- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:512114-512116
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
科尔尼菲基乌斯的大军在穿越埃特纳火山溶岩带的严酷行军中饱受干渴与敌军围袭之苦,幸得阿格里帕派来的拉罗尼乌斯驰援得救。恺撒随后在廷达里斯集结陆军,并趁庞培转移防线之际占领了米莱等要塞。
τετάρτῃ δʼ ἡμέρᾳ μόλις ἐπὶ τὴν ἄνυδρον γῆν ἀφίκοντο, ἣν ῥύακα πυρὸς λέγουσι, ποτὲ μέχρι θαλάσσης κατιοῦσαν, ἐπικλύσαι καὶ σβέσαι τὰ ἐν αὐτῇ νάματα.1 καὶ αὐτὴν οἱ μὲν ἐπιχώριοι μόνης ὁδεύουσι νυκτός, πνιγώδη τε οὖσαν ἀπʼ ἐκείνου καὶ κονιορτοῦ σποδώδους γέμουσαν, οἱ δʼ ἀμφὶ τὸν Κορνιφίκιον οὔτε νυκτὸς ἐθάρρουν, ἐν ἀσελήνῳ μάλιστα, ἰέναι διὰ ἀπειρίαν ὁδῶν καὶ ἐνέδρας, οὔτε ἡμέρας ὑπέμενον, ἀλλʼ ἀπεπνίγοντο καὶ τὰς βάσεις ὡς ἐν θέρει καὶ καύματι ὑπεκαίοντο, μάλιστα οἱ γυμνοί. βραδύνειν τε οὐ δυνάμενοι διὰ τὴν δίψαν ἐνοχλοῦσαν, οὐδένα ἔτι τῶν βαλλόντων αὐτοὺς ἐπεξῄεσαν, ἀλλʼ ἐτιτρώσκοντο ἀφυλάκτως. ἐπεὶ δὲ καὶ τὰς ἐξόδους τῆς διακεκαυμένης ἕτεροι κατεῖχον πολέμιοι, ἀμελήσαντες τῶν ἀσθενεστέρων τε καὶ γυμνῶν ἀνεπήδων ἐς τοὺς αὐχένας οἱ δυνάμενοι τόλμῃ παραβόλῳ καὶ ἐβιάζοντο τοὺς πολεμίους, ἐς ὅσον εἶχον δυνάμεως. κατεχομένων δὲ καὶ τῶν ἑξῆς αὐχένων ἀπεγίνωσκον αὑτῶν ἤδη καὶ μεθεῖντο ὑπὸ δίψης καὶ θέρους καὶ κόπου. προτρέποντος δὲ αὐτοὺς τοῦ Κορνιφικίου καὶ πηγὴν πλησίον οὖσαν ἐπιδεικνύοντος, οἱ μὲν αὖθις ἐβιάζοντο, πολλοὺς ἀπὸ σφῶν ἀπολλύντες, ἕτεροι δὲ τὴν πηγὴν κατεῖχον πολέμιοι, καὶ παντελὴς ἤδη τοὺς τοῦ Κορνιφικίου κατεῖχεν ἀθυμία, καὶ παρίεντο.
第四天,他们勉强抵达了一片干旱的土地,相传是一股曾一直流淌至海边的火流冲刷并窒息了此处的泉水。当地居民只在夜间穿越此地,因为自那时起这里便酷热窒息且布满灰尘;然而科尔尼菲基乌斯的部下在夜间,尤其在没有月光的时候,因不熟道路又恐遭埋伏而不敢前行,但在白天也难以忍受,陷入窒息之中,尤其是不着甲履的赤裸者,足底更在如盛夏般的酷暑中被灼伤。由于受干渴折磨而无法迟延,他们再也无法反击投掷武器的敌人,只能毫无防备地受伤。当另一批敌人把守住这片焦土的出口时,尚有体力的人弃体弱者与无武装者于不顾,以孤注一掷的胆量跃向山口,竭尽全力向敌人发起冲击。然而见接续的山口亦被敌军据守,他们在干渴、酷热和劳累的交迫下陷于绝望并瘫倒在地。经科尔尼菲基乌斯的鼓动并指向近旁的一处清泉,一些人再度强行冲锋,牺牲了许多同袍,但另一股敌人亦控制了泉水,科尔尼菲基乌斯的士卒遂完全陷于绝望,萎靡放弃。
ὧδε δὲ αὐτοῖς ἔχουσι Λαρώνιος ἐπιφαίνεται μακρόθεν, ὑπὸ Ἀγρίππου σὺν τρισὶ τέλεσι πεμφθείς, οὔπω μὲν ἔνδηλος ὤν, ὅτι φίλος εἴη· ὑπὸ δὲ ἐλπίδος ἀεὶ τοιοῦτον ἔσεσθαι προσδοκῶντες ἀνέφερον αὖθις αὑτῶν.2 ὡς δὲ καὶ τοὺς πολεμίους εἶδον τὸ ὕδωρ ἀπολιπόντας, ἵνα μὴ γένοιντο ἐχθρῶν ἐν μέσῳ, ἀνέκραγον μὲν ὑπὸ ἡδονῆς, ὅσον ἔσθενον, ἀντιβοήσαντος δʼ αὐτοῖς τοῦ Λαρωνίου δρόμῳ τὴν πηγὴν κατέλαβον. καὶ ὑπὸ μὲν τῶν ἡγεμόνων ἐκωλύοντο πίνειν ἀθρόως· ὅσοι δὲ ἠμέλησαν, ἔπινον ὁμοῦ καὶ ἀπέθνῃσκον.
正当他们陷于这等绝境之际,阿格里帕派遣的拉罗尼乌斯率三个军团远远显现,此时尚不能确定其为友军;但怀着希望,他们一直期待这是援兵,于是重新振作起精神。当他们看到敌人为了不陷入两面受敌的夹击而放弃水源时,便竭尽全力发出欢呼;拉罗尼乌斯亦呼应呐喊,他们遂奔向并占领了泉水。将领们阻止他们大口狂饮,但那些不听劝阻的人一经饮用便即刻毙命。
οὕτω μὲν ἐξ ἀέλπτου Κορνιφίκιος καὶ τοῦ στρατοῦ τὸ φθάσαν μέρος περιεσώθη πρὸς Ἀγρίππαν ἐς Μύλας· ἄρτι δὲ ὁ Ἀγρίππας Τυνδαρίδα εἰλήφει, τροφῶν μεστὸν χωρίον καὶ εὐφυῶς ἐς πόλεμον ἐκ τῆς θαλάσσης ἔχον, καὶ ὁ Καῖσαρ ἐς αὐτὸ τὰ πεζὰ καὶ τοὺς ἱππέας διεβίβαζεν. ἐγένοντό τε αὐτῷ πάντες ἐν Σικελίᾳ ὁπλιτῶν μὲν ἐς εἴκοσι καὶ ἓν τέλος. ἱππέες δὲ δισμύριοι καὶ κοῦφοι πλείους τῶν πεντακισχιλίων. Μύλας δʼ ἔτι καὶ τὰ ἐκ Μυλῶν ἐπί τε Ναυλόχους καὶ Πελωριάδα καὶ τὰ παράλια πάντα φρουραὶ Πομπηίου κατεῖχον, αἳ φόβῳ μάλιστα Ἀγρίππου πῦρ διηνεκὲς ἔκαιον ὡς ἐμπρήσοντες τοὺς ἐπιπλέοντας. ἐκράτει δὲ καὶ τῶν στενῶν ἑκατέρων ὁ Πομπήιος. ἀμφὶ δὲ τὸ Ταυρομένιον καὶ περὶ Μύλας τὰς περιόδους τῶν ὀρῶν ἀπετείχιζε καὶ τὸν Καίσαρα ἐκ Τυνδαρίδος ἐς τὸ πρόσθεν ἰόντα ἠνώχλει, μὴ συμπλεκόμενον. Ἀγρίππου δὲ νομισθέντος ἐπελεῖν3 ἐς Πελωριάδα μετεπήδησεν, ἐκλιπὼν τὰ στενὰ περὶ Μύλας· καὶ ὁ Καῖσαρ αὐτῶν τε κατέσχε καὶ Μυλῶν καὶ Ἀρτεμισίου, πολίχνης βραχυτάτης, ἐν ᾗ φασι τὰς Ἡλίου βοῦς γενέσθαι καὶ τὸν ὕπνον Ὀδυσσεῖ.
科尔尼菲基乌斯及其先行一步的那部分军队就这样出人意料地脱险,被护送至米莱与阿格里帕会合。当时阿格里帕刚刚攻取了廷达里斯,此处粮饷丰沛且极利于从海上展开作战,恺撒遂将其步兵和骑兵运抵该地。恺撒在西西里拥有的全部兵力包括约二十一个重装步兵军团、两万名骑兵以及五千余名轻装兵。然而米莱以及从米莱至瑙洛库斯和佩罗利亚斯一带以及全部沿海地区仍由庞培的驻军据守,由于对阿格里帕深怀戒惧,他们昼夜焚烧大火,准备随时烧毁来犯的舰船。庞培亦控制了两处峡口。他在陶罗梅尼乌姆周围和米莱一带封闭了山间的通路,对从廷达里斯推进的恺撒不断进行骚扰而不与之交锋。但当认为阿格里帕正向佩罗利亚斯进发时,庞培弃守了米莱附近的峡口转移前去;恺撒遂乘机控制了这些要冲与米莱,以及极小的城镇阿尔特米西昂——相传赫利俄斯的牛群曾在此处,奥德修斯亦在此处沉睡。
- 512114ἣν ῥύακα πυρὸς λέγουσι, ποτὲ μέχρι θαλάσσης κατιοῦσαν, ἐπικλύσαι καὶ σβέσαι τὰ ἐν αὐτῇ νάματα
关系代词 ἣν 指代先行词 τὴν ἄνυδρον γῆν。该句为动词 λέγουσι 所统辖的带宾格的不定式结构(ἐπικλύσαι καὶ σβέσαι)。尽管 ῥύακα πυρός 为阳性名词(ῥύαξ),分词 κατιοῦσαν 却为阴性宾格,其在语法上与 ἣν 一致(或因概念上联想熔岩流为阴性概念)。在句法上,ῥύακα πυρός 作不定式的逻辑主语,意为“人们相传一股曾下泻至海边的火流冲刷了这片土地,并泯灭了其中的泉水”。
- 512115ἀνέφερον αὖθις αὑτῶν
动词 ἀναφέρω 与反身代词属格 αὑτῶν 连用,构成希腊语固定习语,意为“恢复神智”、“重新振作”(相当于“收集/重整自身”)。
- 512116Ἀγρίππου δὲ νομισθέντος ἐπελεῖν
由专有名词 Ἀγρίππου 与被动不定过去分词 νομισθέντος 构成的属格绝对结构。其所统辖的不定式 ἐπελεῖν 为 ἐπελαύνω(进军、进攻)的缩合将来时不定式(或手抄本中对 ἐπελθεῖν 的异文),与 ἐς Πελωριάδα 搭配,意为“当人们认为阿格里帕正进军佩罗利亚斯时”。
