- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:513126-513128
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
众叛亲离的雷必达被剥夺除祭司职以外的一切权力并押送罗马,统揽全军的恺撒随即遭遇部下要求退伍与重赏的哗变。
οἱ δὲ ἱππέες τελευταῖοι χωροῦντες ἔπεμψάν τινα πευσόμενοι τοῦ Καίσαρος, εἰ κτείνωσι Λέπιδον,1 οὐκέτι ὄντα αὐτοκράτορα· ὁ δὲ ἀπεῖπεν. οὕτω Λέπιδος, ἀδοκήτῳ πάντων ἀπιστίᾳ συμπεσών, ἔρημος ἐκ τύχης τοσῆσδε καὶ στρατοῦ τοσοῦδε ἐγίγνετο ἐν βραχεῖ. καὶ τὸ σχῆμα ἀλλάξας ἔθει πρὸς τὸν Καίσαρα δρόμῳ, συντρεχόντων ὡς ἐπὶ θέᾳ τῶν ὁρώντων. ὁ δὲ Καῖσαρ ὑπανέστη τε αὐτῷ προσθέοντι καὶ προσπεσεῖν ἐθέλοντα κωλύσας ἔπεμψεν ἐς Ῥώμην, ἐφʼ οὗπερ ἦν σχήματος,2 ἰδιώτην ἀπʼ αὐτοκράτορος, οὐδὲν ἔτι πλὴν ἱερέα ἧς εἶχεν ἱερωσύνης.
最后撤离的骑兵派人去请示恺撒,是否应当处死已不再是最高统帅的雷必达;恺撒制止了他们。就这样,雷必达遭遇了众人意想不到的背叛,转瞬之间便从如此显赫的命运与如此庞大的军队中沦为孤家寡人。他换下戎装,飞奔向恺撒,围观的人群如同看戏一般蜂拥而至。恺撒起身迎接奔来的雷必达,阻止他扑倒在自己脚下,并打发他回罗马去;他身着原本那套便服,从最高统帅降为一介平民,除原本保有的祭司职位外一无所有。
ὁ μὲν δὴ καὶ αὐτοκράτωρ πολλάκις καὶ τῶν τριῶν ἀνδρῶν γενόμενος ἄρχοντάς τε ἀποφήνας καὶ προγράψας ἐπὶ θανάτῳ τοσούσδε ὁμοτίμους, ἰδιωτεύων καὶ ἐνίοις τῶν προγραφέντων ἄρχουσιν ὕστερον παριστάμενος3 διεβίωσε. Πομπήιον δὲ ὁ μὲν Καῖσαρ οὐκ ἐδίωκεν οὐδʼ ἑτέροις ἐπέτρεπε διώκειν, εἴτε ὡς ἐς ἀλλοτρίαν ἀρχὴν τὴν Ἀντωνίου φυλασσόμενος ἐμβαλεῖν, εἴτε καραδοκῶν τὸ μέλλον καὶ τὰ ἐς αὐτὸν ἐσόμενα ἐξ Ἀντωνίου καὶ πρόφασιν ἕξων διαφορᾶς, εἰ μὴ δίκαια γίγνοιτο ʽοὐ γὰρ ἀνύποπτοί γε ἦσαν ἐκ πολλοῦ διὰ φιλαρχίαν, ὅτε τοὺς ἄλλους ἐξέλοιεν, ἀλλήλοις διερίσειν4, εἴθʼ, ὡς αὐτὸς ἔλεγεν ὕστερον ὁ Καῖσαρ, ὅτι μὴ γένοιτο τοῦ πατρὸς ἀνδροφόνος ὁ Πομπήιος. τὴν δὲ στρατιὰν συνῆγε, καὶ ἐγένετο αὐτῷ τέλη μὲν ὁπλιτῶν πέντε καὶ τεσσαράκοντα καὶ ἱππέες δισμύριοι καὶ πεντακισχίλιοι, κοῦφοι δὲ τῶν ἱππέων ὑπὲρ ἡμιολίους μακραί τε νῆες ἑξακόσιαι· τὸ δὲ τῶν φορτίδων πλῆθος, καίπερ ὂν ἄπειρον, τοῖς δεσπόταις διέπεμπε. καὶ τὸν στρατὸν ἐπινικίοις ἐδωρεῖτο, τὰ μὲν ἤδη διδούς, τά δὲ ὑπισχνούμενος, στεφάνους τε καὶ τιμὰς ἅπασιν ἔνεμεν καὶ συγγνώμην τοῖς ἡγεμόσιν ἐδίδου τοῦ Πομπηίου.
曾经屡次受封最高统帅、身为三巨头之一、任命高级官吏并将如此众多同侪列入处决公发名单的人物,就这样作为平民度过了余生,后来甚至还要向某些担任公职的昔日被公发者致意侍候。至于庞培,恺撒既未追击,亦不准他人追击;这或许是提防侵入属他人辖权的安东尼管辖领地,或许是伺机静观未来以及安东尼可能对自己采取的举措,以便在未得公正对待时握有纷争的借口(因为他们二人由于贪恋权柄,久已被怀疑一旦除掉其他人便会自相争斗),又或许如恺撒本人日后所言,是因为庞培并非杀害其父的凶手。恺撒集结了全军,麾下计有四十五个重装步兵军团、两万五千名骑兵、比骑兵多出一半以上的轻装兵以及六百艘战舰;而数量多得惊人的辎重运输船,他则悉数发还给了原主。他以战功赏赐犒劳三军,有的当即发放,有的许诺在后,向全员分赐花冠与荣誉,并赦免了庞培麾下的将领。
ζήλου δὲ αὐτῷ γέμοντι ἐπὶ τούτοις τὸ δαιμόνιον ἐνεμέσησε τοῦ ζήλου, καὶ ὁ στρατὸς ἐστασίασεν, ὁ οἰκεῖος αὐτοῦ μάλιστα, ἀπολυθῆναί τε τῆς στρατείας ἐπειγόμενοι καὶ γέρα λαβεῖν ὅμοια τοῖς ἐν Φιλίπποις ἀγωνισαμένοις. ὁ δὲ ᾔδει μὲν οὐχ ὅμοιον ἐκείνῳ τόνδε τὸν ἀγῶνα, ὑπισχνεῖτο δʼ ὅμως τὰ ἄξια δώσειν σὺν τοῖς ὑπʼ Ἀντωνίῳ στρατευομένοις, ὅτε κἀκεῖνος ἀφίκηται. περὶ δὲ τῆς ἀστρατείας ὑπεμίμνησκε σὺν ἀπειλῇ τῶν πατρίων νόμων τε καὶ ὅρκων καὶ κολάσεων. οὐκ εὐπειθῶς δὲ ἀκροωμένων ὑφῆκε τῆς ἀπειλῆς,5 ἵνα μή τις ἐκ τῶν νεολήπτων στρατῶν ἐπιγένοιτο θόρυβος, καὶ ἔλεγεν ἐν καιρῷ τε ἀπολύσειν σὺν Ἀντωνίῳ, καὶ ἄξειν νῦν οὐκ ἐπʼ ἐμφύλια ἔτι, πεπαυμένα σὺν τύχῃ χρηστῇ, ἐπὶ δʼ Ἰλλυριοὺς καὶ ἕτερα ἔθνη βάρβαρα, σαλεύοντα τὴν μόλις κτηθεῖσαν εἰρήνην, ὅθεν καταπλουτιεῖν αὐτούς. οἱ δʼ οὐκ ἔφασαν αὖθις στρατεύσεσθαι, πρὶν τῶν προτέρων λαβεῖν γέρα τε καὶ τιμάς. ὁ δὲ οὐκ ἔφη τὰς τιμὰς οὐδὲ νῦν ἀνατίθεσθαι, πολλὰς δὲ δοὺς προστιθέναι στεφάνους ἔτι τοῖς τέλεσιν ἄλλους καὶ λοχαγοῖς καὶ χιλιάρχοις περιπορφύρους ἐσθῆτας καὶ βουλευτικὴν ἐν ταῖς πατρίσιν ἀξίωσιν. ἔτι δὲ αὐτοῦ τοιάδε προστιθέντος ἕτερα, ὑπεφώνησε χιλίαρχος Ὀφίλλιος στεφάνους μὲν καὶ πορφύραν εἶναι παισὶν ἀθύρματα, στρατοῦ δὲ γέρα χωρία καὶ χρήματα· καὶ τοῦ πλήθους ἐπιβοήσαντος, ὅτι ὀρθῶς λέγοι, ὁ μὲν Καῖσαρ ἀπέστη τοῦ βήματος δυσχεραίνων. οἱ δὲ ἀμφὶ τὸν χιλίαρχον ἦσαν ἐπαινοῦντές τε καὶ τοῖς οὐ συνισταμένοις αὐτῷ λοιδορούμενοι. ὁ δʼ ἔφη καὶ μόνος ἀρκέσειν ἐπὶ οὕτω δικαίοις.
然而,正当恺撒为此而满心自负之际,神灵嫉恨了他的骄气,军队发生了兵变,尤其是他自己的嫡系部队,他们急切要求退伍并获得与昔日参加腓立比之战者相同的赏赐。恺撒固然知道眼下的战事不可与昔日同日而语,但仍许诺等安东尼到来时,与安东尼麾下的军队一同赐予应得的赏赐。谈及免役退伍,他带着威吓之辞提醒他们铭记祖传法律、誓言与军法惩处。但见士兵们听得心怀抵触,他为了防止新收编的军队引起骚动而放低了威吓的声调,声明将在适当的时机与安东尼一同准予退伍,并说如今将不再率领他们去打已经万幸止息的内战,而是征讨那些动摇来之不易的和平的伊利里亚人及其他蛮族部落,并从那里使士兵们发家致富。但士兵们宣称,若不先拿到前次战役的赏赐与荣誉,绝不再出征。恺撒说自己如今也并未拖延这些荣誉,在已经给予诸多封赏之后,又给各军团追加了花冠,并赐予百夫长和军团副官镶紫边的长袍以及在各自家乡享有的议员身份。当他还在追加诸如此类的其他奖赏时,军团副官奥菲利乌斯高声喊道,花冠与紫袍不过是小儿的玩物,军队的赏赐应当是土地与钱财;众人亦齐声附和,称他说得极是,恺撒于是愤然走下讲坛。聚集在副官周围的人纷纷称赞他,并痛骂那些不与他站在同一阵线的人;奥菲利乌斯则扬言,为了如此正义的事业,纵使自己单枪匹马也足以应付。
- 513126εἰ κτείνωσι Λέπιδον
由连词 εἰ 引导的间接疑问句中,虚拟式 κτείνωσι 保留了直接引语中的深思虚拟式(deliberative subjunctive,意为“我们是否应当杀死”)。
- 513126ἐφʼ οὗπερ ἦν σχήματος
介词 ἐπί 支配属格,且先行词被吸收入关系从句中,意为“以其当时身着的装束/模样”。此句承接上文的 τὸ σχῆμα ἀλλάξας(换下戎装),表明他是以一介平民的打扮而非统帅装束被遣送回罗马。
- 513127ἐνίοις τῶν προγραφέντων ἄρχουσιν ὕστερον παριστάμενος
分词 παριστάμενος 支配与格 ἄρχουσιν(“侍奉/伺候行政长官”),修饰语为部分属格 τῶν προγραφέντων(“被公发处决者之中的”)。此处生动刻画了巨大的反差与讽刺:曾掌管他人生杀大权的雷必达,晚年竟要向下级官吏中曾被自己列入公发名单的人低头致意。
- 513127ὅτε τοὺς ἄλλους ἐξέλοιεν, ἀλλήλοις διερίσειν
间接引语中的时间从句:主句的不定式 διερίσειν(“将互争高下”)带有一个时间从句,其中的祈愿式 ἐξέλοιεν 代表直接引语中由 ὅταν 引出的不定过去时虚拟式(ὅταν ἐξέλωσι,“一旦除掉其他人”),在过去主导动词之后转换为间接引语的祈愿式。
- 513128ὑφῆκε τῆς ἀπειλῆς
动词 ὑφίημι(“减弱、放宽、收敛”)支配表示分离或部分概念的属格 τῆς ἀπειλῆς,意为“放宽了他的威吓之辞/缓和了威吓的语调”。
