← 阿庇安

内战记

§511100-511102

庞培的懈怠与梅诺多罗斯的再度归顺

庞培将敌船遭难视作神助而骄傲懈怠未加追击,在惊悉恺撒迅速重建舰队后遣梅诺多罗斯出袭;梅诺多罗斯大肆劫掠展示实力后,再度密谋并成功倒戈归顺恺撒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§511100

ὁ δὲ Πομπήιος οὐδʼ ἐπὶ τοιᾷδε εὐκαιρίᾳ τοσοῖσδε ναυαγίοις ἐπιχειρεῖν ἠξίου, ἀλλʼ ἔθυε μόνον θαλάσσῃ καὶ Ποσειδῶνι καὶ υἱὸς αὐτῶν ὑφίστατο καλεῖσθαι, πειθόμενος οὐκ ἄνευ θεοῦ δὶς οὕτω θέρους πταῖσαι τοὺς πολεμίους. φασὶ δʼ αὐτόν, ὑπὸ τῶνδε χαυνούμενον, καὶ τὴν συνήθη τοῖς αὐτοκράτορσι χλαμύδα ἐκ φοινικῆς ἐς κυανῆν μεταλλάξαι, εἰσποιούμενον ἄρα ἑαυτὸν τῷ Ποσειδῶνι. ἐλπίσας δʼ ἀναζεύξειν τὸν Καίσαρα, ὡς ἐπύθετο ναυπηγούμενόν τε καὶ ἐπιπλευσούμενον αὖθις αὐτοῦ θέρους, ἐξεπλήσσετο μὲν ὡς ἀμάχῳ γνώμῃ καὶ παρασκευῇ πολεμῶν,1 Μηνόδωρον δὲ μετὰ νεῶν ἑπτὰ ὧν ἤγαγεν ἔπεμπε κατασκεψόμενον τὰ νεώλκια τοῦ Καίσαρος καὶ δράσοντα, ὅ τι καὶ δύναιτο. ὁ δὲ καὶ τέως ἀχθόμενος οὐκ ἀποδοθείσης αὐτῷ τῆς ναυαρχίας καὶ τότε αἰσθόμενος, ὅτι σὺν ὑποψίᾳ μόνων ἠξίωτο ὧν ἤγαγε νεῶν, ἐπεβούλευεν αὖθις αὐτομολίαν.

然而庞培即便面对如此良机,也未曾想过去袭击那大批受损船只,仅向大海与波塞冬献祭,并欣然自命为他们的子嗣,坚信若非神明庇佑,敌军决不可能在同一个夏天接连两次遭遇这般惨败。据说他因这些变故而狂妄自满,甚至将统帅惯常穿戴的猩红色披风改换为深蓝色,仿佛借此将自己过继为波塞冬之子。他原以为恺撒必将撤军,及至获悉恺撒正督造战船并准备在同一个夏天再次来袭时,不禁因自己正与不可战胜的意志和军备交战而大为惊骇。于是他派遣梅诺多罗斯率领其带来的七艘战船,前去侦察恺撒的船坞,并伺机制造破坏。但梅诺多罗斯此前便因舰队统帅权未归还自己而心怀不满,此时又察觉到对方出于疑忌仅允许自己统领带来的几艘战船,遂再次密谋叛变。

§511101

ἐπινοῶν δὲ πρότερον, ὡς ἐς πάντα οἱ συνοῖσον, ἀνδραγαθίσασθαι, διέδωκε τοῖς συμπλέουσιν, ὅσον εἶχε χρυσίον, καὶ διέπλευσεν εἰρεσίᾳ τρισὶν ἡμέραις πεντακοσίους ἐπὶ χιλίοις σταδίους καὶ τοῖς προφύλαξι τῶν ναυπηγουμένων Καίσαρι νεῶν οἷα σκηπτὸς ἀφανῶς ἐμπίπτων καὶ ἐς ἀφανὲς ἀναχωρῶν ᾕρει κατὰ δύο καὶ τρεῖς ναῦς τῶν φυλακίδων καὶ τὰς ὁλκάδας, αἳ τὸν σῖτον ἔφερον, ὁρμούσας ἢ παραπλεούσας κατέδυεν ἢ ἀνεδεῖτο ἢ ἐνεπίμπρη. θορύβου δὲ πάντα μεστὰ διὰ Μηνόδωρον ἦν, Καίσαρος ἀπόντος ἔτι καὶ Ἀγρίππα· καὶ γὰρ οὗτος ἐπὶ ὕλην ἐπεπόρευτο. γαυρούμενος δὲ ὁ Μηνόδωρος ἐξώκειλέ ποτε τὴν ναῦν ἑκὼν ἐς ἕρμα γῆς ἁπαλὸν σὺν καταφρονήσει καὶ ὑπεκρίνετο αὐτὴν ὑπὸ τοῦ πηλοῦ κατέχεσθαι, μέχρι, τῶν πολεμίων ἐκ τῶν ὀρῶν καταθορόντων ὡς ἐπὶ Μηνοδώρου θήραν ἕτοιμον, ἀνακρουσάμενος ᾤχετο σὺν θαύματι.

他打算先立下一番功业,以便全方位地为自己谋取私利,便将手头所有的金币分发给同行的水兵,在三日之内划桨航行了一千五百斯塔迪亚。他如同雷霆般出其不意地突袭守护恺撒在造船只的前哨警戒部队,旋即隐退消逝,每次俘获两三艘守卫舰,并将运粮的运输船,无论其在抛锚停泊还是航行经过,尽皆击沉、拖曳掳走或纵火焚毁。由于恺撒与阿格里帕皆尚未归来,各处全因梅诺多罗斯而乱作一团;阿格里帕当时亦外出采伐木材。洋洋自得的梅诺多罗斯有一次出于藐视,故意将船驶上一处松软的浅滩搁浅,假装被泥淖困住,直至敌军以为逮到了现成的猎物而从山丘上蜂拥而下时,他才倒桨倒车脱困而去,令敌军惊愕不已。

§511102

ὡς δὲ ἱκανῶς ἐπεδέδεικτο, οἷος ἐχθρός τε καὶ φίλος εἴη, Ῥέβιλον μὲν ἑλών, ἄνδρα ἀπὸ βουλῆς, μεθῆκε, μνώμενος ἤδη τὸ μέλλον. Μινδίῳ δὲ Μαρκέλλῳ, τῶν ἑταίρων τινὶ τῶν Καίσαρος, φίλος ἐν τῇ προτέρᾳ γεγονὼς αὐτομολίᾳ, τοῖς μὲν ἀμφʼ αὑτὸν ἔφη τὸν Μίνδιον βουλεύειν αὐτομολίαν καὶ προδοσίαν, τοῖς δὲ πολεμίοις προσπελάσας ἠξίου Μίνδιον αὑτῷ συνελθεῖν ἔς τινα νησῖδα ἐπὶ λόγοις συνοίσουσι. καὶ συνελθόντι ἔλεγεν, οὐδενὸς ἀκούοντος ἑτέρου, φυγεῖν μὲν ἐς Πομπήιον ὑβριζόμενος ὑπὸ τοῦ τότε ναυάρχου Καλουισίου, τὴν δὲ ναυαρχίαν Ἀγρίππου μεταλαβόντος ἐπανελεύσεσθαι πρὸς Καίσαρα οὐδὲν ἀδικοῦντα, εἰ πίστιν αὑτῷ κομίσειεν ὁ Μίνδιος παρὰ Μεσσάλα τοῦ τὴν ἀποδημίαν Ἀγρίππᾳ διοικοῦντος. ἔφη δʼ ἐπανελθὼν μὲν ἰάσεσθαι λαμπροῖς τὸ ἁμάρτημα ἔργοις, μέχρι δὲ τῶν πίστεων λυμανεῖσθαί τινα τῶν Καίσαρος ὁμοίως ἐς τὸ ἀνύποπτον. καὶ ὁ μὲν αὖθις ἐλυμαίνετο, Μεσσάλας δʼ ἐνεδοίασε μὲν ὡς ἐπὶ αἰσχρῷ, ἐνέδωκε δʼ ὅμως, εἴτε πολέμου ταῦτʼ εἶναι νομίζων ἀνάγκας εἴτε καὶ τῆς Καίσαρος γνώμης τι προμαθὼν ἢ τεκμηράμενος. καὶ Μηνόδωρος μὲν αὖθις ηὐτομόλει καὶ τὸν Καίσαρα ἐλθόντα προσπίπτων ἠξίου συγγνῶναι μὴ λέγοντι τὰς αἰτίας τῆς φυγῆς·2 ὁ δὲ ἐς μὲν σωτηρίαν αὐτῷ συνεγίνωσκε3 διὰ τὰς σπονδὰς καὶ ἀφανῶς ἐφυλάσσετο, τοὺς δὲ τριηράρχους αὐτοῦ μεθίει χωροῦντας ὅποι θέλοιεν.

在充分展示了自己无论作为敌人还是朋友是何等角色之后,他俘获了元老院议员雷比卢斯,但着眼于未来的退路,又将其释放。由于在前次叛变中他与恺撒的亲信明狄乌斯·马塞卢斯结为挚友,他便对部下谎称明狄乌斯意欲叛逃通敌,同时接近敌军,要求明狄乌斯前往一座小岛与他相会,共商有利的大计。两人会面时,在没有第三人旁听的情况下,他对明狄乌斯解释道,自己逃往庞培处是因为当时受了海军统帅卡尔维修斯的侮辱,如今阿格里帕已接任统帅之职,只要明狄乌斯能从代阿格里帕处理事务的梅萨拉那里为他取来安全保证,他便会归顺并无任何不公之举的恺撒。他说自己归降后必将立下赫赫战功以弥补过失,但在保证送达之前,为了消除嫌疑,仍会照常对恺撒的人马进行侵扰。此后他果然继续侵袭,而梅萨拉虽因深感此事不光彩而有所犹豫,但终究予以应允,或是认为这是战争的必然手段,或是预先探知或揣摩到了恺撒的心意。梅诺多罗斯遂再次倒戈,并在恺撒归来后拜伏其前,请求宽恕而无需陈述出逃的原委;恺撒看在约信的情面上,赦免了他的性命并暗中对其严加防范,至于梅诺多罗斯麾下的三列桨战船长们,则听任他们随意离去。

语法注3 条
  1. 511100ἐξεπλήσσετο μὲν ὡς ἀμάχῳ γνώμῃ καὶ παρασκευῇ πολεμῶν

    此处 ὡς 搭配主格分词 πολεμῶν(语法主语为庞培),表示庞培主观上的认知(“自感正与不可战胜的意志和军备作战”);与格 ἀμάχῳ γνώμῃ καὶ παρασκευῇ 作 πολεμέω(“与……作战”)的对象,解释了庞培惊骇(ἐξεπλήσσετο)的原因。

  2. 511102συγγνῶναι μὴ λέγοντι τὰς αἰτίας τῆς φυγῆς

    συγγνῶναι 为 συγγιγνώσκω(“宽恕”)的不定过去时主动语态不定式。带否定词 μή 的与格分词 λέγοντι 指代梅诺多罗斯,具有条件或伴随状况的意味(“请求在不陈述/免于陈述出逃原因的情况下予以宽恕”)。此处使用 μή 而非 οὐ,是因其依存于表示请求的动词(ἠξίου)并在假设的语境中。

  3. 511102ὁ δὲ ἐς μὲν σωτηρίαν αὐτῷ συνεγίνωσκε

    συνεγίνωσκε 为动词 συγγιγνώσκω(伊奥尼亚及通用语形式 συγγινώσκω)的未完成过去时。介词短语 ἐς σωτηρίαν 表示宽恕(συγγιγνώσκω)所限的范围(“仅在人身安全方面予以赦免”),表明恺撒仅饶其性命,而并未恢复其官职与信任。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:511100-511102