← 阿庇安

内战记

§51094-51096

塔兰托协议与阿格里帕执掌舰队

恺撒与安东尼互示极大信任并达成和解,交换了舰船与陆军,并擅自将三头统治任期延长五年。随后,因梅诺多鲁斯率七艘战船再度反叛重归庞培,恺撒遂任命阿格里帕接替海军统帅一职,并在出征前为整支舰队举行了庄严的净除仪式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51094

κατὰ δαίμονα δʼ ἀμφοτέρων προσιόντων τῷ ῥεύματι, Ἀντώνιος ἐκ τῆς ἀπήνης καταθορὼν ἔς τι τῶν παρορμούντων σκαφῶν ἐσήλατο μόνος καὶ ἐπέρα πρὸς τὸν Καίσαρα, πιστεύων ὡς φίλῳ. καὶ ὁ Καῖσαρ ἰδὼν ἀντεμιμεῖτο, καὶ ξυμβάλλουσιν ἀλλήλοις κατὰ τὸ ῥεῦμα καὶ διήριζον, ἑκάτερος ἐκβῆναι βουλόμενος ἐς τὴν ὄχθην τοῦ ἑτέρου. ἐνίκα δὲ ὁ Καῖσαρ, ὡς καὶ πρὸς τὴν Ὀκταουίαν ἥξων ἐς Τάραντα, ἐπί τε τῆς ἀπήνης Ἀντωνίου συνήδρευεν αὐτῷ καὶ ἐν Τάραντι ἐς τὴν καταγωγὴν αὐτοῦ παρῆλθέ τε ἀφύλακτος καὶ τὴν νύκτα ὁμοίως ἀνεπαύετο χωρὶς δορυφόρων παρʼ αὐτῷ. τὰ δʼ ὅμοια καὶ παρʼ Ἀντωνίου τῆς ἐπιούσης ἐπεδείκνυτο. οὕτως αὐτοῖς ἦν συνεχὴς ἡ μεταβολή, πρός τε τὰς ὑπονοίας διὰ φιλαρχίαν καὶ ἐς τὰς πίστεις ὑπὸ χρείας.

或因神明撮合,当二人同时临近溪流时,安东尼从马车上一跃而下,独自跳入近旁泊着的一艘小艇,出于对朋友的信任径直划向恺撒。恺撒见状亦如法仿效,二人在溪流中央相遇并互相争执,彼此都希望在对方的岸上登陆。最终恺撒占了上风,因他尚有前往塔伦图姆探望屋大维娅之由;他便登上安东尼的马车与他并坐,且在塔伦图姆毫无防备地步入安东尼的寓所,入夜后亦同样不带侍卫在彼处安歇。次日安东尼亦展现出同样的信赖。他们二人便如此频繁地在因贪恋权柄而生的猜忌与因形势所迫而成的信赖之间摇摆交替。

§51095

τὸν μὲν οὖν ἐπίπλουν τὸν ἐπὶ Πομπήιον ὁ Καῖσαρ ἐς νέωτα1 ἀνεβάλλετο· ὁ δʼ Ἀντώνιος ἐπιμένειν διὰ Παρθυαίους οὐ δυνάμενος, ἀντέδοσαν ὅμως ἀλλήλοις, Καίσαρι μὲν ὁ Ἀντώνιος ναῦς ἑκατὸν εἴκοσιν, ἃς αὐτίκα πέμψας εἰς Τάραντα παρέδωκεν, Ἀντωνίῳ δὲ ὁ Καῖσαρ δισμυρίους Ἰταλοὺς ὁπλίτας, οὓς ἐπιπέμψειν ὑπισχνεῖτο· ἐδωρήσατο δὲ καὶ Ὀκταουία τὸν ἀδελφόν, αἰτήσασα παρʼ Ἀντωνίου, δέκα φασήλοις τριηριτικοῖς, ἐπιμίκτοις ἔκ τε φορτίδων νεῶν καὶ μακρῶν, καὶ τὴν Ὀκταουίαν ὁ Καῖσαρ χιλίοις λογάσι σωματοφύλαξιν, οὓς ἐπιλέξαιτο Ἀντώνιος. ἐπεὶ δὲ ὁ χρόνος αὐτοῖς ἔληγε τῆς ἀρχῆς, ἣ τοῖς τρισὶν ἐψήφιστο ἀνδράσιν, ἑτέραν ἑαυτοῖς ὥριζον πενταετίαν, οὐδὲν ἔτι τοῦ δήμου δεηθέντες. οὕτω μὲν οὖν διεκρίθησαν ἀπʼ ἀλλήλων, καὶ ὁ Ἀντώνιος εὐθὺς ἐς τὴν Συρίαν ἠπείγετο, τὴν Ὀκταουίαν παρὰ τῷ ἀδελφῷ καταλιπὼν μετὰ θυγατρὸς ἤδη γενομένης αὐτοῖς.

于是恺撒将进攻庞培的海上出征推迟至来年;而安东尼因帕提亚战事难以久留,但二人仍互换了军备:安东尼给恺撒一百二十艘战船,并立即派人送至塔伦图姆交割;恺撒则许诺调遣两万名意大利重装步兵给安东尼。屋大维娅向安东尼求情后,亦赠予胞弟十艘三列桨级的快船——一种兼具商船与战船形制的船只;恺撒则赠予屋大维娅千名精选卫士,由安东尼亲自挑拣。鉴于法令授予三巨头的任期即将届满,二人未再向民众征询,便自行将任期再展延五年。二人遂就此分道扬镳,安东尼随即将屋大维娅连同二人已育的一女留于其胞弟处,自己匆匆赶赴叙利亚。

§51096

Μηνόδωρος δέ, εἴτε τις ὢν φύσει παλιμπροδότης εἴτε δείσας τήν ποτε ἀπειλὴν Ἀντωνίου, ἀπάξειν αὐτὸν εἰπόντος ὡς ἀνδράποδον πολεμοποιόν, εἴτε ἐλασσόνων ἀξιοῦσθαι νομίζων παρʼ ἃ προσεδόκησεν, εἴτε τῶν ἄλλων αὐτὸν ἐξελευθέρων τοῦ Πομπηίου συνεχῶς ὀνειδιζόντων ἐς ἀπιστίαν δεσπότου καὶ παρακαλούντων ἐπανελθεῖν Μενεκράτους ἀποθανόντος, πίστιν αἰτήσας καὶ λαβὼν ηὐτομόλησε πρὸς Πομπήιον σὺν ἑπτὰ ναυσί, Καλουίσιον τὸν ναύαρχον τοῦ Καίσαρος διαλαθών. ἐφʼ ᾧ2 τὸν Καλουίσιον ὁ Καῖσαρ ἀπέλυσε τῆς ναυαρχίας καὶ ἀντικατέστησεν Ἀγρίππαν. ἐπεὶ δʼ ἕτοιμος ἦν ὁ στόλος, ἐκάθαιρεν αὐτὸν ὁ Καῖσαρ ὧδε. οἱ μὲν βωμοὶ ψαύουσι τῆς θαλάσσης, καὶ ἡ πληθὺς αὐτοὺς περιέστηκε κατὰ ναῦν μετὰ σιωπῆς βαθυτάτης· οἱ δὲ ἱερουργοὶ θύουσι μὲν ἑστῶτες ἐπὶ τῇ θαλάσσῃ καὶ τρὶς ἐπὶ σκαφῶν περιφέρουσιν ἀνὰ τὸν στόλον τὰ καθάρσια, συμπεριπλεόντων αὐτοῖς τῶν στρατηγῶν καὶ ἐπαρωμένων ἐς τάδε τὰ καθάρσια, ἀντὶ τοῦ στόλου, τὰ ἀπαίσια τραπῆναι.3 νείμαντες δὲ αὐτά, μέρος ἐς τὴν θάλασσαν ἀπορρίπτουσι καὶ μέρος ἐς τοὺς βωμοὺς ἐπιθέντες ἅπτουσι, καὶ ὁ λεὼς ἐπευφημεῖ. οὕτω μὲν Ῥωμαῖοι τὰ ναυτικὰ καθαίρουσιν.

然而梅诺多鲁斯——或是生性反复叛易,或是畏惧安东尼往昔声称要将他视作挑起战端的奴隶押走的威胁,或是自认所受礼遇不及预期,抑或是因庞培的其他获释奴隶不断斥责他对主人不忠、并以梅内克拉特斯已死劝其归附——在求得安全保证后,瞒过恺撒的舰队将领卡尔维休斯,率领七艘战船叛投庞培。恺撒因此解除了卡尔维休斯的指挥权,改由阿格里帕接替。 待舰队齐备后,恺撒依下述仪式为其举行净除礼。祭坛临水而立,全军肃立于战船之上,在极深的静默中环绕四周。主祭人员立于海滨宰杀牺牲,乘小艇载着净除牲礼绕巡舰队三周,众将领亦乘船同巡,并祈告凶兆转嫁于这些牺牲之上,而不落于舰队之身。随后将牲礼分劈,一部分投入大海,另一部分置于祭坛上点火焚烧,众军欢呼称颂。罗马人即以此礼涤净水军。

语法注3 条
  1. 51095ἐς νέωτα

    时间副词性习语,意为“至来年”或“推迟到第二年”(源自 νέος 与 ἔτος 的融合形式 νέωτα)。在此指恺撒将讨伐庞培的进军推迟至下一年。

  2. 51096ἐφʼ ᾧ

    在此用作原因或结果连词,相当于 διό 或 ἐπὶ τούτῳ ὅτι(“因此”、“鉴于此事”),承接前文卡尔维休斯疏忽致使梅诺多鲁斯逃脱一事。此处不取带不定词表示条件(“在……条件下”)的常见用法,而是接直陈式过去时(ἀπέλυσε)以陈述既成事实。

  3. 51096ἐπαρωμένων ἐς τάδε τὰ καθάρσια, ἀντὶ τοῦ στόλου, τὰ ἀπαίσια τραπῆναι

    表示祈求或禳解的动词 ἐπαράομαι 后接带宾格的不定词结构:主语宾格为 τὰ ἀπαίσια(“凶兆、厄运”),动词为不定词 τραπῆναι(“被转嫁”)。介词短语 ἐς τάδε τὰ καθάρσια(“转向这些净除牺牲”)与 ἀντὶ τοῦ στόλου(“替代舰队”)均修饰 τραπῆναι,准确表达了以牺牲替罪禳灾的宗教仪式内涵。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:51094-51096