- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:512120-512122
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在瑙洛库斯海战的激战与混乱之后,阿格里帕率领的恺撒舰队取得决定性胜利。庞培弃陆军于不顾并从墨萨那逃往安东尼处,普莱尼乌斯赶到后向雷必达投降。
ὅτε μὲν οὖν προσπελάσειαν1 αἱ νῆες, ἐμάχοντο παντοίως καὶ ἐς ἀλλήλους μεθήλλοντο. καὶ διαγνῶναι τὸν πολέμιον οὐκ ἦν ἔτι ὁμοίως εὔπορον· ὅπλοις τε γὰρ ὡς τὰ πολλὰ τοῖς αὐτοῖς ἐχρῶντο καὶ φωνῇ σχεδὸν ἅπαντες Ἰταλῇ, τά τε συνθήματα μιγνυμένων ἐς ἀμφοτέρους ἐξενήνεκτο, καὶ ἐκ τοῦδε μάλιστα ἐνέδραι πολλαὶ καὶ ποικίλαι παρὰ ἀμφοῖν, καὶ ἀπιστία πρὸς τοὺς λέγοντας αὐτὰ ἐπεγίγνετο, ἀγνωσία τε πάντας ἀλλήλων ἐπεῖχεν ὡς ἐν πολέμῳ καὶ θαλάσσῃ γεμούσῃ φόνων τε καὶ ὅπλων καὶ ναυαγίων. οὐ γάρ τινα πεῖραν ἔλιπον, ὅτι μὴ μόνον τὸ πῦρ· τούτου δὲ μετὰ τοὺς πρώτους ἐπίπλους ἐφείσαντο διὰ τὰς συμπλοκάς. ὁ δὲ πεζὸς ἑκατέρων στρατὸς ἀπὸ τῆς γῆς μετὰ φόβου καὶ σπουδῆς ἐς τὴν θάλασσαν ἀφεώρων, ὡς ἐν τῇδε καὶ αὐτοὶ περὶ τῆς σφῶν σωτηρίας τὴν ἐλπίδα ἔχοντες. διέκρινόν γε μὴν οὐδέν, οὐδʼ ἐδύναντο, καὶ μάλιστα περισκοποῦντες, οἷα νεῶν ἑξακοσίων ἐπὶ μήκιστον ἐκτεταγμένων2 καὶ τῆς οἰμωγῆς ἐναλλασσομένης ἀνὰ μέρος ἑκατέρωθεν.
每当战船靠近时,士兵们便以各种方式拼杀,并跳跃登上彼此的船只。此时要辨认敌军已不再那般容易;因为他们大多使用相同的武器,几乎所有人都操着意大利口音,而且随着两军交错混杂,口令已被泄露给双方;由此在双方之间引发了极多且多样的诡计,人们对说出口令者产生了猜忌,在这一场充满杀戮、武器和沉船的战事与海面上,彼此互不相识的状态笼罩着所有人。除了火之外,他们未曾放过任何战术尝试;但即便是火,在初次冲撞之后也因船只彼此缠绕而停止使用。双方的陆军站在陆地上,满怀恐惧与焦灼注视着海面,因为他们将自身安危的希望也寄托于此。然而他们什么也分辨不清,而且即便极力张望也无法看清,因为六百艘战船展开在极辽阔的海面上,双方阵营轮番爆发出的呼喊哀号声此起彼伏。
μόλις δέ ποτε ταῖς χροιαῖς τῶν πύργων, αἷς δὴ μόναις διέφερον ἀλλήλων, ὁ Ἀγρίππας συνεὶς πλέονας ἀπολωλέναι τοῦ Πομπηίου ναῦς ἐθάρρυνε τοὺς συνόντας ὡς ἤδη κατορθοῦντας· καὶ τοῖς πολεμίοις αὖθις ἐμπεσὼν ἐπέκειτο ἀπαύστως, μέχρι βιασθέντες, ὅσοι μάλιστα κατʼ αὐτὸν ἦσαν, τούς τε πύργους κατέρριψαν καὶ τὰς ναῦς ἐπιστρέψαντες ἐς τὸν πορθμὸν ἔφευγον. καὶ ἔφθασαν ἐσδραμεῖν ἑπτακαίδεκα νῆες. αἱ δὲ λοιπαί, διακλείσαντος αὐτὰς τοῦ Ἀγρίππου, αἱ μὲν ἐξώκελλον ἐς τὴν γῆν διωκόμεναι, καὶ συνεξώκελλον αὐταῖς ὑπὸ ὁρμῆς οἱ διώκοντες ἢ ὁρμιζομένας ἀπέσπων ἢ ἐνεπίμπρασαν· ὅσαι δὲ ἔτι κατὰ τὸ πέλαγος ἐμάχοντο, τὰ περὶ αὐτὰς γιγνόμενα κατιδοῦσαι παρεδίδοσαν ἑαυτὰς τοῖς πολεμίοις. καὶ ὁ τοῦ Καίσαρος στρατὸς ἐπινίκιον ἠλάλαξεν ἐν τῇ θαλάσσῃ, καὶ ὁ πεζὸς ἀντεβόησεν ἐπὶ τῆς γῆς. οἱ Πομπηίου δʼ ἀνῴμωξαν, καὶ αὐτὸς ἐκ τῶν Ναυλόχων ἀναθορὼν ἐς τὴν Μεσσήνην ἠπείγετο, οὐδὲν ὑπὸ ἐκπλήξεως περὶ τῶν πεζῶν οὐδʼ ἐπισκήψας· ὅθεν καὶ τούσδε ὁ Καῖσαρ Τισιηνοῦ παραδιδόντος ὑποσπόνδους ἐδέχετο καὶ τοὺς ἱππέας ἐπʼ αὐτοῖς, τῶν ἱππάρχων παραδιδόντων. κατέδυσαν δὲ ἐν τῷ πόνῳ νῆες Καίσαρος μὲν τρεῖς, Πομπηίου δὲ ὀκτὼ καὶ εἴκοσι, καὶ αἱ λοιπαὶ κατεφλέχθησαν ἢ ἐλήφθησαν ἢ ἐς τὴν γῆν ὀκέλλουσαι συνετρίβησαν· αἱ δὲ ἑπτακαίδεκα μόναι διέφυγον.
最终,阿格里帕仅仅凭借木塔的颜色——唯有此点能使双方战船相互区分——察觉到庞培方面损失的战船更多,便鼓舞身边的将士,宣称胜局已定;他再度冲向敌军,持续不断地猛烈施压,直到直接与他对阵的敌军被彻底压倒,推倒了船上的木塔,调转船头逃往海峡。有十七艘战船抢先逃入海峡之中。其余的战船由于被阿格里帕切断了退路,有的在被追击时搁浅在陆地边缘,追击者乘着势头同它们一起搁浅,或将下锚的船只强行拖走,或纵火焚毁;那些仍在远海交战的船只目睹身旁所发生的情形,便向敌军投降。恺撒的军队在海上发出了胜利的欢呼,陆军也在陆地上高声呼应。庞培的军队则一片哀嚎,他本人从诺洛库斯一跃而起,仓惶奔往墨萨那,因惊恐失措甚至没有对陆军作任何吩咐;因此,当蒂西埃努斯提出投降时,恺撒按约接收了这支部队,并在骑兵将官们交出部队后接收了其骑兵。在这场苦战中,恺撒方面沉没了三艘战船,庞培方面沉没了二十八艘,其余的皆被焚毁、俘获或在搁浅于陆地时被撞碎;唯有那十七艘得以逃脱。
καὶ ὁ Πομπήιος ἐν ὁδῷ περὶ τῆς μεταγνώμης τοῦ πεζοῦ πυθόμενος τήν τε ἐσθῆτα ἤλλαξεν ἐς ἰδιώτην ἀπʼ αὐτοκράτορος καὶ προύπεμψεν ἐς Μεσσήνην ἐς τὰς ναῦς ἐντίθεσθαι τὰ δυνατά· παρεσκεύαστο δὲ ἅπαντα ἐκ πολλοῦ. Πλένιόν τε ἐκ Λιλυβαίου, μεθʼ ὧν εἶχεν ὀκτὼ τελῶν, ἐκάλει κατὰ σπουδὴν ὡς μετὰ τῶνδε φευξόμενος. καὶ Πλένιος μὲν ἠπείγετο πρὸς αὐτόν, αὐτομολούντων δὲ ἑτέρων, φίλων τε καὶ φρουρίων καὶ στρατῶν, καὶ τῶν πολεμίων ἐς τὸν πορθμὸν ἐσπλεόντων, οὐκ ἀναμείνας οὐδὲ Πλένιον ὁ Πομπήιος ἐν πόλει καλῶς τετειχισμένῃ, ἔφευγεν ἐκ τῆς Μεσσήνης ἐπὶ τῶν ἑπτακαίδεκα νεῶν ἐς Ἀντώνιον, ὡς ἐξ ὁμοίων αὐτῷ τὴν μητέρα περισεσωκώς.3 καὶ ὁ Πλένιος αὐτὸν οὐ καταλαβὼν ἐς τὴν Μεσσήνην παρῆλθε καὶ κατεῖχε τῆς πόλεως. ὁ δὲ Καῖσαρ αὐτὸς μὲν ἔμεινεν ἐν τῷ περὶ Ναυλόχους στρατοπέδῳ, Ἀγρίππαν δʼ ἐκέλευσε τῇ Μεσσήνῃ παρακαθέζεσθαι· καὶ παρεκάθητο σὺν Λεπίδῳ. Πλενίου δὲ πρεσβευομένου περὶ σπονδῶν Ἀγρίππας μὲν ἠξίου περιμένειν Καίσαρα ἐς ἕω, Λέπιδος δὲ ἐδίδου τὰς σπονδὰς καὶ τὸν τοῦ Πλενίου στρατὸν οἰκειούμενος ἑαυτῷ συνεχώρει διαρπάσαι τὴν πόλιν μετὰ τοῦ ἄλλου στρατοῦ.
庞培在途中获悉陆军叛离的消息后,将统帅的服装换成平民的便服,并派人预先通知墨萨那,将所能装载之物尽量装入船中;而一切物资早已预先备妥。他还急召驻于利利贝姆的普莱尼乌斯及其所辖的八个军团,意图与他们一同逃亡。普莱尼乌斯虽匆忙向他赶来,但由于其他人——无论是盟友、驻军还是部队——纷纷倒戈,敌军又已驶入海峡,庞培在一座城垣坚固的城池中甚至未等普莱尼乌斯赶到,便率领十七艘战船逃出墨萨那投奔安东尼,理由是他曾在类似境遇下保全过安东尼的母亲。普莱尼乌斯未及赶上他,便进驻墨萨那并控制了全城。恺撒本人留在诺洛库斯附近的营地中,命令阿格里帕围困墨萨那;阿格里帕遂与雷必达一同驻军城下。当普莱尼乌斯派使者商议和约时,阿格里帕主张应当等待恺撒直到次日清晨,但雷必达却批准了和约,为了将普莱尼乌斯的军队拉拢归己,雷必达准许他们与其他军队一同洗劫该城。
- 512120ὅτε μὲν οὖν προσπελάσειαν
时间连词 ὅτε 后接希求法(过去反复/泛指希求法),配合主句的未完成过去时 ἐμάχοντο,表示过去再三发生的动作,意为“每当战船靠近时”。
- 512120οἷα νεῶν ἑξακοσίων ἐπὶ μήκιστον ἐκτεταγμένων
副词 οἷα 与属格绝对结构(νεῶν ... ἐκτεταγμένων)结合,引出客观原因,解释前文岸上陆军极力张望却什么也分辨不清的理由(“因为六百艘战船展开在极辽阔的海面上”)。
- 512122ὡς ἐξ ὁμοίων αὐτῷ τὴν μητέρα περισεσωκώς
连词 ὡς 与完成时分词 περισεσωκώς 连用,表示主观理由(“以为/借口自己曾保全过”)。成语 ἐξ ὁμοίων 意为“在类似的情况下”或“出于同等的境遇”,指庞培此前在内战中曾礼遇并护送安东尼之母尤利亚的往事,以此作为投奔安东尼的指望。
