- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:51197-51199
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒、雷必达与托罗斯从三路向西西里发动协同海上进攻,但舰队在出海不久后便遭遇狂暴飓风并遭受重创。恺撒妥善处置伤亡与海损,安抚后方人心,并迅速修缮战船准备发起第二次出征。
ἔμελλε δʼ ὁ μὲν Καῖσαρ ἐκ Δικαιαρχείας, ὁ δὲ Λέπιδος ἐκ Λιβύης, Ταῦρος δʼ ἐκ Τάραντος ἐπιπλευσεῖσθαι τῇ Σικελίᾳ, ὡς ἂν αὐτὴν ἐξ ἠοῦς ὁμοῦ καὶ δύσεως καὶ μεσημβρίας περιλάβοιεν. καὶ τῆς ἀναγωγῆς τοῦ Καίσαρος ἡ ἡμέρα προείρητο πᾶσι, καὶ ἦν δεκάτη τροπῶν θερινῶν, ἥν τινα Ῥωμαῖοι νουμηνίαν ἔχουσι τοῦ μηνός, ὃν ἐπὶ τιμῇ τοῦ Καίσαρος τοῦ προτέρου Ἰούλιον ἀντὶ Κυιντιλίου καλοῦσι. τήνδε μὲν ὁ Καῖσαρ ὥρισε τὴν ἡμέραν, αἰσιούμενος ἴσως διὰ τὸν πατέρα νικηφόρον αἰεὶ γενόμενον· ὁ δὲ Πομπήιος Λεπίδῳ μὲν ἀντέταττε Πλένιον ἐν Λιλυβαίῳ, τέλος ὁπλιτῶν ἔχοντα καὶ ἄλλο πλῆθος ἐσκευασμένον κούφως, τὴν δὲ πρὸς ἕω καὶ δύσιν ἀκτὴν τῆς Σικελίας πᾶσαν ἐφρούρει, καὶ νήσους μάλιστα Λιπάραν τε καὶ Κοσσύραν, ἵνα μήτε Κοσσύρα Λεπίδῳ μήτε Λιπάρα Καίσαρι ἐνορμίσματα ἢ ναύσταθμα γένοιτο εὔκαιρα ἐπὶ τῇ Σικελίᾳ. τὸ δʼ ἄριστον τοῦ ναυτικοῦ ἐν Μεσσήνῃ συνεῖχεν ἐπεδρεῦον ὅπῃ δεήσειεν.
恺撒原定从迪凯阿尔基亚出航,雷必达从利比亚,托罗斯从塔伦图姆进攻西西里,以便同时从东方、西方和南方对其形成合围之势。恺撒出航之日已预先通告全军,正是夏至后的第十日,即罗马人为纪念先前的恺撒而改称为尤利乌斯月(取代昆提利斯月)的那一月的新月之日。恺撒选定这一天,或许是借其战无不胜的养父之名讨个吉兆。庞培方面则派遣普伦纽斯驻守莉莉贝姆以对抗雷必达,麾下有一支重装军团及大批轻装军;同时把守西西里的整个东西海岸,尤其是利帕拉岛和科苏拉岛,以免科苏拉成为雷必达、利帕拉成为恺撒进攻西西里的便利锚地或基地。庞培将其海军精锐集结在梅萨纳,静候指令,伺机而动。
οὕτω μὲν ἑκάτεροι παρασκευῆς εἶχον, γενομένης δὲ τῆς νουμηνίας ἀνήγοντο πάντες ἅμα ἠοῖ, Λέπιδος μὲν ἐκ Λιβύης χιλίαις ὁλκάσι καὶ μακραῖς ἑβδομήκοντα καὶ τέλεσι στρατοῦ δυώδεκα καὶ ἱππεῦσι Νομάσι πεντακισχιλίοις καὶ ἑτέρᾳ παρασκευῇ πολλῇ, Ταῦρος δʼ ἐκ Τάραντος ταῖς Ἀντωνίου ναυσὶν ἐξ ἑκατὸν καὶ τριάκοντα δύο μόναις καὶ ἑκατόν, ἐπεὶ τῶν λοιπῶν οἱ ἐρέται χειμῶνος ἐτεθνήκεσαν, ὁ δὲ Καῖσαρ ἐκ Δικαιαρχείας, θύων ἅμα καὶ σπένδων ἀπὸ τῆς ναυαρχίδος νεὼς ἐς τὸ πέλαγος ἀνέμοις εὐδίοις καὶ Ἀσφαλείῳ Ποσειδῶνι καὶ ἀκύμονι θαλάσσῃ, συλλήπτορας αὑτῷ κατὰ ἐχθρῶν πατρῴων γενέσθαι.1 πρόπλοι δʼ αὐτῷ τινες τοὺς μυχοὺς τῆς θαλάσσης διηρεύνων, καὶ Ἄππιος μετὰ πλήθους νεῶν ὀπισθοφυλακῶν εἵπετο. τρίτῃ δὲ τῆς ἀναγωγῆς ἡμέρᾳ νότος ἐμπεσὼν Λεπίδου μὲν ὁλκάδας ἀνέτρεψε πολλάς, ὡρμίσθη δὲ ὅμως ἐς Σικελίαν καί, Πλένιον ἐν Λιλυβαίῳ πολιορκῶν, τινὰς τῶν πόλεων ὑπήγετο καὶ ἑτέρας ἐβιάζετο· ταῦρος δὲ ἀρχομένου τοῦ πνεύματος ἐς Τάραντα ἐπαλινδρόμει. Ἀππίου δʼ ἄρτι τὸ Ἀθηναῖον ἄκρον περιπλέοντος αἱ μὲν συνετρίβοντο τῶν νεῶν ἀμφὶ ταῖς πέτραις, αἱ δʼ ἐς τέλματα ἐξώκελλον ὑπὸ ῥύμης, αἱ δὲ καὶ διερρίφησαν οὐκ ἀσινεῖς. ὁ δὲ Καῖσαρ ἀρχομένου μὲν τοῦ χειμῶνος ἐς τὸν Ἐλεάτην κόλπον ἐρυμνὸν ὄντα συμπεφεύγει, χωρὶς ἑξήρους μιᾶς, ἣ περὶ τῇ ἄκρᾳ διελύθη· λιβὸς δὲ τὸν νότον μεταλαβόντος ὁ κόλπος ἐκυκᾶτο, ἐς τὴν ἑσπέραν ἀνεῳγμένος, καὶ οὔτε ἐκπλεῦσαι δυνατὸν ἦν ἔτι πρὸς ἐναντίον τοῦ κόλπου τὸ πνεῦμα, οὔτε κῶπαι κατεῖχον οὔτε ἄγκυραι, ἀλλʼ ἐς ἀλλήλας ἢ ἐς τὰς πέτρας ἐνηράσσοντο αἱ νῆες. καὶ νυκτὸς ἦν ἔτι τὸ δεινὸν ἀτοπώτερον.
双方部署停当后,新月一至,各军便在拂晓时分同时出海:雷必达从利比亚率领一千艘运输船、七十艘战船、十二个军团、五千名努米底亚骑兵及大批军备;托罗斯从塔伦图姆仅率领安东尼的一百三十艘船中的一百零二艘出征,因其余船只的桨手皆已在冬日亡故;恺撒则从迪凯阿尔基亚出海,在旗舰上向外海杀牲献祭、倾倒奠酒,祭告柔顺的风神、护佑之神波塞冬和无浪的大海,祈求神明襄助自己讨伐其父的仇敌。前哨船只先行探察海上各处海湾,阿庇乌斯则率领大批战船殿后跟进。然而出海第三日,南风大作,倾覆了雷必达的大批运输船;但他仍设法在西西里靠岸,围困莉莉贝姆的普伦纽斯,降服了若干城镇,并以武力攻克了其他城镇。托罗斯在暴风初起时便退回塔伦图姆。而阿庇乌斯正率军绕过雅典娜岬角时,有的战船在礁石旁被撞碎,有的在风浪冲击下搁浅于滩涂,还有的船只被吹散受损。恺撒在风暴初起时退入地形险要的埃利亚湾避险,仅损失了一艘在岬角处解体的六列桨船;但当南风转为西南风后,由于该湾向西敞开,湾内狂涛翻滚,既不可能迎着吹入海湾的风逆向驶出,桨橹与铁锚亦无法稳固船只,战船遂相互撞击或撞向岩石。入夜之后,险境愈发可怖。
ἐνδόντος δέ ποτε τοῦ κακοῦ τὰ νεκρὰ ἔθαπτεν ὁ Καῖσαρ, καὶ τοὺς τραυματίας ἐθεράπευε, καὶ τοὺς ἐκνέοντας ἐνέδυε, καὶ ὥπλιζεν ἑτέροις ὅπλοις, καὶ τὸν στόλον ἅπαντα ἐκ τῶν ἐνόντων ἀνελάμβανε. διεφθάρατο δʼ αὐτῷ νῆες βαρεῖαι μὲν ἕξ, κουφότεραι δὲ ἓξ καὶ εἴκοσι, λιβυρνίδες δὲ ἔτι πλείους. καὶ ἐς τάδε διορθούμενα2 τριάκοντα ἡμέρας ἀναλώσειν ἔμελλεν, ἤδη τοῦ θέρους προκόπτοντος· ὅθεν ἦν ἄριστον αὐτῷ τὸν πόλεμον ἐς τὸ μέλλον θέρος ἀναβαλέσθαι. ἐνοχλουμένου δὲ τοῦ δήμου ταῖς ἀπορίαις, ἐπεσκεύαζε τὰς ναῦς ἐς τὴν γῆν ἀνέλκων μετὰ ἐπείξεως καὶ τὰ πληρώματα τῶν διεφθαρμένων ἐς τὰς παρὰ Ταύρῳ ναῦς κενὰς ἐξέπεμπεν. ὡς δὲ ἐπὶ συμφορᾷ μείζονι,3 Μαικήναν μὲν ἐς Ῥώμην ἐξέπεμπε διὰ τοὺς ἐπτοημένους ἔτι πρὸς τὴν μνήμην Πομπηίου Μάγνου· οὐ γὰρ αὐτοὺς ἐξέλιπεν ἡ δόξα τοῦ ἀνδρὸς τούτου· τοὺς δὲ κληρούχους αὐτὸς ἀνὰ τὴν Ἰταλίαν ἐπέτρεχε καὶ ἐκ τοῦ φόβου τῶν γεγονότων ἀνελάμβανε. διέδραμε δὲ καὶ ἐς Τάραντα καὶ τὸ ναυτικὸν εἶδε τὸ ὑπὸ Ταύρῳ, καὶ ἐς Ἱππώνειον ἦλθε καὶ τὰ πεζὰ παρηγόρησε καὶ τὴν τῶν νεῶν ἐπισκευὴν ἐπέσπερχεν. καὶ πλησίον ἦν ἤδη καὶ ὁ δεύτερος ἐς Σικελίαν ἐπίπλους.
待风暴终于平息,恺撒便掩埋死者,救治伤员,为游水逃生者穿上衣物,重新分发武器武装他们,并利用现有的一切条件全面整修舰队。他损失了六艘重型船、二十六艘较轻的战船,利伯尼亚轻舟损毁的则更多。整修这些船只预计耗时三十日,而此时入夏已深;按理他最好将战事推迟至来年夏天。但由于罗马民众备受匮乏困扰,他便火速将战船拖上海岸大加修缮,并将损毁船只的船员调配至托罗斯麾下的空置船只上。仿佛面对更大的灾祸一般,他鉴于人们心中对庞培大帝的记忆仍存悸动与向往——盖因那位伟人的声望在人们心中从未泯灭——遂遣麦凯纳斯前往罗马;他本人则奔走走访意大利各处的殖民者,抚慰他们摆脱变故引发的惶恐。他还亲赴塔伦图姆检阅托罗斯统领的水军,又前往希波尼乌姆抚慰步兵,督促修缮战船。第二次进军西西里的海上行动已然迫在眉睫。
- 51198συλλήπτορας αὑτῷ κατὰ ἐχθρῶν πατρῴων γενέσθαι
该不定词短语附属于前面的分词短语 θύων ἅμα καὶ σπένδων(一边献祭一边倾倒奠酒),暗含祈祷动词(如 εὐχόμενος),用带不定词的宾格结构表达向诸神祈愿的内容,即祈求诸神成为他讨伐其父仇敌的襄助者。
- 51199ἐς τάδε διορθούμενα
介词 ἐς 与被动现在分词中性复数宾格 διορθούμενα 的结合,字面意为“针对这些被修复之事”,相当于动名词式表达(“在修缮这些船只上”),作为动词短语 ἀναλώσειν ἔμελλεν 所耗费时间的对象。
- 51199ὡς δὲ ἐπὶ συμφορᾷ μείζονι
连词 ὡς 与介词短语 ἐπὶ συμφορᾷ μείζονι(“面对更大的灾祸”)相结合,意为“仿佛面对更大的变故/灾难一般”,描绘了恺撒在遭受海难后高度戒备的心态,解释了他为何随即派遣麦凯纳斯前往罗马维稳并亲自巡视殖民地。
