- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:512109-512110
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培设疑兵绕航返回墨西拿,恺撒因海战获胜而于白天公然在陶罗梅尼乌姆登陆,却不料陷入庞培陆海三路大军的突然包围与夹击之中。
τοῦτο μὲν δὴ τῆς ναυμαχίας τέλος ἦν τῆς περὶ Μύλας Ἀγρίππα καὶ Παπίᾳ γενομένης· τὸν δὲ Καίσαρα ὁ Πομπήιος, ὥσπερ ἦν, ὑπολαβὼν ἐς τὸ Ταύρου στρατόπεδον οἴχεσθαι καὶ ἐπιχειρήσειν τῷ Ταυρομενίῳ, μετὰ δεῖπνον εὐθὺς ἐς Μεσσήνην περιέπλει, μέρος ἐν ταῖς Μύλαις ὑπολιπών, ἵνα αὐτὸν ὁ Ἀγρίππας ἔτι παρεῖναι νομίζοι. Ἀγρίππας μὲν δὴ διαναπαύσας τὸν στρατόν, ἐς ὅσον ἤπειγεν, ἐς Τυνδαρίδα ἐνδιδομένην ἔπλει· καὶ παρῆλθε μὲν εἴσω, μαχομένων δὲ λαμπρῶς τῶν φρουρῶν ἐξεώσθη. προσεχώρησαν δʼ ἕτεραι πόλεις αὐτῷ καὶ φρουρὰς ἐδέξαντο· καὶ αὐτὸς ἐπανῆλθεν ἐς Ἱεράν. ὁ δὲ Καῖσαρ ἤδη μὲν ἐς Λευκόπετραν ἐκ τοῦ Σκυλακίου διεπεπλεύκει, μαθὼν ἔτι ἀκριβέστερον, ὅτι ὁ Πομπήιος ἐκ Μεσσήνης ἐς Μύλας οἴχοιτο διʼ Ἀγρίππαν· ἐκ δὲ Λευκοπέτρας ἔμελλε νυκτὸς περᾶν ὑπὲρ τὸν πορθμὸν ἐς τὸ Ταυρομένιον. πυθόμενος δὲ περὶ τῆς ναυμαχίας μετέγνω μὴ κλέπτειν ἔτι τὸν διάπλουν νενικηκώς, ἀλλὰ κατὰ φῶς θαρροῦντι τῷ στρατῷ περαιοῦσθαι· καὶ γὰρ ἔτι πάντως ἡγεῖτο Πομπήιον Ἀγρίππᾳ παραμένειν. κατασκεψάμενος οὖν ἡμέρας τὸ πέλαγος ἐκ τῶν ὀρῶν, ἐπεὶ καθαρὸν ἔγνω πολεμίων, ἔπλει στρατὸν ἔχων, ὅσον αἱ νῆες ἐδέχοντο, Μεσσάλαν ἐπὶ τοῦ λοιποῦ καταλιπών, ἕως ἐπʼ αὐτὸν αἱ νῆες ἐπανέλθοιεν. ἐλθὼν δʼ ἐπὶ τὸ Ταυρομένιον προσέπεμψε μὲν ὡς ὑπαξόμενος αὐτό, οὐ δεξαμένων δὲ τῶν φρουρῶν παρέπλει τὸν ποταμὸν τὸν Ὀνοβάλαν καὶ τὸ ἱερὸν τὸ Ἀφροδίσιον καὶ ὡρμίσατο ἐς τὸν Ἀρχηγέτην, Ναξίων τὸν θεόν, ὡς χάρακα θησόμενος ἐνταῦθα καὶ ἀποπειράσων τοῦ Ταυρομενίου. ὁ δὲ Ἀρχηγέτης Ἀπόλλωνος ἀγαλμάτιόν ἐστιν, ὃ πρῶτον ἐστήσαντο Ναξίων οἱ εἰς Σικελίαν ἀπῳκισμένοι.
这就是阿格里帕与帕皮阿斯在米莱附近进行的海战的结局。然而庞培推测——事实也正是如此——恺撒已前往陶鲁斯的营地并准备向陶罗梅尼乌姆发起进攻,遂在用过晚餐后立即绕航驶向墨西拿,只在米莱留下部分兵力,以便让阿格里帕误以为他仍在那里。阿格里帕在情势紧迫所允许的限度内让军队稍事休整,随后驶向准备投降的廷达里斯;他虽然进入了城内,但在守军的英勇抵抗下被驱逐出城。不过其他一些城镇归顺了他并接纳了驻军;他本人则返回了希耶拉。此时恺撒已从斯库拉基乌姆航行至莱科佩特拉,因他更确切地得知庞培已为了阿格里帕的缘故从墨西拿赶往米莱;他原本打算在夜间从莱科佩特拉横渡海峡前往陶罗梅尼乌姆。但在获悉海战的消息后,他改变了主意,认为既然已获胜,便不必再隐蔽渡海,而应在光天化日之下让士气振奋的军队渡海;因为他仍然坚信庞培依然滞留在阿格里帕对面。于是他白天从山上观察海面,确知没有敌踪后,便率领船只所能容纳的部队启航,留下墨萨拉统领其余部队,直到船只返回接运他们。到达陶罗梅尼乌姆后,他派人劝降,但守军拒绝接纳,他遂驶过奥诺巴拉斯河与阿佛洛狄忒神庙,在纳克索斯人的神灵阿尔刻格忒斯处下锚,打算在那里立营并攻打陶罗梅尼乌姆。这尊阿尔刻格忒斯是阿波罗的小雕像,是迁居西西里的纳克索斯人最早树立起来的。
ἐνταῦθα τῆς νεὼς ἐκβαίνων ὁ Καῖσαρ ὤλισθε καὶ ἔπεσε καὶ ἀνέδραμε διʼ αὑτοῦ. καὶ αὐτῷ καθισταμένῳ ἔτι τὸ στρατόπεδον Πομπήιος ἐπέπλει στόλῳ πολλῷ, θαῦμα ἀδόκητον· ᾤετο γὰρ αὐτὸν ἐκπεπολεμῆσθαι πρὸς Ἀγρίππα. παρήλαυνε δὲ τῷ Πομπηίῳ καὶ ἡ ἵππος, ἐς τάχος διερίζουσα τῷ ναυτικῷ, καὶ τὰ πεζὰ ἑτέρωθεν ἐφαίνετο, ὥστε δεῖσαι μὲν ἅπαντας, ἐν μέσῳ τριῶν στρατῶν πολεμίων γενομένους, δεῖσαι δὲ τὸν Καίσαρα, Μεσσάλαν οὐκ ἔχοντα μεταπέμψασθαι.1 οἱ μὲν οὖν ἱππέες εὐθὺς ἠνώχλουν οἱ Πομπηίου χαρακοποιουμένους ἔτι τοὺς τοῦ Καίσαρος· εἰ δὲ ἐπὶ τοῖς ἱππεῦσιν οἱ πεζοὶ καὶ τὸ ναυτικὸν ἐφώρμησε, τάχα ἄν τι μεῖζον ἐξήνυστο τῷ Πομπηίῳ.2 νῦν δὲ ἀπείρως τε πολέμου, καὶ ὑπʼ ἀγνοίας τοῦ θορύβου τῶν Καίσαρος, καὶ ὄκνου, μὴ μάχης περὶ δείλην ἑσπέραν ἄρχειν,3 οἱ μὲν αὐτῶν ἐς Κόκκυνον ἄκραν ὡρμίσαντο, οἱ πεζοὶ δʼ οὐκ ἀξιοῦντες ἀγχοῦ τῶν πολεμίων στρατοπεδεύειν ἐς Φοίνικα πόλιν ἀνεχώρουν. καὶ νυκτὸς οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ τοῦ Καίσαρος τὸν μὲν χάρακα ἐτέλουν, ὑπὸ δὲ κόπου καὶ ἀγρυπνίας ἐς τὴν μάχην ἐβλάπτοντο. τέλη δʼ ἦν αὐτῷ τρία καὶ ἱππέες χωρὶς ἵππων πεντακόσιοι καὶ κοῦφοι χίλιοι καὶ κληροῦχοι σύμμαχοι χωρὶς καταλόγου δισχίλιοι καὶ ναυτικὴ δύναμις ἐπὶ τούτοις.
恺撒在此下船时滑倒摔在地上,但随即自行爬起。正当他还在安营扎寨时,庞培率领庞大舰队向他驶来,实乃始料未及的惊人异变;因为恺撒以为他已被阿格里帕彻底击败。庞培的骑兵也与海军竞速般疾驰而至,步兵亦从另一侧现身,以致全军陷入恐慌,发现自己被敌人的三支军队夹在当中,而恺撒也因无法召来墨萨拉而惊恐万状。庞培的骑兵随即袭扰仍在修筑营垒的恺撒部下;此时若步兵和海军紧随骑兵之后全力突击,庞培或许能取得更为重大的战果。然而由于缺乏战阵经验,不知晓恺撒军中的混乱,又顾虑在暮色苍茫的黄昏开战,他们的海军在科库农岬角下锚,步兵则认为不宜紧挨着敌人安营而退回福伊尼克斯城。入夜之后,庞培部众安歇休息,恺撒的人马虽然筑成了营垒,却因疲惫和未眠而在面临交战时元气大损。恺撒当时拥有三个军团、五百名无马的骑兵、一千名轻装兵、两千名不在常编制内的退伍殖民同盟兵,此外还有一支海军力量。
- 512110Μεσσάλαν οὐκ ἔχοντα μεταπέμψασθαι
动词 ἔχω 接不定词表示“能够”(possum)。此处与否定词 οὐκ 连用,分词 ἔχοντα 表示状况或原因,意为“无法召来墨萨拉”。
- 512110εἰ δὲ ἐπὶ τοῖς ἱππεῦσιν οἱ πεζοὶ καὶ τὸ ναυτικὸν ἐφώρμησε, τάχα ἄν τι μεῖζον ἐξήνυστο τῷ Πομπηίῳ
过去的与事实相反的条件句(反事实条件句)。条件从句中的主动态不定过去时直陈式动词 ἐφώρμησε 采用单数,是因为与邻近的主语 τὸ ναυτικόν(中性单数)就近一致。主句使用 ἄν 搭配过去完成时直陈式 ἐξήνυστο,表示过去未能实现的完成状态(“本就已达成了”)。
- 512110ὄκνου, μὴ μάχης περὶ δείλην ἑσπέραν ἄρχειν
由名词 ὄκνος(犹豫、顾虑)所引出的 μὴ 搭配不定词结构。表示忧虑、畏缩或阻碍的名词/动词后,常接带有虚词 μή 的不定词,意为“顾虑/迟疑于做某事”。
