← 阿庇安

内战记

§4972-4974

卡西乌斯占领罗得斯与洗劫全城

卡西乌斯从水陆两路围困罗得斯,通过内应未动干戈便进占城内,处决并流放了当地领袖,彻底洗劫了财物。随后他向亚细亚各邦强征重税,并派遣舰队拦截企图增援恺撒和安东尼的克利奥帕特拉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4972

τοῦτο μὲν δὴ τῆς ἐν Μύνδῳ Ῥωμαίων τε καὶ Ῥοδίων ναυμαχίας τέλος ἦν, καὶ αὐτὴν γιγνομένην ὁ Κάσσιος ἀπὸ ὄρους καθεώρα· ὡς δὲ ἐπεσκεύασε τὰ σκάφη, διέπλευσεν ἐς Λώρυμα, Ῥοδίων τι φρούριον ἐν τῇ περαίᾳ, καὶ τὸ πεζὸν ἐς τὴν Ῥόδον διεβίβαζεν ἐπὶ ὁλκάδων ὑπὸ Φαννίῳ τε καὶ Λέντλῳ. αὐτὸς δὲ ἐπέπλει ταῖς ὀγδοήκοντα ναυσὶν ἐσκευασμέναις ἐς τὸ φοβερώτατον καὶ περιστήσας τῇ Ῥόδῳ τὸ πεζὸν ὁμοῦ καὶ τὸ ναυτικὸν ἡσύχαζεν ὡς ἐνδωσόντων τι τῶν πολεμίων.1 οἱ δὲ ἐπανήχθησαν μὲν αὖθις εὐθαρσῶς, δύο δὲ καὶ τότε ναῦς ἀποβαλόντες συνεκλείσθησαν. καὶ ἀναδραμόντες ἐπὶ τὰ τείχη πάντα τε ὅπλων ἐπλήρουν καὶ ἀπεμάχοντο ὁμοῦ τοὺς περὶ τὸν Φάννιον ἀπὸ τῆς γῆς ἐνοχλοῦντας καὶ τὸν Κάσσιον τοῖς πρὸς θαλάσσῃ τείχεσι τὸ ναυτικὸν οὐκ ἀνέτοιμον ἐς τειχομαχίαν ἐπαγαγόντα· ἐλπίζων γάρ τι τοιοῦτον ἐπεφέρετο πύργους ἐπτυγμένους, οἳ τότε ἀνίσταντο.2 Ῥόδος μὲν δὴ δύο πείραις καμοῦσα ἔκ τε γῆς καὶ θαλάσσης ἐπολιορκεῖτο· καὶ οὐδέν, ὡς ἐν ἔργῳ ταχεῖ καὶ ἀδοκήτῳ, παρεσκεύαστο αὐτοῖς ἐς πολιορκίαν. ὅθεν ἦν εὔδηλον ἁλώσεσθαι τάχιστα τὴν πόλιν ἢ χερσὶν ἢ λιμῷ· καὶ τάδε Ῥοδίων οἱ συνετώτεροι καθεώρων, καὶ Φάννιος αὐτοῖς καὶ Λέντλος διελέγοντο.

明多斯地方罗马人与罗得斯人海战的结局便是如此,卡西乌斯在一座山上观看了战局的经过。当他修好船只后,便渡海前往罗得斯人在对岸的一处据点洛吕马,并在法尼乌斯和朗图卢斯的率领下,用商船将步兵运送到罗得斯。他本人则率领八十艘装备得极尽威慑之能事的战船进逼,在罗得斯四周部署好步兵和海军之后按兵不动,指望敌人会做出某种让步。罗得斯人虽奋勇再次出海,但此次又损失了两艘船,被迫退入城内。他们奔上城墙,各处布满武装,同时迎击从陆地上发起骚扰的法尼乌斯部众,以及率领备齐攻城器械的海军向面海城墙推进的卡西乌斯;因为卡西乌斯早已料到此情,随军携带了折叠式攻城塔,此时正将它们竖立起来。罗得斯因此因两次尝试而疲敝,遭到水陆两面围困;由于事发仓促且出人意料,他们并未为围城战做任何准备。因此很显然,这座城市很快就会要么因武力要么因饥荒而陷落;罗得斯人中较为清醒的识见之士看清了这一点,法尼乌斯和朗图卢斯也正与他们进行交涉。

§4973

γιγνομένων δʼ ἔτι τούτων ἄφνω Κάσσιος ἦν ἐν μέσῃ τῇ πόλει μετʼ ἐπιλέκτου στρατοῦ, βίας μὲν οὐδεμιᾶς φανείσης οὐδὲ κλιμάκων ἔργου. εἴκαζον δὲ οἱ πολλοί, καὶ δοκεῖ γενέσθαι, τοὺς χαρίεντας αὐτῷ τῶν πολιτῶν ὑπανοῖξαι πυλίδας ἐλέῳ τῆς πόλεως καὶ προμηθείᾳ τροφῶν. ὧδε μὲν ἑαλώκει Ῥόδος, καὶ Κάσσιος ἐν αὐτῇ προυκάθητο ἐπὶ βήματος καὶ δόρυ τῷ βήματι παρεστήσατο ὡς ἐπὶ δοριαλώτῳ. ἀτρεμεῖν τε κελεύσας τὸν στρατὸν ἀκριβῶς καὶ θάνατον ἐπικηρύξας, εἴ τις ἁρπάσειεν ἢ βιάσαιτό τι, αὐτὸς ἐξ ὀνόματος ἐκάλει Ῥοδίων ἐς πεντήκοντα ἄνδρας καὶ ἀχθέντας ἐκόλαζε θανάτῳ· ἑτέροις δέ, ἀμφὶ τοὺς πέντε καὶ εἴκοσιν, οὐχ εὑρεθεῖσι φυγὴν ἐπέταττεν. χρήματα δὲ ὅσα ἦν ἢ χρυσὸς ἢ ἄργυρος ἐν ἱεροῖς τε καὶ δημοσίοις, πάντα συλήσας ἐκέλευσε καὶ τὸν ἰδιωτικὸν ἐκφέρειν τοὺς κεκτημένους εἰς ἡμέραν ῥητήν· καὶ ἐπεκήρυξε τοῖς μὲν ἐπικρύψασι θάνατον, τοῖς δὲ μηνύσασι δεκάτην, δούλοις δὲ καὶ ἐλευθερίαν. οἱ δʼ ἐν μὲν ἀρχῇ πολλοὶ συνέκρυψαν, οὐκ ἐς τέλος ἐλπίζοντες ἀφίξεσθαι τὴν ἀπειλήν· διδομένων δὲ τῶν γερῶν καὶ κολαζομένων τῶν μηνυομένων ἔδεισάν τε καὶ προσθεσμίαν ἑτέραν λαβόντες οἱ μὲν ἐκ γῆς ἀνώρυσσον, οἱ δὲ ἐκ φρεάτων ἀνίμων, οἱ δὲ ἐξέφερον ἐκ τάφων πολὺ πλέονα τῶν προτέρων.

正当这些交涉还在进行之时,卡西乌斯突然率领一支精兵出现在城中心,既不见任何强攻的痕迹,也未曾动用云梯。大众推测——事实似乎确也如此——是城邦中体面的显贵出于对城市的怜悯以及对粮秣供应的顾虑,暗中为他打开了边门。 罗得斯就这样陷落了。卡西乌斯在城中坐在讲坛上,并在讲坛旁立起一杆长矛,如同对待被长矛攻克的战败之邦。他严令军队保持肃静,宣布凡有抢劫或行暴者一律处死,随后亲自点名叫出大约五十名罗得斯人,将押解到来的人处以死刑;对另外大约二十五名未能捕获的人,则判处流放。在将神庙和公库中所有的钱财、金银洗劫一空之后,他又命令私人财产的所有者在指定日期之前将财物悉数交出;并且悬赏布告:隐匿者处死,告发者赏给十分之一,奴隶则还赐予自由。起初许多人将财物隐匿起来,指望这恐吓不会贯彻到底;但随着赏赐如数兑现、被告发者遭受处决,众人大为恐惧,在获准延期之后,有人从地下挖掘出来,有人从水井中吊运上来,有人从墓穴中搬运出来,所献财物远多于之前。

§4974

αἱ μὲν δὴ Ῥοδίων συμφοραὶ τοιαίδε ἦσαν, καὶ Λεύκιος Οὐᾶρος αὐτοῖς μετὰ φρουρᾶς ὑπελέλειπτο· ὁ δὲ Κάσσιος ἡδόμενος τῇ ταχυεργίᾳ τῆς ἁλώσεως καὶ τῷ πλήθει τῶν χρημάτων ἐπέταττεν ὅμως καὶ τοῖς ἄλλοις ἔθνεσι τῆς Ἀσίας ἅπασι φόρους ἐτῶν δέκα συμφέρειν. καὶ οἱ μὲν ἐπράσσοντο συντόνως, ἐξαγγέλλεται δὲ αὐτῷ Κλεοπάτρα μέλλουσα διαπλεῖν3 μεγάλῳ στόλῳ καὶ παρασκευῇ βαρυτάτῃ πρὸς Καίσαρά τε καὶ Ἀντώνιον· τὰ γὰρ ἐκείνων αἱρουμένη καὶ τέως διὰ τὸν πρότερον Καίσαρα, τότε μᾶλλον ᾑρεῖτο διὰ τὸν ἐκ Κασσίου φόβον. ὁ δὲ Μοῦρκον μετά τε ὁπλιτῶν ἀρίστου τέλους καὶ τοξοτῶν τινων ἐπὶ νεῶν ἑξήκοντα καταφράκτων ἐς Πελοπόννησον ἔπεμπε ναυλοχεῖν περὶ Ταίναρον, περισυράμενος ἐκ τῆς Πελοποννήσου λείαν, ὅσην ἔφθασε.4

罗得斯人的灾难便是如此,卢基乌斯·瓦卢斯率领驻军留守在他们那里。卡西乌斯虽对破城之神速和钱财之丰盛感到快慰,却依然命令亚细亚其他所有民族一次性交纳十年的赋税。这些赋税正在加紧征收之时,有消息报告给他,说克利奥帕特拉正打算率领庞大的舰队和极其沉重的军备渡海前往恺撒和安东尼处;因为她本就因先前的恺撒而支持他们一方,此时由于对卡西乌斯的恐惧,更是决意倒向他们。于是卡西乌斯派遣穆尔库斯率领最精锐的重装步兵部队和若干弓箭手,乘坐六十艘甲板战船前往伯罗奔尼撒,在泰纳隆岬角附近设伏,在此之前他已抢先从伯罗奔尼撒掠夺了所能掠夺的一切战利品。

语法注4 条
  1. 4972ὡς ἐνδωσόντων τι τῶν πολεμίων

    连词 ὡς 连用将来时分词的属格独立结构(ἐνδωσόντων ... τῶν πολεμίων),表示主语卡西乌斯主观上的意图或预料(“指望敌人会做出某种让步”)。

  2. 4972ἐλπίζων γάρ τι τοιοῦτον ἐπεφέρετο πύργους ἐπτυγμένους, οἳ τότε ἀνίσταντο

    主句动词 ἐπεφέρετο(中动语态,“随军携带”)的宾语 πύργους ἐπτυγμένους(“折叠式攻城塔”)后接关系从句 οἳ τότε ἀνίσταντο(被动语态,“当时正被竖立起来”)。这是解释卡西乌斯攻城水军特殊器械运载与装配的解释性原因句。

  3. 4974ἐξαγγέλλεται δὲ αὐτῷ Κλεοπάτρα μέλλουσα διαπλεῖν

    被动动词 ἐξαγγέλλεται(“被报告”)在此构成了人称句式,采用主格主语 Κλεοπάτρα 与主格谓语分词 μέλλουσα(“克利奥帕特拉正打算渡海一事被报告给他”),而非使用非人称结构后接 ὅτι 从句。

  4. 4974περισυράμενος ἐκ τῆς Πελοποννήσου λείαν, ὅσην ἔφθασε

    分词 περισυράμενος 的逻辑主语是主句主语卡西乌斯,表示其在派遣穆尔库斯之前“抢先从伯罗奔尼撒搜刮了所能搜刮的一切战利品”。ὅσην ἔφθασε 乃是省略了分词补足语(即 ὅσην ἔφθασε περισυράμενος)的紧缩表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4972-4974