- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:512117-512119
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒军在经历恶劣天气与埃特纳火山异象后与雷必达会师;补给受阻的庞培提议进行舰队决战,阿格里帕发明的全新利器“铁抓手”在海战爆发后大显神威。
ψευδοῦς δὲ τῆς Ἀγρίππου δόξης φανείσης, ὁ Πομπήιος ἡσθεὶς τῶν στενῶν ἀφῃρημένος1 καὶ Τισιηνὸν ἐκάλει μετὰ τοῦ στρατοῦ. Τισιηνῷ δʼ ὁ Καῖσαρ ὑπήντα καὶ διημάρτανε τῆς ὁδοῦ περὶ ὄρος τὸ Μυκόνιον, ἔνθα ἄσκηνος ἐνυκτέρευσεν· ὄμβρου τε πολλοῦ καταρραγέντος, οἷος ἐν φθινοπώρῳ γίγνεται, τῶν ὁπλοφόρων τινὲς τὴν νύκτα πᾶσαν ἀσπίδα Κελτικὴν ὑπερέσχον αὐτοῦ. ἐγένοντο δὲ καὶ βρόμοι τῆς Αἴτνης σκληροὶ καὶ μυκήματα μακρὰ καὶ σέλα περιλάμποντα τὴν στρατιάν, ὥστε τοὺς μὲν Γερμανοὺς ἐξ εὐνίων ἀναπηδᾶν ὑπὸ δέους, τοὺς δέ, ἀκοῇ τῶν περὶ τῆς Αἴτνης λεγομένων, οὐκ ἀπιστεῖν ἐν τοσοῖσδε παραδόξοις ἐμπεσεῖσθαι σφίσι καὶ τὸν ῥύακα.2 μετὰ δὲ τοῦτο τὴν Παλαιστηνῶν γῆν ἔκειρε, καὶ Λέπιδος αὐτῷ συνήντετο σιτολογῶν, καὶ Μεσσήνῃ παρεστρατοπέδευον ἀμφότεροι.
当阿格里帕造成的假象被识破时,庞培因解除了峡谷之困而喜悦,便召集蒂西埃努斯率军前来。恺撒前去迎击蒂西埃努斯,却在米科尼翁山一带迷失了道路,在那里露宿度夜;又逢大雨倾盆,宛如深秋常有的暴雨,几名持盾侍从整夜在他头上撑起一面凯尔特盾牌。此时埃特纳火山也发出凄厉的轰鸣、漫长的咆哮,并且火光四射照亮了整支军队,以致日耳曼士兵因恐惧从床榻上一跃而起,其他人由于听闻过关于埃特纳火山的传言,在这般奇异的征兆中毫不怀疑岩浆流也会扑向他们。此后,恺撒蹂躏了帕莱斯提尼人的土地,雷必达在征集粮食时与他汇合,二人一同在墨萨那旁扎营。
γιγνομένων δʼ ἀνʼ ὅλην τὴν Σικελίαν ἁψιμαχιῶν πολλῶν, ἔργου δὲ μείζονος οὐδενός, Ταῦρον ὁ Καῖσαρ ἔπεμψε τὰς ἀγορὰς τοῦ Πομπηίου περικόπτειν καὶ τὰς πόλεις τὰς χορηγούσας προκαταλαμβάνειν. καὶ τῷδε μάλιστα κάμνων ὁ Πομπήιος ἔκρινε μάχῃ μείζονι κριθῆναι περὶ ἁπάντων. τὰ μὲν δὴ πεζὰ τοῦ Καίσαρος ἐδεδίει, ταῖς δὲ ναυσὶν ἐπαιρόμενος ἤρετο πέμπων, εἰ δέχοιτο ναυμαχίᾳ κριθῆναι. ὁ δὲ ὠρρώδει μὲν τὰ ἐνάλια πάντα, οὐ σὺν τύχῃ μέχρι δεῦρο κεχρημένος αὐτοῖς, αἰσχρὸν δὲ νομίσας ἀντειπεῖν ἐδέχετο. καὶ ὡρίζετο αὐτοῖς ἡμέρα, ἐς ἣν τριακόσιαι νῆες ἑκατέρων ἰδίᾳ παρεσκευάζοντο, βέλη τε παντοῖα φέρουσαι καὶ πύργους καὶ μηχανάς, ὅσας ἐπενόουν. ἐπενόει δὲ καὶ τὸν καλούμενον ἅρπαγα ὁ Ἀγρίππας, ξύλον πεντάπηχυ σιδήρῳ περιβεβλημένον, κρίκους ἔχον περὶ κεραίας ἑκατέρας· τῶν δὲ κρίκων εἴχετο τοῦ μὲν ὁ ἅρπαξ, σιδήριον καμπύλον, τοῦ δὲ καλῴδια πολλά, μηχαναῖς ἐπισπώμενα τὸν ἅρπαγα, ὅτε τῆς πολεμίας νεὼς ἐκ καταπέλτου λάβοιτο.
西西里全境发生了多次小规模冲突,却无重大战事,恺撒遂派陶鲁斯去切断庞培的补给线,并预先占领提供补给的城镇。庞培最受此困扰,决定以一场更大的决战来定夺全局。他畏惧恺撒的步兵,却对自己的战船满怀信心,便派人询问恺撒是否愿意以海战决一胜负。恺撒虽对一切海战心怀忌惮,因至今在海上未尝蒙受幸运眷顾,但认为拒绝是耻辱的,便接受了挑战。他们约定了日期,为此双方各自准备了三百艘战船,装载着各种投掷武器、木塔以及他们所能想出的一切器械。阿格里帕还发明了所谓“铁抓手”,这是一根长五肘、裹着铁皮的木材,两端各有一环;其中一环连着铁抓手本身,即一根弯曲的铁钩,另一环连着许多细绳,当铁抓手从石弩上发射抓牢敌船时,便可用机械将其拉回。
ἐλθούσης δὲ τῆς ἡμέρας πρῶτα μὲν ἦν ἐρετῶν ἅμιλλα καὶ βοή, καὶ βέλη τὰ μὲν ἐκ μηχανῆς, τὰ δʼ ἀπὸ χειρῶν, ὅσα λίθοι καὶ πυρφόρα καὶ τοξεύματα. μετὰ δὲ αἱ νῆες αὐταὶ συνερρήγνυντο ἀλλήλαις, αἱ μὲν εἰς τὰ πλάγια, αἱ δὲ κατʼ ἐπωτίδας, αἱ δὲ ἐπὶ τοὺς ἐμβόλους, ἔνθα μάλιστά εἰσιν αἱ πληγαὶ βίαιοι τινάξαι τε τοὺς ἐπιβάτας καὶ τὴν ναῦν ἀργοτέραν ἐργάσασθαι. ἄλλαι δὲ ἀλλήλας διεξέπλεον βάλλουσαί τε καὶ ἀκοντίζουσαι· καὶ τὰ ὑπηρετικὰ τοὺς ἐκπίπτοντας ἀνελάμβανεν. ἔργα τε χειρῶν ἦν καὶ βία ναυτῶν καὶ τέχνη κυβερνητῶν καὶ βοαὶ καὶ στρατηγῶν παρακελεύσεις καὶ μηχανήματα πάντα. εὐδοκίμει δὲ μάλιστα ὁ ἅρπαξ, ἔκ τε πολλοῦ ταῖς ναυσὶ διὰ κουφότητα ἐμπίπτων καὶ ἐμπηγνύμενος, ὅτε μάλιστα ὑπὸ τῶν καλῳδίων ἐφέλκοιτο ὀπίσω· κοπῆναί τε ὑπὸ τῶν βλαπτομένων οὐκ ἦν εὔπορος διὰ σίδηρον τὸν περιέχοντα, καὶ τὸ μῆκος αὐτοῦ δυσεφικτότατα τοῖς κόπτουσι τὰ καλῴδια ἐποίει·3 οὐδὲ τὸ μηχάνημά πω προέγνωστο, ὡς δρέπανα δόρασι περιθέσθαι· ἓν δʼ ἐπενόουν ὡς ἐν ἀδοκήτῳ, τὴν ναῦν κρούοντες ἐπὶ πρύμναν ἀντισπᾶν.4 τὸ δʼ αὐτὸ ποιούντων καὶ τῶν πολεμίων ἴση μὲν ἦν ἡ βία τῶν ἀνδρῶν, ὁ δὲ ἅρπαξ ἐποίει τὸ ἴδιον.
那一天到来时,起初是桨手们的竞赛与呼喊,以及自机械发射或徒手投掷的武器,如石块、着火物和弓箭。随后战船本身彼此猛烈撞击,有的撞向侧舷,有的撞向起锚架,有的冲向撞角——撞角处的撞击最为猛烈,足以震翻船上的士兵并使船只失去行动能力。另一些战船则彼此穿插航行,互射弓弩与标枪;辅助小艇打捞落水者。到处是短兵相接的战斗、水手的勇力、舵手的技巧、呼号声、将领的鼓舞以及所有的器械。铁抓手尤其大显神威,因其轻便而能从远处落在船上并刺入其中,尤其是当它被细绳向后猛拉时更是深深嵌入;受害的一方不易将其斩断,因其外包有铁皮,其长度也使想要斩断绳索的人极难触及;此前人们对此器械一无所知,因而未能预先在长矛上装上镰刀;在猝不及防之下,他们唯一能想到的对策就是倒桨后退,反向拉扯。然而当敌军也同样倒桨时,双方人员的力量旗鼓相当,铁抓手便发挥了其特有的威力。
- 512117τῶν στενῶν ἀφῃρημένος
完成时被动分词 ἀφῃρημένος 与表示分离的属格 τῶν στενῶν 搭配,意为“从峡谷的束缚中解脱出来”。主动语态 ἀφαιρέω τινά τινος(夺去某人的某物/使某人摆脱某物)在变为被动时,被解脱的人作为主语(此处为庞培),摆脱的事物保留属格。
- 512117οὐκ ἀπιστεῖν ἐν τοσοῖσδε παραδόξοις ἐμπεσεῖσθαι σφίσι καὶ τὸν ῥύακα
双重否定 οὐκ ἀπιστεῖν(“毫不怀疑”,即“深信/极度担忧”)引导将来时不定式 ἐμπεσεῖσθαι。不定式的逻辑主语是 καὶ τὸν ῥύακα(“连岩浆流也……”),与格 σφίσι 作间接宾语(向他们倾泻)。介词短语 ἐν τοσοῖσδε παραδόξοις 表示环境背景(“在如此多的异象之中”)。
- 512119τὸ μῆκος αὐτοῦ δυσεφικτότατα τοῖς κόπτουσι τὰ καλῴδια ἐποίει
动词 ἐποίει 构成双宾格结构,以 τὰ καλῴδια 为直接宾语,中性复数形容词 δυσεφικτότατα 为宾语补足语(谓语性宾格),意即“其长度使得绳索极难企及”。实体化分词 τοῖς κόπτουσι 作与格,表示参考对象(“对砍割者而言”)。
- 512119τὴν ναῦν κρούοντες ἐπὶ πρύμναν ἀντισπᾶν
短语 κρούειν ἐπὶ πρύμναν 是古希腊航海的专门用语,意为“倒桨使船向船尾方向后退”(保持船头朝向敌舰)。分词 κρούοντες 表达倒桨后撤的操船动作,与不定式 ἀντισπᾶν(反向拉拽)结合,指通过倒船来与敌舰的铁抓手绳索相抗衡。
