- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4969-4971
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡西乌斯拒绝了阿耳刻拉奥斯的哀求,反用条约反唇相讥并要求其彻底臣服,随后打发其离去。罗得斯舰队主动出击开赴明多斯企图先发制人,但在海战中遭到罗马舰队的重量与包围战术所挫败。
ταῦτʼ εἰπὼν ὁ πρεσβύτης οὐ μεθίετο τῆς χειρός, ἀλλʼ ἐπεδάκρυεν αὐτῇ, ὡς ἐρυθριᾶσαι μὲν ἐπὶ τῷ σχήματι τὸν Κάσσιον καὶ παθεῖν τι ὑπὸ αἰδοῦς, ὑφελόντα1 δὲ ὅμως εἰπεῖν· “εἰ μὲν οὐ συνεβούλευσας Ῥοδίοις μὴ ἀδικεῖν με, σύ με ἠδίκεις· εἰ δὲ διδάσκων οὐκ ἔπεισας, ἀμυνῶ σοι.2 ἠδικούμην δὲ δή που σαφῶς τὸ μὲν πρῶτον ἀδίκημα συμμαχίαν αἰτῶν καὶ παρορώμενος ὑπὸ τῶν παιδευσάντων καὶ θρεψάντων, τὸ δὲ ἑξῆς προτιμώντων μου Δολοβέλλαν, ὃν οὐκ ἐπαίδευσαν οὐδὲ ἀνέθρεψαν, τὸ δὲ ἀνιαρότερον, ἐμοῦ μὲν καὶ Βρούτου καὶ ὅσων ὁρᾶτε ἀπὸ τῆς βουλῆς ἀρίστων ἀνδρῶν φευγόντων τυραννίδα καὶ τὴν πατρίδα ἐλευθερούντων, ὦ Ῥόδιοι φιλελεύθεροι, Δολοβέλλα δὲ αὐτὴν καταδουλοῦντος ἑτέροις, οἷς δὴ καὶ ὑμεῖς εὔνως ἔχοντες ὑποκρίνεσθε ἐξίστασθαι τοῖς ἐμφυλίοις ἡμῶν. ἔστι δὲ ἐμφύλια μέν, εἰ καὶ ἡμεῖς δυναστείας ὠρεγόμεθα, πόλεμος δὲ σαφὴς τὸ γιγνόμενόν ἐστι δημοκρατίας πρὸς μοναρχίαν. καὶ δημοκρατίαν ἀβοήθητον καταλείπετε οἱ παρακαλοῦντες ὑπὲρ αὐτονομίας· φιλίαν τε Ῥωμαίοις προφέροντες οὐκ ἐλεεῖτε ἀκρίτους ἐπὶ θανάτῳ καὶ δημεύσει προγραφομένους, ἀλλʼ ὑποκρίνεσθε πεύσεσθαι τῆς βουλῆς τῆς ταῦτα πασχούσης καὶ οὐδὲ ἀμύνειν ἑαυτῇ πω δυναμένης. ἡ δʼ ὑμῖν ἤδη προαπεκρίνατο, ἐν οἷς ἐψηφίσατο τοὺς ἀμφὶ τὴν ἕω πάντας ἀμύνειν ἐμοί τε καὶ Βρούτῳ.
老者说完这番话,仍紧握着他的手不放,并在那只手上流泪,以致卡西乌斯对这般情景面红耳赤,因羞愧而动容;然而他还是抽回手说道: “如果你不曾劝告罗得斯人不要侵害我,那你自己就是在侵害我;但如果你教导了他们却未能说服他们,我自会体谅你。但我确实明明白白遭到了侵害:第一件不义之事,是我请求结盟,却被抚育教导过我的人所漠视;接下来的不义,是他们偏向多拉贝拉,而此人既未曾受过他们的教育,也未曾受过他们的抚育;更令人痛心的是,我和布鲁图斯以及你们所见的元老院诸位最优秀的人士,正为了逃避僭主统治、为了解放祖国而奔走——热爱自由的罗得斯人啊!——多拉贝拉却在将祖国奴役给他人;你们对那些人心怀好意,却假装在我们的内乱中保持中立。然而,如果我们也在争夺独裁统治,那才算内乱,可眼前所发生的,分明是民主政制对抗君主专制的战争。你们这些为自治而呼吁的人,却任由民主政制陷入无援;你们口口声声对罗马人表示友好,却对未经审判便因处死和没收财产而被列入公敌通告者毫无怜悯,反而假装要请示正在遭受这一切磨难且尚无力自卫的元老院。然而元老院早已回答了你们,它通过决议命令东方各方全都支援我和布鲁图斯。
σὺ δέ, εἰ μέν ποτε ἡμῖν περικτωμένοις τι συνεπράξατε, ὧν εὐεργεσίας καὶ μισθοὺς ἀντικεκόμισθέ που, καταλογίζῃ, ὅτι δὲ ἡμῖν ἐς τὴν ἐλευθερίαν καὶ σωτηρίαν ἀδικουμένοις οὐ συμμαχεῖτε, ἐπιλανθάνῃ· οὓς εἰκὸς ἦν, εἰ καὶ μηδὲν ἡμῖν ἐς ἀλλήλους ὑπῆρχεν, ἀλλὰ νῦν ἄρχειν ἐθελοντὰς ὑπερμαχῆσαι3 τῆς Ῥωμαίων δημοκρατίας, Δωριέας ὄντας. οἳ δʼ ἀντὶ τοιούτων ἔργων καὶ λογισμῶν συνθήκας ἡμῖν προφέρετε, γενομένας μὲν ὑμῖν καὶ τάσδε πρὸς Γάιον Καίσαρα, τῆσδε τῆς μοναρχίας ἡγεμόνα· λέγουσι δʼ ὅμως αἱ συνθῆκαι Ῥωμαίους καὶ Ῥοδίους ἐν ταῖς χρείαις ἀλλήλοις ἀμύνειν. ἀμύνατε οὖν ἐς τὰ μέγιστα κινδυνεύουσι Ῥωμαίοις. Κάσσιος ὑμῖν ἐστιν ὁ τὰς συνθήκας τάσδε προφέρων καὶ ἐπὶ συμμαχίαν καλῶν, Ῥωμαῖος ἀνὴρ καὶ Ῥωμαίων στρατηγός, ὥς φησι τὸ ψήφισμα τῆς βουλῆς, ἐν ᾧ πάντας ὑπακούειν ἡμῖν ἔταξε τοὺς τοῦ Ἰονίου πέραν. τὰ δʼ αὐτὰ καὶ Βροῦτος ὑμῖν προτείνει ψηφίσματα καὶ Πομπήιος, τὴν θάλασσαν ὑπὸ τῆς βουλῆς ἐπιτετραμμένος, τὰς δʼ ἱκετείας ἐπὶ τοῖς ψηφίσμασι καὶ οἵδε πάντες, ὅσοι φεύγουσιν ἀπὸ τῆς βουλῆς, οἱ μὲν ἐς ἐμὲ καὶ Βροῦτον, οἱ δʼ ἐς Πομπήιον. ἔστι δὲ δή που τὸ συγκείμενον, Ῥωμαίοις Ῥοδίους βοηθεῖν, κἂν καθʼ ἕνα χρῄζωσιν. εἰ δὲ οὔτε στρατηγοὺς ἡμᾶς οὔτε Ῥωμαίους ἔτι, ἀλλὰ φυγάδας ἢ ξένους ἢ κατακρίτους, ὡς οἱ προγράψαντες λέγουσιν, ἡγεῖσθε, οὐ πρὸς ἡμᾶς ἐστιν ὑμῖν ἔτι, ἀλλὰ πρὸς Ῥωμαίους, ὦ Ῥόδιοι, τὰ συγκείμενα· ἡμεῖς δὲ ξένοι καὶ ἀλλότριοι τῶν συνθηκῶν ὄντες πολεμήσομεν ὑμῖν, ἢν μὴ ἐς πάντα κατακούητε.”
而且,如果你们过去在我们开疆扩土时出过力——关于这些,你们大概已得到了恩惠和报酬作为回报——你便斤斤计较;但为了自由与生存而受侵害的我们,你们却不肯结盟,对此你反倒忘得一干二净。你们身为多利安人,即便我们之间本无任何瓜葛,按理也应当在当下自愿挺身而出,为罗马人的民主政制而战。可你们不但不行此等义举、作此等考量,反而向我们抬出条约,而且这还是你们与这场君主专制的魁首盖乌斯·恺撒所订立的条约。尽管如此,条约依然规定,在危难之际罗马人与罗得斯人应相互支援。那么,就请支援正面临极大危险的罗马人吧!向你们出示此条约并召唤你们结盟的卡西乌斯,正如元老院决议所言,乃是罗马人也是罗马人的统帅,元老院在那项决议中命令伊奥尼亚海彼岸的所有人服从我们。布鲁图斯向你们出示了同样的决议,受元老院托付海权的庞培乌斯也是如此;在这些决议之上,还有元老院中出逃的所有这些人发出的恳求,他们有的投奔了我和布鲁图斯,有的投奔了庞培乌斯。条约的约定分明是罗得斯人应当支援罗马人,哪怕他们只是个别提出请求。但如果你们认为我们既不再是统帅也不再是罗马人,而是如发布通告者所说的是流亡者、外邦人或定罪犯,那么,罗得斯人啊,你们的盟约便不再是对我们的,而是对罗马人的;而我们作为与条约无关的外邦人和陌生人,除非你们在一切事上俯首听命,否则必将向你们开战。”
τοιαῦτα μὲν ὁ Κάσσιος ἐπειρωνευσάμενος τὸν Ἀρχέλαον ἀπέλυεν, Ἀλέξανδρος δὲ καὶ Μνασέας, οἱ Ῥοδίων ἡγούμενοι, ταῖς τριάκοντα καὶ τρισὶ ναυσὶν ἀνήγοντο ἐπὶ Κάσσιον ἐς Μύνδον ὡς προκαταπλήξοντες τῷ ἐπίπλῳ· καί τί που καὶ κούφως εἶχον ἐλπίδος, ὅτι καὶ Μιθριδάτῃ ἐς Μύνδον ἐπιπλεύσαντες ἐδόκουν ἐς τὸ τοῦ πολέμου τέλος εὐτυχῆσαι. εἰρεσίᾳ δὲ ἐς ἐπίδειξιν χρώμενοι τήν τε πρώτην ἡμέραν ηὐλίσαντο ἐν Κνίδῳ καὶ τῆς ἐπιούσης ἐπεφαίνοντο τοῖς ἀμφὶ τὸν Κάσσιον ἐκ τοῦ πελάγους. οἱ δὲ θαυμάσαντες ἀντανήγοντο, καὶ τὸ ἔργον ἦν ἑκατέρωθεν ἰσχύος τε καὶ δυνάμεως· Ῥόδιοι μὲν γὰρ ναυσὶ κούφαις διεξέπλεόν τε τοὺς πολεμίους ὀξέως καὶ περιέπλεον καὶ ἐπανόδοις ἐχρῶντο, Ῥωμαῖοι δὲ ἐπὶ νεῶν βαρυτέρων, ὅτε συμπλακεῖεν, ἀπὸ βαρυτέρας ῥύμης ἐπεβάρουν ὥσπερ ἐν πεζομαχίᾳ. τοῦ δὲ Κασσίου πλήθει νεῶν τὰς πολεμίας περιλαβόντος, οἱ μὲν Ῥόδιοι περιπλεῖν ἔτι καὶ διεκπλεῖν οὐκ ἐδύναντο, ἐμβάλλουσι δʼ αὐτοῖς μόνον ἐκ τοῦ μετώπου καὶ ἀναχωροῦσιν ἡ μὲν ἐμπειρία διέφθαρτο ὑπὸ τῆς στενοχωρίας κεκυκλευμένοις, αἱ δὲ ἐμβολαὶ καὶ ἀποσιμώσεις4 ἐς βαρυτέρας τὰς Ῥωμαίων ναῦς ἀσθενεῖς ἐγίγνοντο, Ῥωμαίοις δʼ ἦσαν ἐς κουφοτέρας εὔτονοι, μέχρι Ῥόδιαι μὲν τρεῖς αὐτοῖς ἀνδράσιν ἐλήφθησαν καὶ δύο ἀνερράγησάν τε καὶ κατέδυσαν καὶ αἱ λοιπαὶ βεβλαμμέναι διέφυγον ἐς τὴν Ῥόδον, αἱ δὲ Ῥωμαίων ἅπασαι μὲν ἐπανῆλθον ἐς Μύνδον, ἐπεσκευάζοντο δὲ καὶ τούτων αἱ πλέονες βλαβεῖσαι.
卡西乌斯如此冷嘲热讽之后,便打发阿耳刻拉奥斯离去。罗得斯人的领袖亚历山大和姆纳塞阿斯率领三十三艘战船向明多斯的卡西乌斯进发,企图以先发制人的来袭震慑敌军;他们也心存一丝侥幸,因为当年他们也曾向明多斯的米特拉达梯出航,似乎在战争结局中取得了胜利。他们极尽炫示地划桨前行,第一天在克尼多斯宿营,次日便从外海出现在卡西乌斯部众面前。罗马人虽感惊异,但也出海迎战,双方展开了一场力量与勇武的较量。罗得斯人凭借轻快的战船,迅捷地穿透敌阵(划桨穿冲)、迂回包抄并反复回击;而罗马人乘坐较重的战船,一旦接舷,便以更沉重的冲力猛压过去,犹如陆战一般。当卡西乌斯以战船数量包围了敌船时,罗得斯人便无法再迂回或穿冲,只能从正面撞击并倒退划桨,他们的娴熟技术在狭窄的重围中无从施展;对罗马较重战船的撞击与擦舷折桨变得软弱无力,而罗马人的攻击对较轻的战船却威猛有力。最终,罗得斯人连人带船有三艘被俘,两艘破裂沉没,其余受损的船只逃回了罗得斯;罗马人的船只全部返回明多斯,但其中大多数也因受损而需修理。
- 4969ὑφελόντα
与不定式 εἰπεῖν 的主语(宾格 τὸν Κάσσιον)一致的宾格分词。承接前文的 οὐ μεθίετο τῆς χειρός(紧握其手不放),动词 ὑφαιρέω 意为“悄悄抽回、移开”,此处省略宾语 τὴν χεῖρα,意为“抽回(手)”。
- 4969ἀμυνῶ σοι
动词 ἀμύνω 接与格时意为“救助、维护、保护”(接宾格时则为“击退、报复”)。此处承接前文假设,意为“(若是如此)我便维护你/体谅你/不加罪于你”。
- 4970οὓς εἰκὸς ἦν ... ὑπερμαχῆσαι
关系代词宾格 οὓς 作为不定式 ὑπερμαχῆσαι 的逻辑主语,用于非人称句型 εἰκὸς ἦν(理应……)之中,带有未实现的过去义务意味(“理应由你们去奋战……”);Δωριέας ὄντας 则作为原因副词性分词修饰主语,说明其理应作战的缘由。
- 4971ἀποσιμώσεις
古代海战专业术语 ἀποσίμωσις 指转向、避开正面冲撞(常用于以斜角擦过敌舰以折断其桨)的机动战术。它与前面的 ἐμβολαί(撞角突击)并提,描述罗得斯船只在受困于狭小水域面对笨重罗马舰船时,其战术机动完全丧失效力。
