← 阿庇安

内战记

§4965-4968

平定罗得斯与吕基亚之议及恩师苦劝

布鲁图斯与卡西乌斯会师商讨战略,依卡西乌斯之见决定在决战前先平定后方的罗得斯与吕基亚。罗得斯一方面积极备战,一方面遣使交涉未果,卡西乌斯的昔日恩师阿耳刻拉奥斯遂出使苦劝以图挽回浩劫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4965

Τάρσος μὲν δὴ καὶ Λαοδίκεια τοιάδε ἐπεπόνθεσαν, Κάσσιος δὲ καὶ Βροῦτος συμβολήσαντες ἀλλήλοιν, Βρούτῳ μὲν ἐδόκει τὴν στρατιὰν ἁλίσαντε χωρεῖν ἐπὶ τὸ μεῖζον ἔργον ἐς Μακεδονίαν·1 τέλη τε γὰρ ἤδη τοῖς πολεμίοις ἐς τεσσαράκοντα εἶναι στρατοῦ καὶ αὐτῶν διεληλυθέναι τὸν Ἰόνιον ὀκτώ· Κασσίῳ δὲ ἐδόκει τῶν μὲν πολεμίων ἔτι περιορᾶν ὡς τριφθησομένων ἐν σφίσιν ἐξ ἀπορίας διὰ τὸ πλῆθος, Ῥοδίους δὲ καὶ Λυκίους ἐξελεῖν, εὔνους τε ὄντας ἐκείνοις καὶ ναυτικὸν ἔχοντας, ἵνα μὴ κατὰ νώτου σφίσι γίγνωνται παρὰ τὸ ἔργον. ἐπεὶ δὲ ἔδοξεν ὧδε, ἐχώρουν Βροῦτος μὲν ἐπὶ Λυκίους, Κάσσιος δὲ ἐπὶ Ῥοδίους, τεθραμμένος τε ἐν αὐτῇ καὶ πεπαιδευμένος τὰ Ἑλληνικά. ὡς δὲ κρατίστοις τὰ ναυτικὰ ἀνδράσι συνοισόμενος ἐς μάχην, τὰς ἰδίας ναῦς ἐπεσκεύαζε καὶ ἀνεπλήρου καὶ ἐγύμναζεν ἐν Μύνδῳ.

塔尔苏斯和拉奥迪基亚确实遭受了如此的灾难。当卡西乌斯与布鲁图斯会师时,布鲁图斯主张两人应合兵一处,开赴马其顿去执行更为重大的任务,因为敌军已有约四十个军团的兵力,其中八个军团已经渡过了伊奥尼亚海;而卡西乌斯则认为,对敌军暂且不必理会,他们人多势众必因物资匮乏而自相消耗,当前应当先荡平罗得斯人与吕基亚人,因为他们亲附敌军且拥有海军舰队,以免他们在决战时从背后威胁自己。这一主张决定之后,布鲁图斯便进军讨伐吕基亚人,卡西乌斯则去讨伐罗得斯人,卡西乌斯正是在该城被抚养成人并接受希腊式教育的。他料想将与海战上最勇猛善战之人交锋,便在明多斯修理、补充并训练自己的船只。

§4966

Ῥοδίων δὲ οἱ μὲν ἐν λόγῳ μᾶλλον ὄντες ἐδεδοίκεσαν Ῥωμαίοις μέλλοντες ἐς χεῖρας ἰέναι, ὁ δὲ λεὼς ἐμεγαλοφρονεῖτο, ἐπεί οἱ καὶ παλαιῶν ἔργων πρὸς οὐχ ὁμοίους ἄνδρας ἐμνημόνευον.2 ναῦς τε καθεῖλκον τὰς ἀρίστας σφῶν τρεῖς καὶ τριάκοντα. καὶ τάδε πράσσοντες ἔπεμπόν τινας ἐς Μύνδον ὅμως, οἳ τὸν Κάσσιον ἠξίουν μήτε Ῥόδου καταφρονεῖν, πόλεως ἀμυναμένης ἀεὶ τοὺς καταφρονήσαντας, μήτε συνθηκῶν, αἳ Ῥοδίοις εἰσὶ καὶ Ῥωμαίοις, ὅπλα μὴ φέρειν ἐπὶ ἀλλήλους· εἰ δέ τι περὶ συμμαχίας ἐπιμέμφοιτο, ἐθέλειν παρὰ τῆς Ῥωμαίων βουλῆς πυθέσθαι, καὶ κελευούσης ἔφασαν συμμαχήσειν. οἱ μὲν δὴ τοιάδε μάλιστα ἔλεγον, ὁ δὲ τὰ μὲν ἄλλα τὸν πόλεμον ἀντὶ λόγων ἔφη κρινεῖν, τὰς δὲ συνθήκας κελεύειν ὅπλα μὴ φέρειν ἐπʼ ἀλλήλους, καὶ ἐπενηνοχέναι Ῥοδίους Κασσίῳ, Δολοβέλλᾳ συμμαχοῦντας, κελεύειν δὲ ἀλλήλοις συμμαχεῖν, Κασσίῳ δὲ δεομένῳ εἰρωνεύεσθαι τὰ περὶ τῆς Ῥωμαίων βουλῆς, φευγούσης καὶ ἁλωμένης ἐν τῷ παρόντι διὰ τοὺς ἐν ἄστει τυράννους, οἳ δώσουσι μὲν αὐτοὶ δίκας, δώσουσι δὲ καὶ Ῥόδιοι τὰ ἐκείνων προτιμῶντες, ἢν μὴ θᾶσσον ἀνέχωνται τῶν κελευομένων. ὧδε μὲν ὁ Κάσσιος αὐτοὺς ἠμείψατο, καὶ οἱ εὖ φρονοῦντες Ῥοδίων μᾶλλον ἐδεδοίκεσαν· τὸ δὲ πλῆθος ἐδημαγώγουν Ἀλέξανδρός τε καὶ Μνασέας ἀναμιμνήσκοντες, ὅτι καὶ Μιθριδάτης πλέοσι ναυσὶν ἐπιπλεύσειε τῇ Ῥόδῳ καὶ Δημήτριος ἔτι πρὸ τοῦ Μιθριδάτου.

罗得斯人中身处要位之人,因将与罗马人兵戎相见而深感忧惧;而大众却心怀自大,因为他们想起昔日的战功,而且过去的对手与眼前的这些人不可同日而语。他们将本邦最好的三十三艘战船推入海中。尽管采取了这些举动,他们仍派人前往明多斯,要求卡西乌斯既不要轻视罗得斯——因为这是一座历来击退轻蔑之敌的城邦,也不要无视罗得斯人与罗马人之间互不倒戈相向的条约;若对同盟之事有所不满,他们希望向罗马元老院请示,并声称一旦元老院下令,他们便会结盟。 使者们大致陈述了这番话,卡西乌斯却回答说,其余各事将由战争而非言辞来决断,条约确实规定双方互不倒戈,然而罗得斯人却通过与多拉贝拉结盟而向卡西乌斯兴兵;条约本规定相互结盟,但在卡西乌斯提出请求时,他们却拿罗马元老院来推诿敷衍——而此时元老院正因城内的僭主们而四处流亡逃难;这些僭主自会受到惩罚,而罗得斯人若不尽快遵从指令,也必将因偏袒他们而受到严惩。卡西乌斯如此答复了他们,使罗得斯明达之士愈发惶恐;亚历山大与姆纳塞阿斯则煽动大众,提醒他们当年米特拉达梯也曾率更多战船侵犯罗得斯,而在米特拉达梯之前德米特里乌斯也是如此。

§4967

οἱ μὲν δὴ τὸν Ἀλέξανδρον ἐκ τούτων εἵλοντο σφίσι πρυτανεύειν, ἥπερ ἐστὶν ἀρχὴ παρʼ αὐτοῖς μάλιστα αὐτοκράτωρ, καὶ ναυαρχεῖν Μνασέαν, ἔπεμπον δʼ ὅμως ἐς τὸν Κάσσιον ἔτι πρεσβευτὴν Ἀρχέλαον, ὃς ἐν Ῥόδῳ τὰ Ἑλληνικὰ διδάσκαλος γεγένητο τῷ Κασσίῳ, δεησόμενον ἤδη τόνδε τοῦ Κασσίου λιπαρέστερον· καὶ ἐδεῖτο, τῆς δεξιᾶς λαβόμενος, ὡς γνωρίμου. “μὴ πόλιν ἀναστήσῃς Ἑλληνίδα φιλέλλην ἀνήρ, μὴ Ῥόδον φιλελεύθερος ἀνήρ· μηδὲ αἰσχύνῃς ἀξίωμα Δώριον, οὐχ ἡσσημένον, ἐξ οὗ γεγόναμεν, μηδὲ ἐκλάθῃ καλῆς ἱστορίας ἧς ἔμαθες ἐν Ῥόδῳ τε καὶ ἐν Ῥώμῃ, ἐν Ῥόδῳ μέν, ὅσα Ῥόδιοι κατὰ πόλεις καὶ πρὸς βασιλέας, ἄλλους τε καὶ τοὺς μάλιστα ἀμάχους δόξαντας εἶναι, Δημήτριον καὶ Μιθριδάτην, ὑπὲρ ἐλευθερίας ἔπραξαν, ὑπὲρ ἧς δὴ καὶ σὺ φῂς τάδε κάμνειν· ἐν Ῥώμῃ δέ, ὅσα ὑμῖν αὐτοῖς καθʼ ἑτέρων καὶ κατʼ Ἀντιόχου τοῦ μεγάλου συνεμαχήσαμεν, ὧν εἰσὶν ὑπὲρ ἡμῶν ἀνάγραπτοι στῆλαι παρʼ ὑμῖν.

民众于是推选亚历山大为自己担任行政长官(这是他们那里最握有全权的职位),推选姆纳塞阿斯为舰队司令;然而他们仍派阿耳刻拉奥斯出使卡西乌斯,此人曾在罗得斯担任过卡西乌斯的希腊学问之师,以便他能更恳切地哀求卡西乌斯。阿耳刻拉奥斯以师友故交之礼握住他的右手,恳求道: “你既是一个热爱希腊人的人,就不要摧毁一座希腊城邦;你既是一个热爱自由的人,就不要摧毁罗得斯;也不要羞辱多利安人的威严——自立国以来我们从未受辱屈服;更不要忘记你在罗得斯和罗马所学到的光辉历史:在罗得斯,你学到了罗得斯人为了自由而对各城邦及诸王——特别是对被认为最不可战胜的德米特里乌斯和米特拉达梯——所立下的卓绝战功,而你声称自己如今也正是为了这同一自由而在奋斗劳苦;在罗马,你学到了我们为了你们自身,曾多次与你们并肩作战反抗他人,并抗击安条克大帝,关于这些事,你们那里立有为我们铭刻的石碑。

§4968

τάδε μὲν δὴ καὶ γένους ἕνεκα καὶ ἀξιώσεως ἡμῶν καὶ τύχης ἐς τὸ νῦν ἀδουλώτου καὶ συμμαχίας καὶ προαιρέσεως ἐς ὑμᾶς, ὦ Ῥωμαῖοι, λελέχθω· πρὸς σὲ δέ, ὦ Κάσσιε, καὶ αἰδώς τις ἔστιν ἐξαίρετος ἔς τε τὴν πόλιν καὶ τὴν ἐν αὐτῇ τροφήν τέ σου καὶ παίδευσιν καὶ διατριβὴν καὶ ἑστίαν, ἣν ᾤκησας, καὶ τοὐμὸν διδασκαλεῖον αὐτὸ καὶ ἐμέ, ἐλπίσαντα μὲν ἐς ἕτερα τούτοις ποτὲ ἐναβρυνεῖσθαι, νῦν δὲ ὑπὲρ τῆς πατρίδος αὐτὰ δαπανῶντα, ἵνα μηδʼ αὐτή σοι πολεμεῖν ἀναγκάζηται πεπαιδευμένῳ τε ὑφʼ αὑτῆς καὶ τεθραμμένῳ μηδὲ γένηται δυοῖν ὑπʼ ἀνάγκης θάτερον, ἢ Ῥοδίους ἀποθανεῖν πάντως ἢ Κάσσιον ἡσσᾶσθαι. συμβουλεύω δὲ ἐπὶ τῇ παρακλήσει, τοιῶνδέ σε ὑπὲρ τῆς Ῥωμαίων πολιτείας ἁπτόμενον ἔργων θεοὺς ἡγεμόνας αἰεὶ ποιεῖσθαι παντὸς ἔργου. θεοὺς δʼ ὠμόσατε, ὅτε ἡμῖν ἔναγχος διὰ Γαΐου Καίσαρος συνετίθεσθε καὶ σπονδὰς ἐπὶ τοῖς ὅρκοις ἐσπένδετε καὶ δεξιὰς ἐτίθεσθε, αἳ καὶ παρὰ πολεμίοις ἰσχύουσιν, οὐ παρὰ φίλοις καὶ τροφεῦσιν;3 φείδου δὲ ἐπὶ τοῖς θεοῖς καὶ δόξης τῆς κατὰ ἀνθρώπους· ὡς οὐδέν ἐστι συνθηκῶν παραβάσεως μᾶλλον, ὃ τοὺς ἁμαρτάνοντας ἀπίστους ἐς ἅπαντα ποιεῖ4 καὶ φίλοις καὶ πολεμίοις.”

以上这些话,权且是为了我们的出身、尊严、至今未受奴役的命运,以及对你们罗马人的同盟和热忱而说的;但对于你个人,卡西乌斯,你对这座城邦,对你在城中所受的抚养、教育、研修、曾居住的居所,乃至我的学堂和对我本人,都应有一份特别的敬重与顾惜。我曾指望有朝一日在其他场合为这些感到荣耀,如今却为了祖国将它们倾囊而出,以使祖国不致被迫与由她抚育教导的你作战,也不致被迫在两种绝境中二选其一:要么罗得斯人彻底灭绝,要么卡西乌斯兵败受挫。在这一恳请之外,我还要进一劝言:既然你为了罗马的政制承担起这般大业,就当在一切事业中始终奉神明为引领。不久前你们通过盖乌斯·恺撒与我们立约时曾指着神明起誓,在誓约上奠祭神酒,并伸出右手相握——这右手盟誓即便在敌人之间也具有效力,难道在朋友与养育者之间反倒无效吗?在敬畏神明之外,也请顾惜你在世人中的声誉;因为没有任何事比践踏盟约更能使背约者无论在朋友还是敌人眼中,在一切事情上都沦为不可信赖之徒。”

语法注4 条
  1. 4965Βρούτῳ μὲν ἐδόκει τὴν στρατιὰν ἁλίσαντε χωρεῖν ἐπὶ τὸ μεῖζον ἔργον ἐς Μακεδονίαν

    在非人称动词 ἐδόκει 统辖的不定式 χωρεῖν 结构中,双数宾格分词 ἁλίσαντε(动词 ἁλίζω 的第一不定过去式主动分词阳性双数宾格)充当不定式的逻辑主语。它并未与与格的 Βρούτῳ 一致,而是以双数宾格指代布鲁图斯与卡西乌斯两人。

  2. 4966ἐπεί οἱ καὶ παλαιῶν ἔργων πρὸς οὐχ ὁμοίους ἄνδρας ἐμνημόνευον

    在 ἐπεί 引导的原因从句中,第三人称单数与格代词 οἱ 指代前文的集合名词 ὁ λεώς(民众),作关涉与格;动词 ἐμνημόνευον 为第三人称复数未完成过去时,表示不特定复数主语(“人们向民众提醒/提及”)。

  3. 4968αἳ καὶ παρὰ πολεμίοις ἰσχύουσιν, οὐ παρὰ φίλοις καὶ τροφεῦσιν;

    在由关系代名词 αἵ(先行词为 δεξιάς,即右手誓约)引导的关系从句中,后半句构成反问句。否定词 οὐ 引导期待肯定回答的疑问:“这(右手盟约)即便在敌人之间也有效力,难道在朋友与养育者之间反倒无效吗?”

  4. 4968ὡς οὐδέν ἐστι συνθηκῶν παραβάσεως μᾶλλον, ὃ τοὺς ἁμαρτάνοντας ἀπίστους ἐς ἅπαντα ποιεῖ

    比较副词 μᾶλλον 带有比较属格 συνθηκῶν παραβάσεως(“没有什么比践踏盟约更……”)。中性关系代词 ὃ 先行词为 οὐδέν,并在从句中统辖双宾格结构:τοὺς ἁμαρτάνοντας 作直接宾语,ἀπίστους 作宾语补足语(谓语宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4965-4968