- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:417135-417138
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
腓立比战役后,布鲁图斯的遗体获得礼遇,其余部与显贵或降或死。此役的胜利彻底宣告了罗马共和国制度的终结,锁定了帝制的归宿。
καὶ Βροῦτον Ἀντώνιος ἀνευρὼν περιέβαλέ τε τῇ ἀρίστῃ φοινικίδι εὐθὺς καὶ καύσας τὰ λείψανα τῇ μητρὶ Σερουιλίᾳ ἔπεμψεν. ὁ δὲ σὺν τῷ Βρούτῳ στρατός, ὅτε ἐπύθοντο τεθνάναι Βροῦτον, πρέσβεις ἐς Καίσαρα καὶ Ἀντώνιον ἔπεμπον καὶ συγγνώμης ἔτυχον καὶ ἐς τὰ στρατεύματα αὐτῶν διῃρέθησαν· καὶ ἦσαν ἀμφὶ τοὺς μυρίους καὶ τετρακισχιλίους. παρέδοσαν δὲ ἐπὶ τοῖς αὐτοῖς ἑαυτοὺς καὶ οἱ κατὰ τὰ φρούρια, πολλὰ ὄντα. τὰ δὲ φρούρια αὐτὰ καὶ τὸ στρατόπεδον ἐδόθη τοῖς Καίσαρος καὶ Ἀντωνίου στρατοῖς διαρπάσαι. τῶν δʼ ἀμφὶ τὸν Βροῦτον ἀνδρῶν ἐπιφανῶν οἱ μὲν ἐν ταῖς μάχαις ἀπέθανον, οἱ δὲ αὑτοὺς ἐξήγαγον ὁμοίως τοῖς στρατηγοῖς, οἱ δὲ καὶ ἐξεπίτηδες ἐμαχέσαντο μέχρι θανάτου· ὧν ἦν Λεύκιός τε Κάσσιος, ὁ ἀδελφιδοῦς αὐτοῦ Κασσίου, καὶ Κάτων ὁ Κάτωνος, ἐμπίπτων ὅδε τοῖς πολεμίοις πολλάκις, εἶθʼ ὑποχωρούντων1 ἀναλύσας τὸ κράνος, ἵνα ἢ γνώριμος ἢ εὔβλητος ἢ ἀμφότερα εἴη. Λαβεὼν δέ, ἐπὶ σοφίᾳ γνώριμος, ὁ πατὴρ Λαβεῶνος τοῦ κατʼ ἐμπειρίαν νόμων ἔτι νῦν περιωνύμου, βόθρον ἐν τῇ σκηνῇ τὸ μέγεθος αὐτάρκη σώματι ὀρυξάμενος καὶ τὰ λοιπὰ τοῖς θεράπουσιν ἐντειλάμενος ἐπέσκηψε τῇ γυναικὶ καὶ τοῖς παισί, περὶ ὧν ἐβούλετο, καὶ τὰ γράμματα φέρειν ἔδωκε τοῖς οἰκέταις· τοῦ δὲ πιστοτάτου τῆς δεξιᾶς λαβόμενος καὶ περιστρέψας αὐτόν, ὡς ἔθος ἐστὶ Ῥωμαίοις ἐλευθεροῦν,2 ἐπιστρεφομένῳ ξίφος ἔδωκε καὶ τὴν σφαγὴν ὑπέσχε.
安东尼找到布鲁图斯的遗骸后,当即覆以自身最上等的紫红斗篷,并将遗骸火化后,将骨灰送还其母塞尔维利娅。布鲁图斯麾下的军队得知布鲁图斯已死,便派使节前往凯撒与安东尼处求和,获得了赦免,并被分编入二人的军旅之中;这批士兵约有一万四千人。驻守在众多要塞中的人员亦按相同条件投降。要塞本身及营地则悉数交由凯撒与安东尼的军队劫掠。布鲁图斯周围的显贵之人,有的战死沙场,有的效仿主帅自尽,有的则故意力战至死。这些人中有卡西乌斯本人的侄子卢基乌斯·卡西乌斯,以及卡托之子卡托;后者多次冲入敌阵,随后当敌人退却时,他解下头盔,以便让人认出自己,或使自己易遭击中,抑或二者兼具。拉贝奥因智慧而闻名,即如今仍以精通法律而名垂后世的拉贝奥之父,他在营帐中挖出一座容纳一人尸首大小的墓穴,在向仆人交代了后续事宜后,就自己所愿向妻子儿女作了交代,并将书信交由家奴带去;随后他握住最为忠实的仆人的右手,将其转动一圈——正如罗马人释放奴隶的习俗那样——待其转回时便将剑递予他,引颈受戳。
καὶ τῷδε μὲν ἡ σκηνὴ τάφος ἐγένετο, Ῥάσκος δὲ ὁ Θρᾷξ ἐπανήγαγεν ἐκ τῶν ὀρῶν πολλούς, καὶ γέρας ᾔτησέ τε καὶ ἔλαβε σῴζεσθαι τὸν ἀδελφὸν ἑαυτοῦ Ῥασκούπολιν· ᾧ καὶ διεδείχθη, ὅτι οὐδʼ ἀπʼ ἀρχῆς ἀλλήλοις οἵδε οἱ Θρᾷκες διεφέροντο, ἀλλὰ δύο στρατοπέδων μεγάλων τε καὶ ἀμφηρίστων περὶ τὴν ἐκείνων γῆν συμφερομένων τὸ ἄδηλον τῆς τύχης ἐμερίσαντο, ἵνα ὁ νικῶν περισῴζοι τὸν ἡσσώμενον. Πορκία δʼ, ἡ Βρούτου μὲν γυνή, Κάτωνος δὲ ἀδελφὴ τοῦ νεωτέρου, ἐπείτε ἀμφοῖν ὧδε ἀποθανόντοιν ἐπύθετο, φυλασσομένη πρὸς τῶν οἰκείων πάνυ ἐγκρατῶς, ἐσχάρας πυρὸς ἐνεχθείσης ἁρπάσασα τῶν ἀνθράκων κατέπιεν. ὅσοι δʼ ἄλλοι τῶν ἐπιφανῶν ἐς Θάσον διέφυγον, οἱ μὲν αὐτῶν ἐξέπλευσαν, οἱ δὲ ἐπέτρεψαν ἑαυτοὺς ἅμα τῷ λοιπῷ στρατῷ τῶν ὁμοτίμων Μεσσάλᾳ τε Κορουίνῳ καὶ Λευκίῳ Βύβλῳ, ὅ τι βουλεύσοιντο περὶ σφῶν, ποιεῖν περὶ ἁπάντων. οἱ δὲ συνθέμενοι τοῖς περὶ τὸν Ἀντώνιον, Ἀντωνίῳ διαπλεύσαντι ἐς τὴν Θάσον παρέδοσαν, ὅσα ἦν ἐν Θάσῳ χρήματά τε καὶ ὅπλα καὶ τροφαὶ δαψιλεῖς καὶ ἄλλη παρασκευὴ πολλή.
对于他而言,营帐便化作了坟墓。与此同时,色雷斯人拉斯库斯从山中引回许多人,并祈求将保全其兄拉斯库波利斯作为奖赏,且获准如愿。由此可见,这些色雷斯人自始至终未尝真正反目,而是鉴于两支庞大且势均力敌的军队在自己的土地上交战,他们分担了吉凶难料的命运,以便胜者保全败者。布鲁图斯之妻、年轻的卡托之妹波尔基娅,在得知二人皆如此身亡后,虽受家人极其严格的看护,却在火盆送入时夺取炽炭吞下而亡。至于其他逃往萨索斯岛的显贵人物,一部分乘船离去,另一部分则连同余下的军队,将自身托付给同列要员梅萨拉·科尔维努斯与卢基乌斯·比布卢斯,任凭他们就自己作何决定,便对众人照此行事。这二人与安东尼一派达成协议,在安东尼渡海抵达萨索斯岛时,将岛上所有的钱财、军械、充裕的粮草以及大批其他战备悉数交出。
οὕτω μὲν δὴ Καίσαρί τε καὶ Ἀντωνίῳ διὰ τόλμης ἐπισφαλοῦς καὶ δυοῖν πεζομαχίαιν τηλικοῦτον ἔργον ἤνυστο, οἷον οὐχ ἕτερον ἐγένετο πρὸ ἐκείνου. οὔτε γὰρ στρατὸς τοσοῦτος ἢ τοιοῦτος ἐς χεῖρας πρότερον ἦλθε Ῥωμαίων ἑκατέρωθεν, οὐχ ὑπὸ συντάξει πολιτικῇ στρατευσαμένων, ἀλλὰ ἀριστίνδην ἐπειλεγμένων οὐδʼ ἀπειροπολέμων ἔτι, ἀλλʼ ἐκ πολλοῦ γεγυμνασμένων ἐπί τε σφᾶς καὶ οὐκ ἀλλόφυλα ἢ βάρβαρα ἔθνη τρεπομένων. ἀλλὰ καὶ γλώσσης μιᾶς ὄντες καὶ τέχνης πολέμων μιᾶς καὶ ἀσκήσεως καὶ καρτερίας ὁμοίας, δυσκαταγώνιστοι παρʼ αὐτὸ ἦσαν ἀλλήλοις. οὐδὲ ὁρμῇ καὶ τόλμῃ τοσῇδέ τινες ἐχρήσαντο ἐν πολέμῳ, πολῖταί τε ὄντες ἀλλήλων καὶ οἰκεῖοι καὶ συστρατιῶται γενόμενοι. τεκμήριον δέ, ὅτι τῶν νεκρῶν ὁ ἀριθμός, ἐπανισουμένης ἑκατέρας μάχης, οὐκ ἐλάσσων ἔδοξεν οὐδὲ παρὰ τοῖς νικῶσιν εἶναι.
如此,凯撒与安东尼凭借冒险的决断与两次步兵交锋,成就了一番前所未有的伟业。因为以往从未有如此庞大且精良的罗马军队在两军阵前短兵相接,他们并非依公民征兵编制入伍,而是按战功遴选的精锐,亦非不习战阵之人,而是历经久战磨砺,且他们调转兵刃相向的是同胞而非异族或蛮族。不仅如此,他们语言相通,战术相同,训练与耐受力亦复如是,正因如此他们彼此极难制胜。更未曾有人在战争中展现出如此强大的势头与胆魄,而他们彼此皆是同胞公民、故交与昔日同袍。其明证便是,两场战役合计之下,阵亡者的数量即便在胜者一方亦被认为绝不在少数。
ὁ δὲ στρατὸς ὁ Ἀντωνίου καὶ Καίσαρος τὸν τῶν στρατηγῶν λόγον ἐπηλήθευσαν,3 διὰ μιᾶς ἡμέρας καὶ διʼ ἑνὸς ἔργου κίνδυνον ἔσχατον λιμοῦ καὶ δέος ἀπωλείας ἐς εὐπορίαν δαψιλῆ καὶ σωτηρίαν ἀσφαλῆ καὶ νίκην εὐκλεῆ μεταβαλόντες. ἀπήντησέ γε μὴν αὐτοῖς καὶ ὃ συνιόντες ἐς τὴν μάχην ἐπεμαντεύσαντο Ῥωμαίοις· ἐκρίθη γὰρ αὐτῶν ἡ πολιτεία παρʼ ἐκεῖνο τὸ ἔργον μάλιστα καὶ οὐκ ἐπανῆλθεν ἐς δημοκρατίαν ἔτι, οὐδὲ πόνων αὐτοῖς ἐς ἀλλήλους ἐδέησεν ὁμοίων, χωρίς γε τῆς μετʼ οὐ πολὺ Ἀντωνίου καὶ Καίσαρος στάσεως, ὑστάτης Ῥωμαίοις γενομένης. τὰ δʼ ἐν μέσῳ μετὰ Βροῦτον ὑπό τε Πομπηίου καὶ τῶν διαφυγόντων Κασσίου καὶ Βρούτου φίλων, λείψανα τοσῆσδε παρασκευῆς μεγάλα ἐχόντων, οὔτε ταῖς τόλμαις ὅμοια ἔτι ἐγίγνετο οὔτε ταῖς τῶν ἀνδρῶν ἢ πόλεων ἢ στρατῶν ἐς τοὺς ἡγεμόνας ὁρμαῖς· οὐ γάρ τις αὐτοῖς τῶν ἐπιφανῶν ἔτι οὐδʼ ἡ βουλὴ οὐδὲ ἡ δόξα αὕτη, ὡς ἐς Κάσσιόν τε καὶ Βροῦτον, ἀπήντα.
安东尼与凯撒的军队印证了统帅们的话语,在短短一日之间、凭一役之功,便将饥荒的绝境与毁灭的恐惧扭转为丰裕的给养、安全的生机与辉煌的胜利。而他们入战前对罗马人所作的预言亦确然应验:盖因罗马人的国家政体主要经此一役便告裁定,此后便再未重返民主体制,他们内部亦未再需要付出类似的惨痛辛劳,唯有不久之后爆发的安东尼与凯撒的内讧例外,那是罗马人的最后一次内乱。至于布鲁图斯死后、由庞培以及卡西乌斯与布鲁图斯脱逃的旧友所掀起的中间事端,尽管他们手中握有如此庞大战备的巨额余存,但在勇略上,抑或在人员、城邦或军队对首领的效忠热忱上,皆无法再与往昔比拟;因为再无任何显贵人物、元老院,亦无如当年追随卡西乌斯与布鲁图斯那般的崇高声望,来响应他们了。
- 417135ὑποχωρούντων
此处为从上下文省去逻辑主语的独立属格结构。承接前文“冲入敌阵(ἐμπίπτων τοῖς πολεμίοις)”,最自然的理解是代指敌人(“当敌军退却时”);虽语法上亦可指友军后撤,但结合小加图之子勇猛冲杀的语境,指敌军被击退更为贴切。
- 417135περιστρέψας αὐτόν, ὡς ἔθος ἐστὶ Ῥωμαίοις ἐλευθεροῦν
此处指罗马法中释放奴隶的法定仪式(manumissio per vindictam)。主人握住奴隶并让其旋转一圈,以此象征性动作赋予其自由身分。
- 417138ὁ δὲ στρατὸς ὁ Ἀντωνίου καὶ Καίσαρος τὸν τῶν στρατηγῶν λόγον ἐπηλήθευσαν
此处为依意合致(constructio ad sensum)结构,单数集合名词主语 ὁ στρατός 搭配了复数谓语动词 ἐπηλήθευσαν。
