← 阿庇安

内战记

§513123-513125

雷必达争夺西西里与部众归顺恺撒

在洗劫墨萨那后,雷必达企图独占西西里并与恺撒决裂,引发两军剑拔弩张。恺撒亲入雷必达军营策反敌兵,庞培旧部与要塞守军相继倒戈,孤立无援的雷必达最终彻底失去了军队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§513123

καὶ οἱ μὲν ἐπὶ τῇ σωτηρίᾳ, περὶ ἧς δὴ καὶ μόνης παρεκάλουν, κέρδος ἀδόκητον εὑρόμενοι, τὴν Μεσσήνην ὅλῃ τῇ νυκτὶ μετὰ τῶν Λεπίδου διήρπαζον καὶ μετεστρατεύοντο τῷ Λεπίδῳ· ὁ δὲ σὺν τούτοις ἔχων δύο καὶ εἴκοσι τέλη πεζῶν καὶ ἱππέας πολλοὺς ἐπῆρτο καὶ κρατήσειν ἐδόκει Σικελίας, πρόφασιν ἔχων, ὅτι πρῶτος ἐπιβαίη τῆς νήσου καὶ πλέονας πόλεις ἐπαγάγοιτο· ἔς τε τὰ φρούρια αὐτίκα περιέπεμπε τοὺς παρὰ τοῦ Καίσαρος ἐλευσομένους μὴ προσίεσθαι καὶ τὰ στενὰ πάντα ἐκρατύνετο. ὁ δὲ Καῖσαρ ἦλθε μὲν τῆς ἐπιούσης καὶ ἐμέμφετο τῷ Λεπίδῳ διὰ τῶν φίλων, οἳ σύμμαχον αὐτὸν ἔφασκον ἐλθεῖν Καίσαρι ἐς Σικελίαν, οὐχ ἑαυτῷ κατακτησόμενον αὐτὴν· ὁ δὲ ἀντενεκάλει τῆς προτέρας τάξεως ἀφῃρῆσθαι καὶ μόνον ἔχειν αὐτὴν Καίσαρα βουλομένῳ τε νῦν ἀντιδιδόναι Λιβύην καὶ Σικελίαν ὑπὲρ ἐκείνης.1 χαλεπαίνων δʼ ὁ Καῖσαρ ἦλθε μὲν καὶ αὐτὸς ὑπὸ ὀργῆς, ὀνειδιῶν τὸν Λέπιδον ἐς χαριστίαν, διαπειλησάμενοι δὲ ἀλλήλοις διέστησαν, καὶ αὐτίκα αἵ τε φυλακαὶ διεκρίθησαν καὶ αἱ νῆες ὥρμουν ἐπʼ ἀγκυρῶν· ἐλέχθη γὰρ αὐτὰς ἐπινοεῖν ὁ Λέπιδος ἐμπρῆσαι.

他们在保全性命之外——他们原先所企求的仅此而已——又获得了意外之财,整夜与雷必达的部下一同洗劫墨萨那,并转投雷必达麾下。雷必达加上这批人马,坐拥二十二个步兵军团和大量骑兵,因而志得意满,自以为能掌控西西里,借口是他首先踏上该岛,并招降了更多的城池;他随即传令各处要塞,不得放进恺撒派来的人,并巩固了所有要隘。恺撒于次日赶到,通过友人们向雷必达提出责难,他们声明雷必达是作为恺撒的同盟者来到西西里的,而非为自己夺取该岛;但雷必达反唇相讥,指责自己原有的领地已被剥夺,而由恺撒一人独占,并称恺撒若愿意,他如今愿交出阿非利加和西西里以换取那份领地。恺撒极为恼火,出于愤怒亲自前去斥责雷必达忘恩负义;两人互相威胁后各自散去,守军随即被隔开,战船也下锚停泊,因为据说雷必达企图纵火焚船。

§513124

ὁ δὲ στρατὸς ἤχθετο, εἰ πολεμήσουσιν αὖθις ἐμφύλιον πόλεμον ἕτερον καὶ οὔ ποτε σφᾶς ἐπιλείψουσιν αἱ στάσεις. οὐ μὴν ἐν ὁμοίῳ Καίσαρα καὶ Λέπιδον ἐτίθεντο, οὐδὲ οἱ τῷ Λεπίδῳ στρατευόμενοι, ἀλλὰ καὶ τῆς ἀρετῆς τὸν Καίσαρα ἐθαύμαζον καὶ τὴν ἀργίαν συνῄδεσαν Λεπίδῳ, καὶ τῆς ἁρπαγῆς αὐτὸν ἐπεμέμφοντο αὐτῆς, ἐς τὸ ἴσον τοῖς ἡσσημένοις καταστάντες. ὧν ὁ Καῖσαρ πυνθανόμενος περιέπεμπε τοὺς τὰ συμφέροντα παραινέσοντας κρύφα ἑκάστοις. ὡς δὲ αὐτῷ διεφθάρατο πολλοί, καὶ μάλιστα οἱ γενόμενοι τοῦ Πομπηίου διὰ δέος τοῦ μήπω τὰς σπονδὰς βεβαίους σφίσιν, εἰ μὴ συνθοῖτο ὁ Καῖσαρ, εἶναι,2 ἀγνοοῦντος ἔτι ταῦτα τοῦ Λεπίδου διʼ ἀπραξίαν ὁ Καῖσαρ ἐπῆλθεν ἐπὶ τὸ στρατόπεδον αὐτοῦ σὺν ἱππεῦσι πολλοῖς, οὓς πρὸ τοῦ χάρακος καταλιπὼν ἐσῄει μετʼ ὀλίγων, καὶ παριὼν ἐπεμαρτύρετο ἑκάστοις ἄκων ἐς πόλεμον καθίστασθαι. ἀσπαζομένων δὲ αὐτὸν ὡς αὐτοκράτορα τῶν ὁρώντων, οἱ Πομπηιανοὶ πρῶτοι συνέθεον, ὅσοι διεφθάρατο, καὶ συγγνῶναι σφίσι παρεκάλουν. ὁ δʼ ἔλεγε θαυμάζειν, εἰ συγγνώμην αἰτοῦντες οὐ πράσσουσιν οὔπω τὰ σφίσιν αὐτοῖς συνοίσοντα. οἱ δὲ συνέντες αὐτίκα ἥρπαζον τὰ σημεῖα καὶ ἐς τὸν Καίσαρα μετέφερον, καὶ σκηνὰς ἔλυον ἕτεροι.

军队对于将要再次打一场内战、动乱似乎永远不会从他们身边止息而感到苦恼。然而,他们并未将恺撒与雷必达等同视之,甚至雷必达麾下的将士亦是如此;相反,他们钦佩恺撒的勇武,深知雷必达的庸懦,并且由于被降至与战败者相同的境地,他们对洗劫该城一事本身也怨恨雷必达。恺撒获悉这些情况后,暗中派人四处向各人进言,晓以利害。当许多人被恺撒收买策反,尤其是原属庞培的士兵由于唯恐若恺撒不予赞同和约便无法得到保障,而雷必达因怠惰对此仍一无所知时,恺撒率领大批骑兵直逼其营地;他将骑兵留在栅栏外,仅带少数随从进入,沿路向众人表明自己并非自愿卷入战争。当目击者欢呼他为最高统帅时,那些被策反的庞培旧部首先蜂拥而至,请求他宽恕。恺撒则说,他对他们一边请求宽恕,一边却尚未做出对自己有利的行动感到惊奇。他们心领神会,立刻夺过军旗转送给恺撒,其他人则开始拆除帐篷。

§513125

καὶ τοῦ θορύβου Λέπιδος αἰσθόμενος ἐξέθορε τῆς σκηνῆς ἐπὶ τὰ ὅπλα. βολαί τε ἦσαν ἤδη, καὶ τῶν ὁπλοφόρων τις τῶν Καίσαρος ἔπιπτε, καὶ αὐτὸς ὁ Καῖσαρ ἐς τὸν θώρακα ἐβλήθη· τὸ δὲ βέλος οὐκ ἐξίκετο ἐπὶ τὸν χρῶτα, ἀλλὰ δρόμῳ διέφυγεν ἐπὶ τοὺς ἱππέας. Λεπίδου δέ τι φρούριον ἐπετώθασε τῷ δρόμῳ· καὶ οὐκ ἀνέσχεν ὁ Καῖσαρ ὑπὸ ὀργῆς, πρὶν ἐξελεῖν αὐτὸ σὺν τοῖς ἱππεῦσι καὶ καθελεῖν. ἑτέρων δʼ αὖ φρουρίων ἡγεμόνες, οἱ μὲν αὐτίκα, οἱ δὲ νυκτός, μετετίθεντο ἐκ Λεπίδου πρὸς Καίσαρα, οἱ μὲν ἄνευ τινὸς πείρας, οἱ δὲ καὶ ἐς ὑπόκρισιν ὑπὸ ἱππέων μικρὰ ἐνοχληθέντες. εἰσὶ δʼ οἳ τὰς προσβολὰς ἔτι ὑπέμενον καὶ ἀπεκρούοντο· καὶ γὰρ ὁ Λέπιδος περιέπεμπεν ἐς πάντα ἐπικούρους· καὶ αὐτῶν δὲ τῶν ἐπικούρων μεθισταμένων ἡ λοιπὴ τοῦ Λεπίδου στρατιά, καὶ εἴ τις εὔνους ἔτι ἦν, ἐτρέπετο τῇ γνώμῃ. καὶ πρῶτοι μὲν αὖθις οἱ Πομπηιανοί, ὅσοι ἔτι ἦσαν παρʼ αὐτῷ, μετεπήδων κατὰ μέρη· Λεπίδου δὲ ἐς κώλυσιν αὐτοῖς τοὺς ἑτέρους ἐφοπλίσαντος, οἳ ἐπὶ κώλυμα τῶν ἄλλων ὁπλισάμενοι τὰ ἑαυτῶν ἐπήγοντο σημεῖα καὶ σὺν τοῖς ἑτέροις ἐχώρουν πρὸς τὸν Καίσαρα. Λέπιδος δʼ αὐτοῖς ἀπιοῦσιν ἠπείλει καὶ ἐδεῖτο καὶ τῶν σημείων εἴχετο καὶ οὐ μεθήσειν ἔλεγε, μέχρι τῶν φερόντων αὐτά τις εἶπε μεθήσειν ἀποθανόντα καὶ δείσας μεθῆκεν.3

雷必达察觉到骚动,从帐篷中冲出奔向武器。此时箭石齐发,恺撒的一名持盾侍从倒地身亡,恺撒本人的胸甲也被击中;但利箭并未伤及皮肉,他拔腿飞奔逃回骑兵队伍中。雷必达麾下的一处要塞嘲笑恺撒的奔逃;恺撒盛怒之下,直到率领骑兵攻陷并铲平该要塞才肯罢休。其他要塞的指挥官,有的立即,有的则趁夜色,纷纷脱离雷必达投奔恺撒;有的未做任何抵抗,有的为了装模作样仅在骑兵稍加骚扰后便投降。也有一些人仍在坚守抵御攻击,因为雷必达正向各处派遣援军;但当这些援军本身也相继倒戈时,雷必达剩余的军队,即便原先还有忠心之人,军心也动摇了。首先,凡仍留在雷必达营中的庞培旧部再次分批投奔敌营;雷必达为了阻止他们而武装了其余部队,但那些被武装用以阻拦同袍的人却扛起自己的军旗,同其他人一起投向恺撒。面对离去的众人,雷必达威吓他们,又哀求他们,紧紧抱住军旗声称绝不放手,直到一名旗手说“等死了你就会放手”,他因害怕才松了手。

语法注3 条
  1. 513123βουλομένῳ τε νῦν ἀντιδιδόναι Λιβύην καὶ Σικελίαν ὑπὲρ ἐκείνης

    βουλομένῳ 为条件性的与格分词,上下文补足逻辑主语“若恺撒愿意”;不定词 ἀντιδιδόναι 承接前文的 ἀντενεκάλει 构成间接引语。雷必达抱怨自己原有的三头分辖地(西班牙与高卢)被恺撒独吞,并声称如果恺撒愿意,他准备交出阿非利加和西西里作为交换来换取前者。

  2. 513124διὰ δέος τοῦ μήπω τὰς σπονδὰς βεβαίους σφίσιν, εἰ μὴ συνθοῖτο ὁ Καῖσαρ, εἶναι

    带冠词的属格不定词短语 τοῦ... εἶναι 带有否定词 μήπω,作为名词 δέος 的同格说明成分,表示惧怕的内容。嵌套的条件从句 εἰ μὴ συνθοῖτο 在历史时态后使用祈愿语气表示虚拟假设(“除非恺撒批准”),全句意为“由于害怕若是恺撒不同意,和约对他们而言就尚未确凿生效”。

  3. 513125εἶπε μεθήσειν ἀποθανόντα καὶ δείσας μεθῆκεν

    宾格分词 ἀποθανόντα 修饰不定词 μεθήσειν 省略的逻辑宾格主语(即雷必达),意为“他[雷必达]一旦死了就会放手”。这是把直接引语中的威胁“你死了就会松手!”转变为间接引语的形式。正因为此话威胁要杀死雷必达,才引出后文“他[雷必达]因害怕而松了手(δείσας μεθῆκεν)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:513123-513125