← 阿庇安

内战记

§511103-511105

再伐西西里的兵力部署与莱皮杜斯援军受挫

恺撒部署各军团与舰队重启西西里战局,委托阿格里帕统帅北线,自己则欲两路夹攻陶罗梅尼乌姆;与此同时,自阿非利加向莱皮杜斯运送的增援舰队在海上遭遇重创。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§511103

ἑτοίμου δὲ τοῦ στόλου γενομένου, αὖθις ὁ Καῖσαρ ἀνήγετο καὶ ἐς Ἱππώνειον παραπλεύσας δύο μὲν τέλη πεζῶν Μεσσάλαν ἔχοντα περᾶν ἐκέλευσεν ἐς Σικελίαν ἐπὶ τὸ Λεπίδου στρατόπεδον καὶ σταθμεύειν ἐς τὸν κόλπον διελθόντα τὸν εὐθὺ Ταυρομενίου, τρία δʼ ἔπεμπεν ἐπὶ Στυλίδα καὶ πορθμὸν ἄκρον ἐφεδρεύειν τοῖς ἐσομένοις· ταῦρον δʼ ἐς τὸ Σκυλάκιον ὄρος, ὃ πέραν ἐστὶ Ταυρομενίου, περιπλεῖν ἐκ Τάραντος ἐκέλευε.1 καὶ ὁ μὲν περιέπλει διεσκευασμένος ἐς μάχην ὁμοῦ καὶ εἰρεσίαν· καὶ τὰ πεζὰ αὐτῷ παρωμάρτει, προερευνώντων τήν τε γῆν ἱππέων καὶ λιβυρνίδων τὴν θάλασσαν. καὶ ὁ Καῖσαρ ὧδε ἔχοντι ἐξ Ἱππωνείου ἐπιδραμὼν ἐπιφαίνεται κατὰ τὸ Σκυλάκιον, καὶ τὴν εὐταξίαν ἀποδεξάμενος ἐπανῆλθεν ἐς τὸ Ἱππώνειον. ὁ δὲ Πομπήιος, ὥς μοι προείρηται, τάς τε ἐς τὴν νῆσον ἀποβάσεις ἐφύλασσεν ἁπάσας καὶ τὰς ναῦς ἐν Μεσσήνῃ συνεῖχεν ὡς βοηθήσων, ὅποι δεήσειεν.

舰队整备完毕后,恺撒再次起航,沿海航行至希波尼乌姆。他命令梅萨拉率领两个步兵军团渡海前往西西里莱皮杜斯的营地,并在穿行至正对陶罗梅尼乌姆的海湾后扎营;同时派遣三个军团前往斯提利斯和海峡之端,以备后应;并指令陶鲁斯率部从塔兰托绕航至位于陶罗梅尼乌姆对岸的斯基拉基昂山。陶鲁斯遂绕航前进,作好了战斗与划桨航行的双重准备;骑兵在陆上、利布尔尼亚轻快帆船在海面进行前方侦察,步兵亦沿陆路随行相伴。恺撒从希波尼乌姆急行军赶来,在斯基拉基昂一带迎上正处此态势下的陶鲁斯,赞赏其军容整肃后便返回希波尼乌姆。而正如前文所述,庞培一方面严守岛上所有的登陆地点,另一方面将船队集结于墨西拿,以便根据需要在各处进行增援。

§511104

καὶ οἱ μὲν ἐν τούτῳ παρασκευῆς ἦσαν, Λεπίδῳ δὲ αὖθις ἐκ Λιβύης ἦγον αἱ ὁλκάδες τὰ λοιπὰ τοῦ στρατοῦ τέλη τέσσαρα. καὶ αὐταῖς ὑπήντα πελάγιος ἐκ Πομπηίου Παπίας καὶ διέφθειρεν ὡς φιλίους δεχομένας· ᾤοντο γὰρ σφίσι τὰς Λεπίδου συναντᾶν. αἱ δὲ βραδέως τε ὑπὸ τοῦ Λεπίδου καθείλκοντο, καὶ ὕστερον αὐτὰς προσιούσας αἱ ὁλκάδες ὡς καὶ τάσδε ἄλλας πολεμίας ἐξέκλιναν, ἕως αἱ μὲν ἐκαύθησαν, αἱ δʼ ἐλήφθησαν, αἱ δʼ ἀνετράπησαν, αἱ δʼ ἐς Λιβύην ἀνέπλευσαν. τοῦ δὲ στρατοῦ δύο μὲν τέλη διώλετο ἐν τῇ θαλάσσῃ, καί, εἴ τινες αὐτῶν ἐξενήχοντο, καὶ τούσδε Τισιηνὸς ὁ τοῦ Πομπηίου στρατηγὸς ἐκνέοντας ἐπὶ τὴν γῆν διέφθειρεν· οἱ δὲ λοιποὶ πρὸς Λέπιδον κατήχθησαν, οἱ μὲν αὐτίκα, οἱ δʼ ὕστερον. καὶ Παπίας ἀπέπλευσε πρὸς Πομπήιον.

当双方正在进行这番部署之时,运输船正再次自阿非利加为莱皮杜斯运送其余的四个步兵军团。隶属于庞培的帕皮阿斯在海面上截击了这批船只,趁其将自己误作友军接纳之际予以痛击;因为船上的人本以为是莱皮杜斯的战船前来迎接。莱皮杜斯下水发舰动作迟缓,而当他的船只后来赶来汇合时,运输船以为这又是另一批敌舰而纷纷避开,致使部分船只被焚毁,部分被俘虏,部分倾覆,部分则逃回阿非利加。陆军中有两个军团葬身海底,即便有人泅水逃出,庞培的将领蒂西埃努斯亦将游上海岸者尽数斩杀;其余残部或早或晚被带到了莱皮杜斯处。随后帕皮阿斯便回航庞培那里。

§511105

ὁ δὲ Καῖσαρ ἐς μὲν Στρογγύλην, ἣ τῶν πέντε νήσων ἐστὶ τῶν Αἰόλου, παντὶ τῷ στόλῳ διέπλευσεν ἐξ Ἱππωνείου, προερευνωμένης αὐτῷ τῆς θαλάσσης· στρατὸν δὲ ἐπὶ μετώπου τῆς Σικελίας πλέονα ἰδὼν ἔν τε Πελωριάδι καὶ Μύλαις καὶ Τυνδαρίδι, εἴκασεν αὐτὸν παρεῖναι Πομπήιον καὶ τὰ μὲν ἐνθάδε Ἀγρίππᾳ διαστρατηγεῖν ἐπέτρεψεν. αὐτὸς δὲ εἰς τὸ Ἱππώνειον αὖθις ἀπέπλει καὶ ἐς τὸ Ταύρου στρατόπεδον ἐξ Ἱππωνείου σὺν τρισὶ τέλεσι μετὰ Μεσσάλα διετρόχαζεν, ὡς Ταυρομένιον αἱρήσων ἀπόντος ἔτι τοῦ Πομπηίου καὶ τὰς ἐμβολὰς αὐτῷ διχόθεν παρέξων. Ἀγρίππας μὲν οὖν ἀπὸ Στρογγύλης εἰς Ἱερὰν διέπλει καὶ τῶν Πομπηίου φρουρῶν αὐτὸν οὐχ ὑποστάντων εἷλε τὴν Ἱερὰν καὶ τῆς ἐπιούσης ἔμελλεν ἐπιχειρήσειν ἐς Μύλας Δημοχάρει τῷ Πομπηίου, τεσσαράκοντα ναῦς ἔχοντι· ὁ δὲ Πομπήιος, τὸ βίαιον ὑφορώμενος τοῦ Ἀγρίππα, ἔπεμπε τῷ Δημοχάρει ναῦς ἄλλας πέντε καὶ τεσσαράκοντα ἀπὸ Μεσσήνης, ἐξελεύθερον ἄγοντα Ἀπολλοφάνη,2 καὶ αὐτὸς ἐφείπετο ἄλλαις ἑβδομήκοντα.

恺撒在事先对海面进行侦察后,率领全军舰队从希波尼乌姆渡海前往埃俄罗斯五岛之一的斯特隆吉勒岛。但他见西西里正面的佩洛里亚斯、米莱和廷达里斯集结了更为庞大的敌军,便推测庞培本人正驻留于此,遂将该地的军事统帅权委任给阿格里帕。他自己则再次乘船返回希波尼乌姆,并与梅萨拉率三个军团从希波尼乌姆星夜兼程赶往陶鲁斯的营地,意在乘庞培仍不在场之机攻占陶罗梅尼乌姆,从而对庞培形成两路夹攻之势。于是阿格里帕从斯特隆吉勒岛航行至希耶拉岛,趁庞培的守军未加抵御攻占了希耶拉,并准备在次日率舰前往米莱进攻庞培部下拥有四十艘船的戴摩卡瑞斯;而庞培察觉到阿格里帕势头凶猛,便派获释奴阿波罗法内斯率领另外四十五艘战船从墨西拿增援戴摩卡瑞斯,自己亦亲自率领另外七十艘战船紧随其后。

语法注2 条
  1. 511103ταῦρον δʼ ἐς τὸ Σκυλάκιον ὄρος, ὃ πέραν ἐστὶ Ταυρομενίου, περιπλεῖν ἐκ Τάραντος ἐκέλευε.

    ταῦρον 并非普通名词“公牛”,而是指恺撒麾下的部将斯塔提利乌斯·陶鲁斯(Statilius Taurus,后文的 ἐς τὸ Ταύρου στρατόπεδον 亦证实此点),在此作不定式 περιπλεῖν 的逻辑主语(受 ἐκέλευε 支配的宾格主语)。

  2. 511105ἐξελεύθερον ἄγοντα Ἀπολλοφάνη

    Ἀπολλοφάνη 是专有名词阿波罗法内斯的宾格形式,ἐξελεύθερον 为其同位语(“获释奴阿波罗法内斯”)。阳性单数宾格分词 ἄγοντα 修饰 Ἀπολλοφάνη,并支配前文的 ναῦς ἄλλας πέντε καὶ τεσσαράκοντα,意即“由获释奴阿波罗法内斯统领(这四十五艘战船)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:511103-511105