← 阿庇安

内战记

§41075-41077

布鲁图斯围困克桑托斯与城民夜袭失败

在马其顿和伊利里亚掌握大军与巨额资财的布鲁图斯与卡西乌斯会合后转向吕基亚,迅速填平护城深壕并围困克桑托斯。防御工事破损的克桑托斯人夜袭攻城器械却中计败退,因城门提前关闭而在门外惨遭屠杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41075

τὰ δʼ ἀμφὶ Λυκίαν καὶ Βροῦτον, μικρὰ καὶ τῶν ἀμφὶ τοῦτον ἐς ὑπόμνησιν ἀναλαβόντι1 ἄνωθεν, ἦν τοιάδε. ἐπειδὴ παρὰ Ἀπουληίου στρατιάν τέ τινα εἰλήφει, ὅσην Ἀπουλήιος εἶχεν, καὶ χρήματα ἐς ἑξακισχίλια καὶ μύρια τάλαντα, ὅσα ἐκ τῶν φόρων τῆς Ἀσίας συνείλεκτο, παρῆλθεν ἐς Βοιωτίαν. ψηφισαμένης δὲ αὐτῷ τῆς βουλῆς τοῖς τε χρήμασιν ἐς τὰ παρόντα χρῆσθαι καὶ Μακεδονίας ἄρχειν καὶ τῆς Ἰλλυρίδος ἐπὶ τῇ Μακεδονίᾳ, τὰ μὲν ἐν τοῖς Ἰλλυριοῖς τρία τέλη τοῦ στρατοῦ παραλαμβάνει, Οὐατινίου τοῦ πρότερον ἄρχοντος Ἰλλυριῶν παραδόντος, ἓν δὲ ἐκ Μακεδονίας ἀφείλετο Γάιον, τὸν ἀδελφὸν Ἀντωνίου.2 τέσσαρα δὲ ἐπὶ τούτοις ἄλλα συναγαγὼν ὀκτὼ τὰ πάντα εἶχε, Γαΐῳ Καίσαρι τὰ πολλὰ αὐτῶν ἐστρατευμένα.3 εἶχε δὲ καὶ ἱππέων πλῆθος καὶ ψιλοὺς καὶ τοξότας, καὶ τοὺς Μακεδόνας ἐπαινῶν ἐς τὸν Ἰταλικὸν ἤσκει τρόπον. ἀγείροντι δὲ αὐτῷ στρατὸν ἔτι καὶ χρήματα συντυχία Θρᾴκιος τοιάδε γίγνεται. Πολεμοκρατία, γυνή τινος τῶν βασιλίσκων, ἀναιρεθέντος αὐτῇ τοῦ ἀνδρὸς4 ὑπὸ ἐχθρῶν δείσασα περὶ τῷ παιδὶ ἔτι ὄντι μειρακίῳ, ἧκεν αὐτὸν φέρουσα καὶ ἐνεχείρισε Βρούτῳ, ἐνεχείρισε δὲ καὶ τοὺς τοῦ ἀνδρὸς θησαυρούς. ὁ δὲ τὸν μὲν παῖδα Κυζικηνοῖς ἀνατρέφειν παρέδωκε, μέχρι σχολάσειεν ἐπὶ τὴν βασιλείαν καταγαγεῖν, ἐν δὲ τοῖς θησαυροῖς εὗρε παράδοξον χρυσίου τι πλῆθος καὶ ἀργύρου.

关于吕基亚与布鲁图斯的情势,若从稍早前追述有关他的事迹以资省思,情况乃是如此。他在从阿普列乌斯手中接管了其所统辖的全部军队,以及从亚细亚赋税中征得的高达一万六千塔兰同的资金后,便进抵维奥蒂亚。元老院决议准许他将这些资金用于当前之需,并统领马其顿,以及在马其顿之外统领伊利里亚;于是他接管了驻在伊利里亚的三个军团,由前伊利里亚总督瓦提尼乌斯移交,并在马其顿从安东尼的兄弟盖乌斯手中夺取了一个军团。在此之外他又招募了另外四个军团,总共拥有八个军团,其中大部分都曾在盖乌斯·恺撒麾下服役。他还拥有大量骑兵、轻装步兵和弓箭手,在赞赏马其顿人的同时,依照意大利的方式对他们加以训练。当他还在进一步集结军队与钱财时,发生了如下一件色雷斯人的事件。一位小邦君王之妻波勒莫克拉提亚,在丈夫被仇敌杀害后,担忧尚处于少年时期的儿子的安危,遂携子前来托付给布鲁图斯,并将丈夫的财宝一并交由他保管。布鲁图斯将这名少年托付给基济科斯人抚育,直至自己有闲暇将其送回王位,并在这些财宝中发现了数量惊人的金银。

§41076

καὶ τοῦτο μὲν ἔκοπτε καὶ νόμισμα ἐποίει· ὡς δὲ ἦλθέ τε ὁ Κάσσιος καὶ ἔδοξε Λυκίους καὶ Ροδίους προεξαιρεῖν, ἐτράπετο Λυκίων ἐπὶ Ξανθίους πρώτους. οἱ δὲ τά τε προάστεια σφῶν καθεῖλον, ἵνα μὴ ἐς κατάλυσιν αὐτοῖς ὁ Βροῦτος μηδʼ ἐς ὕλην ἔχῃ χρῆσθαι, καὶ τὴν πόλιν περιταφρεύσαντες ἀπεμάχοντο ἀπὸ τῆς τάφρου, τὸ μὲν βάθος οὔσης πεντήκοντα ποδῶν βαθυτέρας,5 τὸ δὲ πλάτος κατὰ λόγον τοῦ βάθους, ὥστε παρʼ αὐτὴν ἑστῶτες ἠκόντιζόν τε καὶ ἐτόξευον ὥσπερ ἐν μέσῳ ποταμὸν ἔχοντες ἀπέρατον. ὁ δὲ Βροῦτος αὐτὴν ἔχου βιαζόμενος6 καὶ σκεπαστήρια τῶν ἐργαζομένων προυτίθει καὶ τὸν στρατὸν ἐς ἡμέραν καὶ νύκτα ἐμέριζε, καὶ τὴν ὕλην μακρόθεν, ὥσπερ ἐν τοῖς ἀγῶσι, σὺν δρόμῳ καὶ βοῇ μετέφερεν, οὐδὲν ἐκλείπων σπουδῆς καὶ πόνου. ὅθεν αὐτῷ τὸ ἔργον ἐλπισθὲν ἢ οὐκ ἔσεσθαι κωλυόντων τῶν πολεμίων ἢ πολλοῖς μησὶ μόλις ἔσεσθαι, ὀλίγαις ἡμέραις ἐξείργαστο, καὶ οἱ Ξάνθιοι κατακλεισθέντες ἐπολιορκοῦντο.

他将这些金银打制成钱币。当卡西乌斯前来会合,双方决定先行扫除吕基亚人与罗得斯人时,布鲁图斯在吕基亚人中首先移师攻打克桑托斯人。克桑托斯人拆毁了他们城外的郊区建筑,以免布鲁图斯将其用于宿营或取材,并在城周挖掘壕沟,从壕沟依托抵抗。这道壕沟深五十多英尺,宽度亦与深度相应,以致他们伫立其旁投掷标枪并射箭,宛如隔着一条不可逾越的河流。然而布鲁图斯强行填壕,为劳作者设立护板工事,将军队分为昼夜轮班,并如同竞技比赛一般,伴随着飞奔与呐喊从远处转运木材,未遗余力,竭尽劳苦。

§41077

καὶ αὐτοῖς ὁ Βροῦτος τοὺς μὲν ἐκ μηχανημάτων εἰς τὰ τείχη, τοὺς δὲ ἐκ ποδὸς ἐπῆγεν ἐπὶ τὰς πύλας καὶ πάντας ἐνήλλασσε συνεχῶς. οἱ δὲ ἀκμῆσιν αἰεὶ κεκμηκότες συμφερόμενοι καὶ τετρωμένοι πάντες, ὅμως ὑπέμενον, ἕως σφίσιν αἱ ἐπάλξεις διέμενον. ὡς δὲ καὶ αὗται κατεσύρησαν καὶ οἱ πύργοι διερρώγεσαν, ὑποτοπήσας τὸ ἐσόμενον ὁ Βροῦτος ἐκέλευσε τὰς ἐφέδρους τῶν πυλῶν τάξεις ἀποστῆναι· καὶ οἱ Ξάνθιοι νομίσαντες ἀφυλαξίαν καὶ ἀμέλειαν εἶναι νυκτὸς ἐξέδραμον μετὰ λαμπάδων ἐπὶ τὰ μηχανήματα. ταχὺ δὲ ἐκ συνθήματος αὐτοῖς τῶν Ῥωμαίων ἐπιδραμόντων, συνέφευγον αὖθις ἐς τὰς πύλας· καὶ τῶν φυλάκων αὐτὰς προαποκλεισάντων ὑπὸ δέους, μὴ συνεσπέσοιεν οἱ πολέμιοι,7 φθόρος ἦν Ξανθίων πολὺς ἀμφὶ ταῖς πύλαις ἀποκεκλεισμένων.

因此,这项原本预期若非因敌军阻挠而绝难成功、便是历经数月也难以完成的工程,在短短数日之内便告落成,克桑托斯人被封闭于城内遭受围困。 布鲁图斯派部众从攻城机械上进攻城墙,另派部众徒步猛攻城门,且持续轮换各部兵力。克桑托斯人精疲力竭,却始终要同精力充沛的新生力量交战,人人负伤,但只要城垛尚存便依然坚守。然而,当城垛亦被摧毁、塔楼破裂之时,布鲁图斯预料到将发生的情形,遂命令部署在城门前的预备阵列后撤;克桑托斯人误以为这是疏于防范与懈怠,便在夜间手持火把冲向攻城器械。当罗马人依信号迅速扑向他们时,他们再度向城门败退;而守门者由于恐惧敌人一同冲入,提前关闭了城门,致使被关在门外的众多克桑托斯人在城门周围惨遭屠杀。

语法注7 条
  1. 41075ἀναλαβόντι

    语法上属于判断者与格(或表示假定语气的“若有人自前事追述”),在此无特定主语,泛指叙述者或读者以引入背景叙述。

  2. 41075ἀφείλετο Γάιον, τὸν ἀδελφὸν Ἀντωνίου

    动词 ἀφαιρέω 支配的双宾语宾格构文,同时带表示所夺之物的宾格(ἓν [τέλος])和表示被夺之人的宾格(Γάιον),意为“从盖乌斯处夺取了一个军团”。

  3. 41075Γαΐῳ Καίσαρι τὰ πολλὰ αὐτῶν ἐστρατευμένα

    与格 Γαΐῳ Καίσαρι 依附于完成时关身分词 ἐστρατευμένα(源自 στρατεύομαι“从军、服役”),作表利害关系的与格(“在盖乌斯·恺撒麾下”);τὰ πολλά 为副词性宾格,意为“大半”。

  4. 41075ἀναιρεθέντος αὐτῇ τοῦ ἀνδρὸς

    属于独立属格构文(ἀναιρεθέντος... τοῦ ἀνδρὸς),其中内嵌了利害关系与格 αὐτῇ(“对她而言”),突显丈夫被杀对波勒莫克拉提亚自身的切身影响及动机。

  5. 41076τὸ μὲν βάθος οὔσης πεντήκοντα ποδῶν βαθυτέρας

    与前文 τῆς τάφρου 一致的属格分词结构。βάθος 为规约宾格(“在深度上”),πεντήκοντα ποδῶν 则是依附于比较级 βαθυτέρας 的比较属格(“深于五十英尺”)。

  6. 41076ἔχου βιαζόμενος

    ἔχου 是动词 χόω(填积、筑堤)的未完成过去时第三人称单数形式。与分词 βιαζόμενος 结合,表示克服阻力强行持续推进填壕作业。

  7. 41077μὴ συνεσπέσοιεν οἱ πολέμιοι

    由表示恐惧的名词 δέους 引出的惧怕从句(μή + 希求法)。由于主句行为发生在过去(由分词 προαποκλεισάντων 体现),故从属动词采用希求法 συνεσπέσοιεν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:41075-41077