ἐς τότε ὀκτὼ καὶ εἴκοσι, καὶ αὐτὸν αἱ πόλεις τοῖς σφετέροις θεοῖς συνίδρυον. λῃστευομένης δὲ κατὰ συστάσεις τῆς τε Ῥώμης αὐτῆς καὶ τῆς Ἰταλίας περιφανῶς καὶ τῶν γιγνομένων ἁρπαγῇ μετὰ τόλμης ἢ λῃστείᾳ λανθανούσῃ μᾶλλον ἐοικότων, Σαβῖνος ὑπὸ Καίσαρος αἱρεθεὶς εἰς διόρθωσιν πολὺν μὲν εἰργάσατο φθόρον τῶν ἁλισκομένων, ἐνιαυτῷ δʼ ὅμως εἰς εἰρήνην ἀφύλακτον ἅπαντα περιήγαγε. καὶ ἐξ ἐκείνου φασὶ παραμεῖναι τὸ τῆς στρατιᾶς τῶν νυκτοφυλάκων ἔθος τε καὶ εἶδος. θαυμαζόμενος δὲ ὁ Καῖσαρ ἐπὶ τῷδε ὀξέως οὕτως ἐξ ἀδοκήτου διωρθωμένῳ πολλὰ τῆς πολιτείας ἐφίει τοῖς ἐτησίοις ἄρχουσι διοικεῖν κατὰ τὰ πάτρια, καὶ γραμματεῖα, ὅσα τῆς στάσεως σύμβολα, ἔκαιε, καὶ τὴν ἐντελῆ πολιτείαν ἔλεγεν ἀποδώσειν, εἰ παραγένοιτο ἐκ Παρθυαίων Ἀντώνιος· πείθεσθαι γὰρ κἀκεῖνον ἐθέλειν ἀποθέσθαι τὴν ἀρχήν, τῶν ἐμφυλίων καταπεπαυμένων. ἐφʼ οἷς αὐτὸν εὐφημοῦντες εἵλοντο δήμαρχον ἐς ἀεί, διηνεκεῖ ἄρα ἀρχῇ προτρέποντες τῆς προτέρας ἀποστῆναι.3 ὁ δὲ ἐδέξατο μὲν καὶ τήνδε, Ἀντωνίῳ δὲ ἐφʼ ἑαυτοῦ περὶ τῆς ἀρχῆς ἐπέστελλεν. ὁ δὲ καὶ Βύβλον ἀπιόντα πρὸς αὐτὸν ἐντυχεῖν ἐδίδασκεν· ἐς δὲ τὰ ἔθνη τοὺς ἡγεμόνας αὐτὸς ὁμοίως ἔπεμπε καὶ ἐς Ἰλλυριοὺς ἐπενόει συστρατεύειν.
这被视为当时动乱的终结。恺撒当时年方二十八岁,各城邑已将他的雕像与本邑的神祇共同供奉。由于罗马城本身及意大利全境公然遭受成群盗匪的劫掠,其行径更似肆无忌惮的抢劫而非隐秘的盗窃,恺撒选派用以整治局面的萨宾努斯虽大量处死了被捕者,但仍在一年之内使全境恢复到无需戒备的太平状态。据说夜巡军的习俗与建制自此得以延续。因如此神速而出人意料地恢复了秩序而备受赞誉的恺撒,依照祖制将诸多国政交由一年一任的长官掌管,焚毁了所有记录动乱的文书,并宣称一旦安东尼自帕提亚战役归来,便将恢复完整的共和宪政;因为他确信在内战平息之后,安东尼也同样愿意交出大权。人们为此欢呼赞颂,推选他为终身保民官,意在借由这一连续不断的职位促使他放弃先前的临时大权。恺撒亦接受了此职,但他私下就最高权力之事致信安东尼。他还指示正要前往安东尼处的比布鲁斯去与他会谈;至于各行省,他同样亲自指派总督,并打算一同率军出征伊利里亚人。
- 513130ὧν αὐτὸν ἐποίουν κριτήν, ἢ πάσας λαβεῖν ἢ ὅσας δοκιμάσειε
关系代词属格 ὧν 的先行词为 τιμάς(荣誉),在句中受 ἐποίουν κριτήν 管辖,意为“在这些荣誉上使他成为裁决者”。随后的不定式短语 ἢ πάσας λαβεῖν ἢ ὅσας δοκιμάσειε 作同位语或说明性补充,具体界定裁决的内容(全盘接受或仅取认可之数)。
- 513131ὅσους δʼ οὐκ ἦν ὁ ληψόμενος
未完成过去时 ἦν 与带冠词的将来分词 ὁ ληψόμενος 构成存在表达,意为“那些没有接收之人(原主)的奴隶”。关系代词 ὅσους 作为主句主谓动词 ἔκτεινε 的宾格直接宾语。
- 513132διηνεκεῖ ἄρα ἀρχῇ προτρέποντες τῆς προτέρας ἀποστῆναι
小词 ἄρα 表明人们在此举中暗含的意图或推论心理,即企图通过授予终身职位促使他放弃先前的非凡特权(三巨头专政大权)。τῆς προτέρας 之后省略了 ἀρχῆς。
