← 阿庇安

内战记

§51091-51093

恺撒重整军备与屋大维娅的调解

恺撒在遭遇海战与风暴的双重重创后撤往希波尼翁和坎帕尼亚重整军备,并遣梅凯纳斯促成与安东尼的结盟。次年春安东尼率舰队抵达塔伦图姆后恺撒却托故拖延,最终在屋大维娅的调停下,双方商定举行会晤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51091

ὁ δὲ καὶ τῆς προτεραίας ἡμέρας πολλὰ τῷ πολέμῳ βλαβεὶς καὶ δύο τοῖσδε συμπτώμασιν ὁμοῦ συνενεχθεὶς ἐπὶ τὸ Ἱππώνειον εὐθὺς ᾔει διὰ ὀρῶν τῶν νυκτὸς αὐτῆς ἐκείνης κατὰ σπουδήν, οὐχ ὑφιστάμενος τὴν συμφοράν, ἐν ᾧ μηδὲν εἶχεν ἐπικουρεῖν. καὶ φίλοις καὶ στρατηγοῖς ἐπέστελλε πᾶσι διὰ χειρὸς εἶναι,1 μή τις αὐτῷ καὶ ἑτέρωθεν ὡς ἐν κακοπραγίᾳ γένοιτο ἐπιβουλή. περιέπεμπε δὲ καὶ ἐς τὴν ἀκτὴν ἅπασαν τῆς Ἰταλίας τὰ παρόντα πεζά, μὴ ἐπιτολμήσειε καὶ τῇ γῇ διὰ τὴν εὐτυχίαν ὁ Πομπήιος. ὁ δὲ οὔτε περὶ τῆς γῆς ἐνενόησεν οὔτε τοῖς λειψάνοις τοῦ ναυαγίου παροῦσιν ἢ ἀπιοῦσι καταστάντος τοῦ κλύδωνος ἐπεχείρησεν, ἀλλʼ ὑπερεῖδεν ἐκ τῶν δυνατῶν διαζωννυμένους τὰ σκάφη2 καὶ ἀνέμῳ διαπλέοντας ἐς τὸ Ἱππώνειον, εἴτε τὴν συμφορὰν ἀρκεῖν οἱ νομίζων εἴτʼ ἄπειρος ὢν νίκην ἐπεξελθεῖν εἴθʼ, ὥσπερ εἴρηταί μοι καὶ ἑτέρωθι, ἐπιχειρεῖν ὅλως μαλακὸς ὢν καὶ μόνον ἐγνωκὼς ἀμύνεσθαι τοὺς ἐπιπλέοντας.

恺撒在前一日的战事中已蒙受重创,又一并遭遇这两场灾变,在无计可施之下无法忍受眼前的惨状,遂于当夜匆忙穿山越岭赶赴希波尼翁。他传令所有亲友与将校时刻戒备,以免有人在他身处逆境之际从别处暗起图谋。他又将手头现有的步兵分遣至意大利全境海岸,以防庞培依仗这场侥幸的胜利乘势进犯陆地。然而庞培既未考虑进攻陆地,亦未在海浪平息后对残留原处或撤离的海难残余发起进攻;相反,他任由对方尽其所能用绳索加固船身,顺风驶往希波尼翁。这或是因为他认为此番灾难于己已然足够,或是因为他不谙乘胜追击之道,抑或如我曾在别处所言,他行事全然怯于主动进取,一心只知抵御来犯之敌。

§51092

Καίσαρι δὲ οὐδʼ ἐς ἥμισυ τῶν νεῶν περιεσώθη, καὶ τοῦτο σφόδρα πεπονηκός. καταλιπὼν δʼ ὅμως αὐτοῦ τινας ἐπιμελεῖσθαι, ἐπὶ Καμπανίαν ᾔει δυσφορῶν· οὔτε γὰρ ἄλλας ναῦς εἶχεν, δεόμενος πολλῶν, οὔτε χρόνον ἐς ναυπηγίαν, ἐπειγόμενος ὑπὸ τοῦ λιμοῦ καὶ τοῦ δήμου περὶ συμβάσεων αὖθις ἐνοχλήσαντος καὶ τὸν πόλεμον ἐπιτωθάσαντος ὡς παράσπονδον. χρημάτων τʼ ἔχρῃζε καὶ ἠπόρει, Ῥωμαίων οὔτε εἰσφερόντων οὔτε τοὺς πόρους ἐώντων, οὓς ἐπινοήσειε. δεινὸς δὲ ὢν ἀεὶ τὸ συμφέρον συνιδεῖν ἔπεμπε Μαικήναν ἐς Ἀντώνιον, μεταδιδάξοντα περὶ ὧν ἔναγχος ἐπεμέμφοντο ἀλλήλοις, καὶ ἐς συμμαχίαν ὑπαξόμενον. εἰ δὲ μὴ πείσειεν, ἐπενόει τοὺς ὁπλίτας ὁλκάσιν ἐπιβήσας ἐς Σικελίαν περαιοῦν καὶ τὴν θάλασσαν μεθεὶς κατὰ γῆν πόλεμον συνίστασθαι. οὕτω δʼ ἀθύμως ἔχοντι αὐτῷ ἀγγέλλεται ὁ Ἀντώνιος συνθέμενος συμμαχήσειν καὶ νίκη κατὰ Κελτῶν τῶν Ἀκυιτανῶν ἐπιφανής, ἣν Ἀγρίππας ἄγων ἐφάνη. οἵ τε φίλοι καὶ τῶν πόλεών τινες αὐτῷ ναῦς ὑπισχνοῦντο καὶ ἐποίουν.

恺撒保全下来的战船尚不足半数,且幸存者亦受创极深。但他仍留下若干人手照管船只,自己则怀着沉重的心情前往坎帕尼亚。因他既无多余船只,又急需大量战船,且受困于饥荒,加上民众再次为和约之事纷扰不休、嘲讽这场战争破坏了盟誓,以致他毫无造船的时日。他亦急需钱财而无从筹措,因为罗马人既不缴纳赋税,亦不准许他所筹划的财源。但他素来极擅洞察利害,遂派遣梅凯纳斯前往安东尼处,就双方近日相互指责之事予以说和,以将其拉入同盟。倘若劝说不谐,他便打算将重装步兵载入商船渡往西西里,放弃海战而转向陆战。正当他如此心灰意冷之际,传来了安东尼同意缔结盟约的消息,以及阿格里帕率部大破阿奎塔尼亚凯尔特人的显赫战功。他的亲友及若干城邦亦许诺向他提供战船并着手建造。

§51093

ὁ μὲν δὴ καὶ τῆς λύπης ἀνίη καὶ λαμπροτέραν τῆς προτέρας παρασκευῆς συνεπήγνυτο· ἀρχομένου δʼ ἦρος ὁ μὲν Ἀντώνιος ἐξ Ἀθηνῶν ἐς Τάραντα διέπλει ναυσὶ τριακοσίαις, τῷ Καίσαρι συμμαχήσων, ὡς ὑπέσχητο, ὁ δʼ ἐνήλλακτο τὴν γνώμην καὶ ἐς τὰς ἔτι γινομένας αὑτῷ ναῦς ἀνεβάλλετο. καλούμενος δὲ αὖθις ὡς ἐπὶ ἕτοιμα καὶ ἀρκοῦντα τὰ Ἀντωνίου, ἑτέρας ἀσχολίας προύφερε καὶ δῆλος ἦν ἢ αὖθις ἐπιμεμφόμενός τι τῷ Ἀντωνίῳ ἢ τῆς συμμαχίας διὰ τὴν εὐπορίαν τὴν οἰκείαν ὑπερορῶν. χαλεπαίνων δʼ ὁ Ἀντώνιος ἐπέμενεν ὅμως καὶ αὖθις αὐτὸν ἐκάλει· τῇ τε γὰρ χορηγίᾳ τοῦ ναυτικοῦ κάμνων καὶ στρατοῦ χρῄζων ἐπὶ Παρθυαίους Ἰταλοῦ, Καίσαρι τὰς ναῦς ἐπενόει διαλλάξαι, εἰρημένον μὲν ἐν ταῖς συνθήκαις ἑκάτερον ξενολογεῖν ἐκ τῆς Ἰταλίας, δυσχερὲς δʼ ἐσόμενον αὐτῷ3 Καίσαρος τὴν Ἰταλίαν εἰληχότος. Ὀκταουία οὖν ἐχώρει πρὸς Καίσαρα διαιτήσουσα αὐτοῖς. καὶ ὁ μὲν ἐγκαταλελεῖφθαι τοῖς κινδύνοις ἔλεγε τοῖς ἐν πορθμῷ καταλαβοῦσιν, ἡ δὲ ἐκλελύσθαι τοῦτο διὰ Μαικήνα. ὁ δὲ τὸν Ἀντώνιον ἔφη καὶ Καλλίαν ἀπελεύθερον ἐς Λέπιδον ἐκπέμψαι, συντιθέμενον τῷ Λεπίδῳ κατὰ Καίσαρος, ἡ δὲ συνειδέναι Καλλίαν περὶ γάμων ἀπεσταλμένον· βουληθῆναι γὰρ Ἀντώνιον πρὸ τῶν Παρθυικῶν ἐκδεδόσθαι τὴν θυγατέρα τῷ παιδὶ Λεπίδου, καθάπερ ὡμολόγητο. καὶ τάδε μὲν ἡ Ὀκταουία, Ἀντώνιος δὲ καὶ τὸν Καλλίαν ἔπεμπεν, ἐς βάσανον τῷ Καίσαρι διδούς· ὁ δὲ οὐκ ἐδέξατο μέν, ἀφίξεσθαι δὲ ἔφη καὶ συμμίξειν Ἀντωνίῳ μεταξὺ Μεταποντίου καὶ Τάραντος, μέσον ἔχων ποταμὸν τὸν ἐπώνυμον.

于是他消除了内心的悲痛,组建起比以往更为宏大的军备。初春时节,安东尼依约率领三百艘战船自雅典驶向塔伦图姆,前来协助恺撒作战;然而恺撒却改变了心意,以仍在为自己建造船只为由推托延宕。当安东尼以船只齐备且足用为由再度催请时,恺撒又推托有其他事务,显而易见他要么对安东尼又生怨尤,要么因自身资财充足而轻视这桩盟约。安东尼虽感恼怒,但仍驻留原地并再次催促他;因安东尼受累于庞大的海军开销,又急需意大利军队用以征伐帕提亚人,遂打算以战船与恺撒换取兵员,因为盟约中虽规定双方皆可从意大利征兵,但鉴于恺撒掌控了意大利,对他而言征兵势必极为困难。于是屋大维娅前往恺撒处为双方调停。恺撒声称自己在海峡遭遇危难时被对方遗弃,她则回应此事已通过梅凯纳斯得到化解。恺撒又称安东尼派遣获释奴隶卡利亚斯前往雷比达处,欲与雷比达联手对付恺撒;她则反驳称自己深知卡利亚斯是为联姻之事受遣,因安东尼希望在远征帕提亚之前,按原先的约定将女儿嫁给雷比达之子。屋大维娅如此分说,安东尼亦将卡利亚斯遣送过去,交由恺撒严刑审讯。恺撒虽未予接纳,但表示愿前往梅塔庞蒂翁与塔伦图姆之间同安东尼会晤,以同名之河隔于其间。

语法注3 条
  1. 51091διὰ χειρὸς εἶναι

    习惯短语,意为“随时在手”“处于戒备与随时待命的状态”。此句指恺撒命令部将及友人手头常备军力,以便应对不测之变。

  2. 51091ὑπερεῖδεν ἐκ τῶν δυνατῶν διαζωννυμένους τὰ σκάφη

    分词 διαζωννυμένους 用作 ὑπερεῖδεν(放任、置之不理)的宾语补足分词。短语 διαζώννυμι τὰ σκάφη 指航海中用缆绳捆扎加固破损船身以防船体解体的补救措施(undergirding)。

  3. 51093εἰρημένον μὲν ἐν ταῖς συνθήκαις ἑκάτερον ξενολογεῖν ἐκ τῆς Ἰταλίας, δυσχερὲς δʼ ἐσόμενον αὐτῷ

    εἰρημένον 与 δυσχερὲς ἐσόμενον 均是由无人称表达构成的绝对宾格(accusative absolute)。前者表让步(“虽已在和约中规定……”),后者表原因(“因对他而言势必困难……”),二者形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:51091-51093