- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:512111-512113
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒在海战中受挫并侥幸逃生,受到曾被其通缉的墨萨拉的营救与照料并着手重整军备;与此同时,孤立无援的科尔尼菲基乌斯在庞培军队的围袭下被迫率军突围撤退。
τὰ μὲν οὖν πεζὰ πάντα Κορνιφικίῳ παραδοὺς ὁ Καῖσαρ ἐκέλευσε τοὺς κατὰ τὴν γῆν πολεμίους ἀπομάχεσθαι καὶ πράσσειν, ὅ τι ἐπείγοι· αὐτὸς δὲ ταῖς ναυσὶν ἔτι πρὸ ἡμέρας ἀνήγετο ἐς τὸ πέλαγος, μὴ καὶ τοῦδε αὐτὸν ἀποκλείσαιεν οἱ πολέμιοι. καὶ τὸ μὲν δεξιὸν ἐπέτρεπε Τιτινίῳ, τὸ δὲ λαιὸν Καρισίῳ, λιβυρνίδος δὲ αὐτὸς ἐπέβαινε καὶ περιέπλει πάντας παρακαλῶν· ἐπὶ δὲ τῇ παρακλήσει1 τὰ στρατηγικὰ σημεῖα, ὡς ἐν κινδύνῳ μάλιστα ὤν, ἀπέθετο. ἐπαναχθέντος δὲ τοῦ Πομπηίου δὶς μὲν ἐπεχείρησαν ἀλλήλοις, καὶ τὸ ἔργον ἐς νύκτα ἐτελεύτησεν. ἁλισκομένων δὲ καὶ πιμπραμένων τῶν Καίσαρος νεῶν, αἱ μὲν ἀράμεναι τὰ βραχέα τῶν ἱστίων2 ἀπέπλεον ἐς τὴν Ἰταλίαν, τῶν παραγγελμάτων καταφρονοῦσαι· καὶ αὐτὰς ἐπʼ ὀλίγον οἱ τοῦ Πομπηίου διώξαντες ἐπὶ τὰς ὑπολοίπους ἀνέστρεψαν, καὶ τῶνδε τὰς μὲν ᾕρουν ὁμοίως, τὰς δὲ ἐνεπίμπρασαν. ὅσοι δʼ ἐξ αὐτῶν ἐς τὴν γῆν ἐσενήχοντο, τοὺς μὲν οἱ ἱππέες οἱ τοῦ Πομπηίου διέφθειρον ἢ συνελάμβανον, οἱ δʼ ἐς τὸ τοῦ Κορνιφικίου στρατόπεδον ἀνεπήδων, καὶ αὐτοῖς ὁ Κορνιφίκιος ἐπιθέουσιν ἐπεχείρει, τοὺς κούφους ἐκπέμπων μόνους· οὐ γὰρ εὔκαιρον ἐδόκει κινεῖν φάλαγγα δύσθυμον ἀντικαθημένων πεζῶν μεγαλοφρονουμένων, ὡς εἰκὸς ἦν, ἐπὶ νίκῃ.
恺撒将全部步兵交给科尔尼菲基乌斯,命他击退陆上的敌人并随机应变处理紧要事务;他自己则在天亮之前率舰队驶向外海,以免被敌人切断这条退路。他将右翼委托给蒂蒂尼乌斯,左翼交给卡里西乌斯,自己则登上一艘利布尔尼亚快船巡视全军并进行动员;动员之后,鉴于自身处于极大危险之中,他除去了统帅的标志。庞培率军出海迎战,双方两度交锋,战斗一直持续到入夜。在恺撒的船只被俘获和焚毁之际,有些船只无视命令,升起小帆逃向意大利;庞培的军队追击了片刻,随即掉头攻击剩余的船只,同样俘获了其中一部分,并焚毁了另一部分。凡从船上泅水登岸的人,有的被庞培的骑兵杀死或生擒,有的则奔向科尔尼菲基乌斯的营垒,科尔尼菲基乌斯仅派出轻装兵迎击追赶而来的敌人;因为在敌人步兵因胜利而理所当然地士气高昂并对峙于前的情况下,调动士气低落的方阵似乎不合时宜。
Καίσαρα δʼ ἐν τοῖς ὑπηρετικοῖς ἐς πολὺ τῆς νυκτὸς ἀνακωχεύοντα καὶ βουλευόμενον, εἴτε ἐς Κορνιφίκιον ἐπανέλθοι διὰ μέσων τοσῶνδε ναυαγίων εἴτε ἐς Μεσσάλαν διαφύγοι, θεὸς ἐς τὸν Ἀβάλαν λιμένα παρήνεγκε μεθʼ ἑνὸς ὁπλοφόρου, χωρὶς φίλων τε καὶ ὑπασπιστῶν καὶ θεραπόντων. καί τινες ἐκ τῶν ὀρῶν ἐς πύστιν τῶν γεγονότων καταθέοντες εὗρον αὐτὸν τό τε σῶμα καὶ τὴν ψυχὴν ἐσταλμένον,3 καὶ ἐς ἀκάτιον ἐξ ἀκατίου μεταφέροντες, ἵνα διαλάθοι, μετεκόμισαν ἐς Μεσσάλαν οὐ μακρὰν ὄντα. ὁ δʼ εὐθύς, ἔτι ἀθεράπευτος, ἔς τε Κορνιφίκιον ἔστελλε λιβυρνίδα καὶ πανταχοῦ διὰ τῶν ὀρῶν περιέπεμπεν, ὅτι σῴζοιτο, Κορνιφικίῳ τε πάντας ἐπικουρεῖν ἐκέλευε καὶ αὐτὸς ἔγραφεν αὐτίκα πέμψειν βοήθειαν. θεραπεύσας δὲ τὸ σῶμα καὶ ἀναπαυσάμενος ὀλίγον ἐς Στυλίδα νυκτὸς ἐξῄει, παραπεμπόμενος ὑπὸ τοῦ Μεσσάλα, πρὸς Καρρίναν τρία ἔχοντα ἐπὶ τοῦ πρόπλου τέλη· καὶ τῷδε μὲν ἐκέλευσε διαπλεῖν ἐς τὸ πέραν, ἔνθα καὶ αὐτὸς ἔμελλε διαπλευσεῖσθαι, Ἀγρίππαν δὲ γράφων ἠξίου κινδυνεύοντι Κορνιφικίῳ πέμπειν Λαρώνιον μετὰ στρατιᾶς ὀξέως. Μαικήναν δʼ αὖθις ἐς Ῥώμην ἔπεμπε διὰ τοὺς νεωτερίζοντας· καί τινες παρακινοῦντες ἐκολάσθησαν. καὶ Μεσσάλαν ἐς Δικαιάρχειαν ἔπεμπεν, ἄγειν τὸ πρῶτον καλούμενον τέλος ἐς Ἱππώνειον.
恺撒坐在一艘轻型勤务艇中漂流到深夜,犹豫着究竟是穿过如此众多的沉船残骸返回科尔尼菲基乌斯处,还是逃向墨萨拉,在神明的庇佑下,他仅由一名持盾侍从跟随,身边并无朋友、卫士与仆人,漂流到了阿巴拉港。一些从山上跑下来打探战况的人发现他身心俱疲、衰颓不堪,便将他从一艘小船倒换到另一艘小船以避人耳目,把他送到了距离不远的墨萨拉那里。恺撒随即在未受任何调治的情况下,派出一艘利布尔尼亚船前往科尔尼菲基乌斯处,并向山岳各地广布使者宣告自己生还,命令所有人援助科尔尼菲基乌斯,并写信给他称自己将立即派出援兵。在调治了身体并稍事休息后,他在墨萨拉的护送下乘夜出发前往斯图利斯,投奔率领三个军团作为先头部队的卡里纳斯;他命令后者航渡到对岸,他本人也准备渡往该处;同时他写信给阿格里帕,要求他迅速派遣拉罗尼乌斯率军救援身处险境的科尔尼菲基乌斯。他又因有人图谋不轨而再次派遣梅凯纳斯前往罗马;一些骚动者受到了惩处。他还派墨萨拉前往迪凯阿尔基亚,将所谓的第一军团带至希波尼乌姆。
Μεσσάλας δὲ οὗτος ἦν, ὃν οἱ τρεῖς ἐπὶ θανάτῳ προγεγράφεσαν ἐν Ῥώμῃ, καὶ χρήματα τῷ κτείναντι καὶ ἐλευθερίαν ἐπικεκηρύχεσαν· ὁ δὲ πρὸς Κάσσιον καὶ Βροῦτον φυγών, ἀποθανόντων ἐκείνων, τὸν στόλον ἐπὶ σπονδαῖς Ἀντωνίῳ παραδεδώκει. καί μοι τοῦτο ἀναμνῆσαι νῦν ἔδοξεν ἐς ζήλωμα τῆς Ῥωμαίων ἀρετῆς, ὅπου Μεσσάλας, μόνον ἔχων ἐν τοσῇδε συμφορᾷ τὸν προγράψαντα, ἐθεράπευεν ὡς αὐτοκράτορα καὶ περιέσῳζε. Κορνιφίκιος δὲ ἀποτρέψασθαι μὲν ἐκ τοῦ χάρακος εὐμαρῶς εἶχε τοὺς πολεμίους, κινδυνεύων δʼ ἐξ ἀπορίας ἐς μάχην ἐξέτασσε καὶ προυκαλεῖτο. Πομπηίου δὲ οὐ συμπλεκομένου μὲν ἀνδράσιν ἐν μόνῃ τῇ μάχῃ τὴν ἐλπίδα ἔχουσιν, παραστήσεσθαι4 δʼ αὐτοὺς τῷ λιμῷ προσδοκῶντος, ὥδευεν ὁ Κορνιφίκιος, ἐν μέσῳ τοὺς ἀπὸ τῶν νεῶν διαφυγόντας ἀνόπλους ἔχων βαλλόμενός τε καὶ χαλεπῶς, ἐν μὲν τοῖς πεδινοῖς ὑπὸ τῶν ἱππέων, ἐν δὲ τοῖς τραχέσιν ὑπὸ τῶν ψιλῶν τε καὶ κούφων, οἳ Νομάδες Λίβυες ὄντες ἠκόντιζόν τε ἐπὶ πλεῖστον καὶ τοὺς ἐπεκθέοντας ὑπέφευγον.
正是这位墨萨拉,当年曾被三头政治家在罗马列入处死的公敌通缉令,并向杀死他的人悬赏重金与自由;他逃往卡西乌斯和布鲁图处,在他们死后按协议将舰队移交给了安东尼。如今我觉得应当提及此事,以彰显罗马人的德行:墨萨拉在昔日通缉他的人孤身陷于如此大难之际,仍将其尊奉为最高统帅并全力加以护卫。 科尔尼菲基乌斯从营垒中击退敌人虽然容易,但因物资匮乏陷入绝境,遂排开阵势求战。然而庞培并不愿与这些仅将希望寄托于战斗的人交锋,指望以饥饿迫使他们屈服,科尔尼菲基乌斯于是拔营行军,将从船上逃脱的无武装人员护在中间,并遭到敌人的沉重打击:在平原上受到骑兵的侵扰,在险峻地形中则遭到散兵与轻装步兵的袭击;这些利比亚游牧民能在极远的距离掷矛,并敏捷地避开冲出来的追击者。
- 512111ἐπὶ τῇ παρακλήσει
介词 ἐπί 接与格表示时间上的先后顺接,意为“动员之后”或“训话刚一结束”,表明恺撒在激励士气完毕后立即除去了显眼的统帅标志以求避险。
- 512111τὰ βραχέα τῶν ἱστίων
中性复数宾语短语支配部分属格 τῶν ἱστίων,字面为“帆中之小者”,指在危急逃跑或操舵时升起的“副帆”或“轻便小帆”。
- 512112ἐσταλμένον
动词 στέλλω 的完成时被动态分词单数阳性宾格,修饰前面的 αὐτόν(恺撒)。短语 τό τε σῶμα καὶ τὴν ψυχὴν 为关系宾格(限制宾格)。此处分词并非取“装束”、“整装”之原义,而是引申为身心“受到重创”、“萎靡不振”、“极度衰竭”。
- 512113παραστήσεσθαι
动词 παρίστημι 的将来时中动态不定式。在此处中动态具有使动或及物含义,意为“迫使投降”、“屈服”。其逻辑主语为庞培,宾语 αὐτούς 指科尔尼菲基乌斯及其部众。
