- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:511-513
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
腓立比之战后,凯撒返回意大利,安东尼前往亚洲并与克利奥帕特拉相会。与此同时,布鲁图斯阵营的余部整编舰队投奔庞培与阿埃诺巴布斯,而两位胜者统帅则重新瓜分属省与军团,将雷必达排挤出权力中心。
μετὰ δὲ τὸν Κασσίου καὶ Βρούτου θάνατον ὁ μὲν Καῖσαρ ἐπὶ τῆς Ἰταλίας ᾔει, ὁ δὲ Ἀντώνιος ἐς τὴν Ἀσίαν, ἔνθα αὐτῷ συμβάλλει Κλεοπάτρα βασιλὶς Αἰγύπτου, καὶ εὐθὺς ὀφθεῖσα ἐκράτει. ὁ δὲ ἔρως ὅδε αὐτοῖς τε ἐκείνοις ἐς ἔσχατον ἔληξε κακοῦ καὶ ἐς ὅλην Αἴγυπτον ἐπʼ ἐκείνοις. ὅθεν ἄν τι καὶ Αἰγύπτιον εἴη τῆσδε τῆς βίβλου μέρος,1 ὀλίγον τε καὶ οὐκ ἄξιον ἐπιγραφῆς πω, διὸ δὴ καὶ τοῖς ἐμφυλίοις πολὺ πλείοσιν οὖσιν ἐπίμικτον. ἐγίγνετο γὰρ δὴ καὶ μετὰ Κάσσιόν τε καὶ Βροῦτον ἕτερα ἐμφύλια ὅμοια, στρατηγοῦ μὲν οὐδενὸς ὄντος ἐπὶ πᾶσιν ὥσπερ ἐκείνοις, κατὰ μέρος δὲ ἑτέρων, μέχρι Πομπήιός τε Σέξστος, ὁ νεώτερος παῖς Πομπηίου Μάγνου, λοιπὸς ὢν ἔτι τῆσδε τῆς στάσεως, τοῖς ἀμφὶ τὸν Βροῦτον ἐπανῃρέθη,2 καὶ Λέπιδος ἐξέπεσε τοῦ μέρους τῆς ἡγεμονίας καὶ ἡ Ῥωμαίων ἀρχὴ πᾶσα περιῆλθεν ἐς δύο μόνον, Ἀντώνιόν τε καὶ Καίσαρα. ἐγίνετο δὲ αὐτῶν ἕκαστα οὕτως.
在卡西乌斯与布鲁图斯死后,凯撒启程前往意大利,安东尼则前往亚洲;在那里,埃及女王克利奥帕特拉与他相会,甫一得见便令他倾倒。这段恋情最终给他们二人带来了极端的灾祸,并在他们之后给整个埃及带来了毁灭。因此,本书亦有某一部分将涉及埃及之事,虽篇幅有限,尚不足以单独立为标题,故而与构成绝大部分篇幅的内乱之事交织在一起。盖因在卡西乌斯与布鲁图斯之后,类似的内战仍接连爆发——尽管不再像他们那样有一人总揽全军,而是由不同的人在各处各自统领——直至这场叛乱最后的孑遗、伟人庞培之幼子塞克斯图斯·庞培继布鲁图斯的党羽之后被诛灭,雷必达被剥夺其统治权的一份,而罗马人的全部大权仅归于安东尼与凯撒二人之手。这其中的各项事端乃是依如下经过发生的。
Κάσσιος ὁ Παρμήσιος ἐπίκλην ὑπελέλειπτο μὲν ὑπὸ Κασσίου καὶ Βρούτου περὶ τὴν Ἀσίαν ἐπὶ νεῶν καὶ στρατοῦ, χρήματα ἐκλέγειν. Κασσίου δὲ ἀποθανόντος οὐδὲν ἐλπίζων ὅμοιον ἐν Βρούτῳ, Ῥοδίων ἐπελέξατο νῆας τριάκοντα, ὅσας ἐνόμιζε πληρώσειν, καὶ τὰς λοιπὰς διέπρησε χωρὶς τῆς ἱερᾶς, ἵνα μὴ δύναιντο νεωτερίσαι. καὶ ὁ μὲν τάδε πράξας ἀνήγετο ταῖς τε ἰδίαις καὶ ταῖς τριάκοντα, Κλώδιος δὲ ἐκ Βρούτου πεμφθεὶς ἐς Ῥόδον ἐπὶ νεῶν τρισκαίδεκα, τοὺς Ῥοδίους νεωτερίζοντας εὑρών (ἐτεθνήκει γὰρ ἤδη καὶ ὁ Βροῦτος), ἐξήγαγε τὴν φρουράν, οὖσαν ὁπλιτῶν τρισχιλίων, καὶ ἐς τὸν Παρμήσιον ἐχώρει. ἀφίκετο δὲ αὐτοῖς καὶ Τουρούλιος, ἑτέρας ναῦς ἔχων πολλὰς καὶ χρήματα, ὅσα προεξείλεκτο ἀπὸ τῆς Ῥόδου. ἐς δὴ τὸ ναυτικὸν τοῦτο ὡς ἐς ἤδη τινὰ ἰσχὺν συνέθεον, ὅσοι ἦσαν κατὰ μέρη τῆς Ἀσίας ἐπὶ τῶν ὑπηρεσιῶν, καὶ αὐτὸ ὁπλίταις τε ἐξ ὧν ἐδύναντο ἀνεπλήρουν καὶ ἐρέταις ἐκ θεραπόντων ἢ δεσμωτῶν, ἐπιπλέοντες δὲ ταῖς νήσοις καὶ ἀπὸ τῶν νησιωτῶν. ἦλθον δʼ εἰς αὐτοὺς καὶ Κικέρων ὁ Κικέρωνος καὶ ὅσοι ἄλλοι τῶν ἐπιφανῶν ἐκ τῆς Θάσου διεπεφεύγεσαν. καὶ ταχὺ πλῆθος ἦν καὶ σύνταξις ἀξιόχρεως ἡγεμόνων τε καὶ στρατοῦ καὶ νεῶν. προσλαβόντες δὲ καὶ Λέπιδον μεθʼ ἑτέρας δυνάμεως, ἣ Βρούτῳ καθίστατο Κρήτην, πρὸς Μοῦρκον καὶ Δομίτιον Ἀηνόβαρβον ἐπὶ μεγάλης δυνάμεως ὄντας ἐς τὸν Ἰόνιον διέπλεον. καὶ αὐτῶν οἱ μὲν ἅμα τῷ Μούρκῳ διέπλευσαν ἐς Σικελίαν καὶ τὴν ἰσχὺν Πομπηίῳ Σέξστῳ συνῆψαν, οἱ δὲ κατέμειναν παρὰ Ἀηνοβάρβῳ καί τινʼ αἵρεσιν ἐφʼ ἑαυτῶν καθίσταντο.
绰号帕尔门西斯的卡西乌斯,曾被卡西乌斯与布鲁图斯留在亚洲一带,率领船队与军队征集款项。卡西乌斯死后,他认为在布鲁图斯身上难以指望有同等作为,便在罗得岛的船只中挑选出三十艘自认足以配备乘员的战舰,将其余除圣船之外的船只悉数焚毁,以免他们谋反。行事完毕后,他便率领自己的船只与这三十艘战舰出海;而由布鲁图斯率十三艘战舰派往罗得岛的克洛狄乌斯,发现罗得人正在叛变(盖因布鲁图斯此时亦已身亡),遂撤出由三千名重装步兵组成的驻军,前往帕尔门西斯处会合。图鲁利乌斯亦率领许多其他船只以及先前自罗得岛征集的大批款项前来加入。于是,那些在亚洲各地服役的人员,皆将这支舰队视作现成的依托而蜂拥而至;他们从所能及之处搜罗重装步兵充实军队,从仆役与囚徒中补足桨手,并在侵袭各岛屿时从岛民中强征人手。西塞罗之子西塞罗以及所有其他自萨索斯岛脱逃的显贵之人亦前来投奔。不久,统帅、军队与船只便汇聚成一支规模可观且组织完备的力量。他们又吸收了率领另一支为布鲁图斯镇守克里特岛之部队的雷必达,渡过伊奥尼亚海,前往投奔拥重兵的穆尔库斯与多米提乌斯·阿埃诺巴布斯。在这些人中,一部分随同穆尔库斯渡海前往西西里,与塞克斯图斯·庞培合兵一处;另一部分则留在阿埃诺巴布斯军中,自立为一个独立的派系。
τοιάδε μὲν ἐκ τῶν λειψάνων τῆς παρασκευῆς Κασσίου τε καὶ Βρούτου πρῶτα συνίστατο, ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος ἐπὶ τῇ νίκῃ τῇ περὶ Φιλίππους ἔθυόν τε λαμπρῶς καὶ τὸν στρατὸν ἐπῄνουν. καὶ ἐς τὴν δόσιν τῶν ἐπινικίων ὁ μὲν ἐς τὴν Ἰταλίαν ἐχώρει, τήν τε γῆν αὐτοῖς διανεμήσων καὶ ἐς τὰς ἀποικίας καταλέξων ʽὧδε γὰρ αὐτὸς εἵλετο διὰ τὴν ἀρρωστίαν̓, ὁ δὲ Ἀντώνιος ἐς τὰ πέραν ἔθνη, συλλέξων τὰ χρήματα, ὅσα αὐτοῖς ὑπέσχηντο. διενείμαντο δὲ αὖθις ὅσα καὶ πρότερον ἔθνη καὶ ἐπελάμβανον τὰ Λεπίδου· τήν τε γὰρ Κελτικὴν τὴν ἐντὸς Ἄλπεων ἐδόκει Καίσαρος ἀξιοῦντος αὐτόνομον ἀφιέναι γνώμῃ τοῦ προτέρου Καίσαρος, ὅ τε Λέπιδος διεβάλλετο τὰ πράγματα Πομπηίῳ προδιδόναι· καὶ ὥριστο, εἰ Καίσαρι ψευδὴς ἡ διαβολὴ φανείη, ἕτερα ἀντιδοῦναι τῷ Λεπίδῳ. ἀφίεσαν δὲ καὶ τῆς στρατείας τοὺς ἐντελῆ χρόνον ἐστρατευμένους χωρὶς ὀκτακισχιλίων, οὓς δεηθέντας ἔτι στρατεύεσθαι σφίσιν ἀποδεξάμενοι διείλοντο καὶ συνελόχισαν ἐς στρατηγίδας τάξεις. ὁ δὲ λοιπὸς αὐτοῖς στρατὸς ἐγένετο, σὺν τοῖς μεταθεμένοις ἀπὸ Βρούτου, τέλη πεζῶν ἕνδεκα καὶ ἱππέες μύριοι καὶ τετρακισχίλιοι. καὶ ἔσχεν αὐτῶν ὁ μὲν Ἀντώνιος διὰ τὴν ἀποδημίαν ἓξ τέλη καὶ ἱππέας μυρίους, ὁ δὲ Καῖσαρ ἱππέας τετρακισχιλίους καὶ τέλη πέντε· καὶ τῶνδε δὲ αὐτῶν Ἀντωνίῳ δύο ἔδωκεν, ἀντιληψόμενος ἐκ τῶν ὑπὸ Καληνῷ τοῦ Ἀντωνίου κατὰ τὴν Ἰταλίαν ὑπολελειμμένων.3
由卡西乌斯与布鲁图斯战备的余存,起初便形成了如上态势。与此同时,凯撒与安东尼因腓立比战役的胜利而举行了盛大的祭献,并褒奖了全军。为了发放胜利的犒赏,凯撒前往意大利,负责为士兵分配土地并将其编入殖民区(盖因他自身体弱多病而作此选择),安东尼则前往海外诸邦,征集许诺给士兵的巨额赏金。他们再度瓜分了先前所辖的诸部族领地,并吞并了雷必达的份额;盖因阿尔卑斯山内的高卢依据前凯撒的意愿并应现凯撒的要求,被决定任其自主而予以释放,而雷必达则被控告向庞培出卖大局;并且约定,若凯撒查明该指控不实,便给雷必达另划土地作为补偿。他们还遣散了那些服役期满的人员,唯独留下了自愿请求继续随军服役的八千人;他们接纳了这批士兵,将其平分并编为将领的亲卫大队。除去这些,他们剩余的军队连同自布鲁图斯处归顺的人员,共有十一个步兵军团与一万四千名骑兵。其中安东尼因需远征海外而分得六个军团与一万名骑兵,凯撒则分得四千名骑兵与五个军团;而在这些军团之中,凯撒又将其中的两个让予安东尼,打算日后从安东尼留在意大利归卡勒努斯统领的部队中予以等额补偿。
- 511ὅθεν ἄν τι καὶ Αἰγύπτιον εἴη τῆσδε τῆς βίβλου μέρος
ἄν 搭配现在希求法动词 εἴη 构成潜在语气,表达作者的推测与说明:“因此本书的某一部分亦可能涉及埃及之事”。连接副词 ὅθεν 承接前文安东尼与埃及女王的纠葛,作“由此/因此”解。
- 511λοιπὸς ὢν ἔτι τῆσδε τῆς στάσεως, τοῖς ἀμφὶ τὸν Βροῦτον ἐπανῃρέθη
分词短语 λοιπὸς ὢν 修饰主语塞克斯图斯·庞培,与被动不定过去式动词 ἐπανῃρέθη 连用。动词复合前缀 ἐπ- 含有“附加/继后”之意,表示“在布鲁图斯党羽之外继而被诛灭”,点明他是该派系最后被铲除的残存势力。
- 513ἀντιληψόμενος ἐκ τῶν ὑπὸ Καληνῷ τοῦ Ἀντωνίου κατὰ τὴν Ἰταλίαν ὑπολελειμμένων
将来分词 ἀντιληψόμενος(源自 ἀντιλαμβάνω)表示主语凯撒的意图或约定:“打算日后换取/获得补偿”。在名词化分词结构 τῶν... ὑπολελειμμένων 中,属格 τοῦ Ἀντωνίου 表示领属(“安东尼的军队”),介词短语 ὑπὸ Καληνῷ 则表示所属指挥权(“在卡勒努斯统领下”)。
