- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:511106-511108
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格里帕在米莱海域迎击庞培的主力舰队;双方依据各自舰只与兵员特征展开激战,阿格里帕最终将敌军逼退至浅滩,而庞培则嘉奖顽强坚守的部下,并筹划在海峡中反戈一击。
Ἀγρίππας δʼ ἔτι νυκτὸς ἐξ Ἱερᾶς ἀνήγετο ταῖς ἡμίσεσι τῶν νεῶν ὡς Παπίᾳ μόνῳ ναυμαχήσων. ἐπεὶ δὲ καὶ τὰς Ἀπολλοφάνους εἶδε καὶ τὰς ἑβδομήκοντα ἑτέρωθι, Καίσαρι μὲν αὐτίκα ἐδήλου Πομπήιον ἐπὶ τῶν Μυλῶν εἶναι σὺν τῷ πλέονι ναυτικῷ, τὰς δὲ βαρείας αὐτὸς ἦγε κατὰ μέσον καὶ τὸν ἄλλον στόλον ἐξ Ἱερᾶς ἐκάλει κατὰ σπουδήν· ἐσκεύαστο δʼ ἀμφοτέροις πάντα λαμπρῶς, καὶ πύργους ἐπὶ τῶν νεῶν εἶχον κατά τε πρῷραν καὶ κατὰ πρύμναν. ὡς δὲ αὐτοῖς αἵ τε παρακελεύσεις, οἵας εἰκὸς ἦν, ἐγεγένηντο καὶ τὰ σημεῖα κατὰ ναῦν ἦρτο, ἐξώρμων ἐπʼ ἀλλήλους, οἱ μὲν κατὰ μέτωπον, οἱ δʼ ἐς περικύκλωσιν, σύν τε βοῇ καὶ ῥοθίῳ νεῶν καὶ καταπλήξει ποικίλῃ. ἦν δὲ καὶ τὰ σκάφη Πομπηίῳ μὲν βραχύτερα καὶ κοῦφα καὶ ὀξέα ἐς τὰς ἐφορμήσεις τε καὶ περίπλους, καίσαρι δὲ μείζω καὶ βαρύτερα καὶ παρʼ αὐτὸ1 καὶ βραδύτερα, βιαιότερα δὲ ὅμως ἐμπεσεῖν καὶ τρωθῆναι δυσπαθέστερα. τῶν τε ἀνδρῶν οἱ μὲν ναυτικώτεροι τῶν Καίσαρος ἦσαν, οἱ δὲ σθεναρώτεροι·2 καὶ κατὰ λόγον οἱ μὲν οὐκ ἐμβολαῖς, ἀλλὰ μόναις περιόδοις ἐπλεονέκτουν, καὶ ταρσοὺς τῶν μειζόνων ἢ πηδάλια ἀνέκλων ἢ κώπας ἀνέκοπτον ἢ ἀπεχώριζον ὅλως τὰ σκάφη καὶ ἔβλαπτον ἐμβολῆς οὐχ ἥσσονα·3 οἱ δὲ τοῦ Καίσαρος αὐτὰς ἐμβολαῖς ὡς βραχυτέρας ἀνέκοπτον ἢ κατέσειον ἢ διερρήγνυον καί, ὅτε συμπλακεῖεν, ἔβαλλόν τε ὡς ταπεινοτέρας ἀφʼ ὑψηλοῦ καὶ κόρακας ἢ χεῖρας σιδηρᾶς εὐκολώτερον ἐπερρίπτουν. οἱ δὲ ὅτε βιασθεῖεν, ἐξήλλοντο ἐς τὸ πέλαγος. καὶ τούσδε μὲν τὰ ὑπηρετικὰ τοῦ Πομπηίου περιπλέοντα ἀνελάμβανεν, ὁ δὲ Ἀγρίππας ἵετο μάλιστα εὐθὺ τοῦ Παπίου καὶ αὐτῷ κατὰ τὴν ἐπωτίδα ἐμπεσὼν κατέσεισε τὴν ναῦν καὶ ἐς τὰ κοῖλα ἀνέρρηξεν· ἡ δὲ τούς τε ἐν τοῖς πύργοις ἀπεσείσατο καὶ τὴν θάλασσαν ἀθρόως ἐδέχετο, καὶ τῶν ἐρετῶν οἱ μὲν θαλαμίαι πάντες ἀπελήφθησαν, οἱ δʼ ἕτεροι τὸ κατάστρωμα ἀναρρήξαντες ἐξενήχοντο. Παπίας δὲ ἐς τὴν παρορμοῦσαν ἀναληφθεὶς αὖθις ἐπῄει τοῖς πολεμίοις. καὶ ὁ Πομπήιος ἐξ ὄρους ἐφορῶν τὰς μὲν ἰδίας μικρὰ ἐπωφελούσας καὶ ψιλουμένας τῶν ἐπιβατῶν, ὅτε συμπλακεῖεν, Ἀγρίππᾳ δὲ τὸν ἕτερον στόλον ἐξ Ἱερᾶς προσπλέοντα, ἀναχωρεῖν ἐσήμηνε σὺν κόσμῳ. καὶ ἀνεχώρουν ἐπιόντες τε καὶ ἀναστρέφοντες ἀεὶ κατʼ ὀλίγον. Ἀγρίππα δʼ ἐπιβαρήσαντος αὐτοῖς ἔφευγον, οὐκ ἐς τοὺς αἰγιαλούς, ἀλλʼ ὅσα τῆς θαλάσσης οἱ ποταμοὶ τεναγώδη πεποιήκεσαν.
阿格里帕尚在夜间便率领半数战船从希耶拉起航,意图仅与帕皮阿斯决战于海上。但他不仅看到阿波罗法内斯的战船,还看到停泊在别处的七十艘战船,遂立即向恺撒报告庞培率领其主力舰队驻于米莱,自己则亲自率领重型战船居中挺进,并火速召集留在希耶拉的其余舰队。双方均整备周全、军容壮盛,且船首与船尾皆架设了木塔。在各自按常例完成了战前激励、各船升起信号之后,双方伴随着呐喊声、战船击浪的轰鸣与形形色色的震慑之势相互冲锋,有的径直迎面冲撞,有的则企图实施包围。庞培一方的船体更短、更轻,在冲击与迂回回转时极为敏捷;恺撒一方的船只则更大、更重,正因如此也更为迟缓,但冲撞时力道更为凶猛,且更不易受损。人员方面,庞培的水兵比恺撒的更加精于舟楫,恺撒的兵士则更为孔武强健;相应地,前者不在正面撞击上占优,而仅凭迂回包抄见长,折断大型战船的桨排或舵,削断船桨,乃至彻底孤立敌船,所造成的毁伤绝不下于正面冲撞;而恺撒的士兵则借〔敌方〕船只较短之机以冲角阻击、震撼或撞裂敌船,且每逢接舷缠斗,便因敌船较低而居高临下投掷矢石,并更容易抛掷乌鸦吊桥或铁抓钩。庞培部下一旦被制服,便纵身跃入海中,庞培四处游弋的辅助轻舟则将其救起。阿格里帕尤其径直冲向帕皮阿斯,撞击其船首护木,震荡整艘战船,并将其下层船舱撞裂。该船震落了塔楼上的士兵,海水顿时倾泻而入;底舱桨手全部被困其中,其余桨手则砸穿甲板泅水逃生。帕皮阿斯被附近停泊的战船救起后,再次向敌军进攻。庞培从山上俯瞰,见己方战船难有作为,且每当接舷缠斗时舰载水兵便损失殆尽,又见阿格里帕从希耶拉赶来的另一支舰队正扬帆驶近,遂下令有序撤退。他们便在一边进击一边微调转向中徐徐退却;但随着阿格里帕全力猛压,他们不是逃往海滩,而是逃入河流在海中冲积形成的沙洲浅滩。
καὶ Ἀγρίππας, κωλυόντων αὐτὸν τῶν κυβερνητῶν μεγάλαις ναυσὶν ἐς ὀλίγον ὕδωρ ἐπιπλεῖν, πελάγιος ἐπʼ ἀγκυρῶν ἐσάλευεν ὡς ἐφορμιούμενος τοῖς πολεμίοις καὶ νυκτομαχήσων, εἰ δέοι. τῶν φίλων δʼ αὐτῷ παραινούντων μὴ ἀλόγῳ θυμῷ συμφέρεσθαι μηδὲ τὸν στρατὸν ἐκτρύχειν ἀγρυπνίᾳ καὶ πόνῳ μηδὲ πιστεύειν πολυχείμωνι θαλάσσῃ, μόλις ἑσπέρας ἀνεζεύγνυε. καὶ οἱ Πομπηιανοὶ ἐς τοὺς λιμένας παρέπλεον, τριάκοντα μὲν τῶν σφετέρων νεῶν ἀποβαλόντες, πέντε δὲ καταδύσαντες τῶν πολεμίων καὶ βλάψαντες ἄλλα ἱκανὰ καὶ βλαβέντες ὅμοια. καὶ αὐτοὺς ὁ Πομπήιος ἐπαινῶν, ὅτι τηλικαύταις ναυσὶν ἀντέσχον, τειχομαχῆσαι μᾶλλον ἔφασκεν ἢ ναυμαχῆσαι καὶ ὡς νενικηκότας ἐδωρεῖτο, καὶ ἐπήλπιζεν ἐν τῷ πορθμῷ διὰ τὸν ῥοῦν κουφοτέρους ὄντας περιέσεσθαι καὶ αὐτὸς ἔφη τι προσθήσειν ἐς τὸ τῶν νεῶν ὕψος.
阿格里帕因舵手们竭力劝阻其以大型战船驶入浅水,遂停泊于外海下锚待命,准备封锁敌军,并在必要时打夜战。但由于友人劝诫他切勿任由盲目激情支配,亦不可令军队因无眠与劳苦而筋疲力尽,更不可轻信风暴频仍的海洋,他方在傍晚时分勉强拔锚撤退。庞培军则沿海航行驶入港湾,他们损失了己方三十艘战船,击沉敌舰五艘,重创其他相当数量的战船,自身亦承受了同等的损害。庞培赞扬他们顶住了如此庞大的巨舰,称他们进行的与其说是海战,毋宁说是一场攻城战,并如同获胜般奖赏了他们;他又给予他们希望,声称在海峡中由于水流湍急,更轻便的他们必将占据上风,并表示自己也将为战船加高船身。
- 511106παρʼ αὐτὸ
介词 παρά 连带中性单数宾格代词 αὐτό 表示原因(“正因如此”、“因而”)。此处并非指空间上的临近或比较,而是表明前文恺撒战船“更大更重”(μείζω καὶ βαρύτερα)这一特征构成了其行动较为迟缓(βραδύτερα)的直接原因。
- 511106τῶν ἀνδρῶν οἱ μὲν ναυτικώτεροι τῶν Καίσαρος ἦσαν, οἱ δὲ σθεναρώτεροι
句首的 τῶν ἀνδρῶν 为表示总体的部分属格。受其限定的 οἱ μέν(承接前文指庞培的水兵)与 οἱ δέ(恺撒的士兵)构成对比主语。此外,τῶν Καίσαρος 是由比较级 ναυτικώτεροι 所支配的比较属格,省略了中心名词(即 τῶν ἀνδρῶν)。
- 511106ἔβλαπτον ἐμβολῆς οὐχ ἥσσονα
ἐμβολῆς 是由比较级 οὐχ ἥσσονα 支配的比较属格。中性复数宾格 οὐχ ἥσσονα 用作动词 ἔβλαπτον 的状语性(内动宾格)补足语,表示受损的程度(“造成不下于冲撞的损害”)。
