- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4862-4864
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡西乌斯攻陷拉奥迪基亚并迫使多拉贝拉自杀,对该城施以严惩后企图远征埃及,却因布鲁图斯急召迎击屋大维与安东尼而被迫作罢。随后,他通过刺杀卡帕多细亚国王筹措军饷,并对因内部党争反复横跳而陷入绝境的塔尔苏斯施以宽免。
ἑτοιμασάμενος οὖν ὁ Κάσσιος αὖθις ἐκ τῶν παρόντων ἐπανήγετο δὶς τῷ Δολοβέλλᾳ· καὶ τὸ μὲν πρῶτον ἀγχώμαλοι διεκρίθησαν ἀπʼ ἀλλήλων, τῇ δὲ ἑξῆς ναυμαχίᾳ ἡσσᾶτο ὁ Δολοβέλλας, καὶ ὁ Κάσσιος αἰρομένου τοῦ χώματος ἔκοπτεν αὐτοῦ τὸ τεῖχος ἤδη καὶ ἐσάλευεν. τόν τε νυκτοφύλακα αὐτοῦ Μάρσον οὐ δυνηθεὶς διαφθεῖραι διέφθειρε τοὺς ἡμεροφυλακοῦντας αὐτῷ λοχαγοὺς καὶ ἀναπαυομένου τοῦ Μάρσου μεθʼ ἡμέραν ἐσῆλθεν, ὑπανοιχθεισῶν αὐτῷ πυλίδων κατὰ μέρη πολλῶν. ἁλούσης δὲ τῆς πόλεως ὁ μὲν Δολοβέλλας προύτεινε τὴν κεφαλὴν τῷ σωματοφύλακι αὑτοῦ καὶ τεμόντα προσέταξε φέρειν Κασσίῳ σῶστρον ἴδιον·1 ὁ δὲ τεμὼν ἐπικατέσφαξεν ἑαυτόν, διεχρήσατο δὲ καὶ Μάρσος ἑαυτόν. ὁ δὲ Κάσσιος τὴν μὲν τοῦ Δολοβέλλα στρατιὰν ἐς ἑαυτὸν μεθώρκου, Λαοδικέων δὲ τά τε ἱερὰ καὶ τὰ κοινὰ ἐσύλα καὶ τοὺς ἐπιφανεῖς ἐκόλαζε καὶ τοὺς λοιποὺς ἐσφοραῖς βαρυτάταις ἐξέτρυχε, μέχρι τὴν πόλιν περιήνεγκεν ἐς ἔσχατον κακοῦ.
于是卡西乌斯根据现有条件重新作好准备,两度出海迎战多拉贝拉。初战时双方互有胜负、平分秋色,但在接下来的海战中多拉贝拉被击溃,卡西乌斯随着土堤的筑起,已开始撞击并震晃其城墙。卡西乌斯未能收买多拉贝拉的夜哨长官马尔苏斯,便收买了在其麾下负责日哨的百夫长们;趁着马尔苏斯在白天歇息之际,城内多处暗门为他暗中打开,卡西乌斯遂率军杀入。城池沦陷之际,多拉贝拉把头颅伸向自己的贴身侍卫,命令侍卫砍下首级送给卡西乌斯,作为侍卫保全自身的赎金;侍卫砍下其首级后自刎身亡,马尔苏斯亦自尽。卡西乌斯迫使多拉贝拉的军队改向自己宣誓效忠,同时洗劫了拉奥迪基亚的圣物与公共资产,处决了当地名流,并以极其沉重的苛捐杂税榨取其余百姓,直至将该城逼入绝境。
μετὰ δὲ Λαοδίκειαν ἐπʼ Αἴγυπτον ὥρμα, πυνθανόμενος μὲν Κλεοπάτραν βαρεῖ στόλῳ διαπλευσεῖσθαι πρός τε Καίσαρα καὶ πρὸς Ἀντώνιον, ἐπινοῶν δὲ κωλῦσαί τε τὸν πλοῦν καὶ τίσασθαι τῆς γνώμης τὴν βασιλίδα καὶ πρὸ τῶνδε αὐτὴν Αἴγυπτον ἐνθυμιζόμενος μάλιστα ἐν καιρῷ, τετρυμένην τε ὑπὸ λιμοῦ καὶ ξενικὸν στρατὸν οὐ πολὺν ἔχουσαν, ἄρτι τῶν Ἀλλιηνοῦ στρατιωτῶν ἀποστάντων. οὕτω δὲ αὐτὸν ὁρμῆς καὶ ἐλπίδος ἔχοντα καὶ καιροῦ2 ὁ Βροῦτος ἐκάλει κατὰ σπουδήν, ὡς ἤδη Καίσαρος καὶ Ἀντωνίου τὸν Ἰόνιον περώντων. ἄκων μὲν δὴ Κάσσιος Αἴγυπτον ἐκ τῶν ἐλπίδων μεθίει καὶ τοὺς Παρθυαίων ἱπποτοξότας ἀπέπεμπε τιμήσας καὶ πρέσβεις πρὸς τὸν βασιλέα αὐτῶν ἔστελλε περὶ μείζονος συμμαχίας, ἣ μετὰ τὸ ἔργον ἀφικνουμένη3 Συρίαν τε καὶ πολλὰ τῶν ἐγγὺς ἐθνῶν μέχρι Ἰωνίας ἐπέδραμε καὶ ἀνεχώρησεν. αὐτὸς δὲ ὁ Κάσσιος τὸν μὲν ἀδελφιδοῦν ἐν Συρίᾳ μεθʼ ἑνὸς τέλους ἀπέλιπε, τοὺς δὲ ἱππέας προύπεμψεν ἐς Καππαδοκίαν, οἳ Ἀριοβαρζάνην τε ἄφνω κατέκανον ὡς ἐπιβουλεύοντα Κασσίῳ καὶ χρήματα πολλὰ τὰ ἐκείνου καὶ τὴν ἄλλην κατασκευὴν ἐς τὸν Κάσσιον ἐπανήγαγον.
离开拉奥迪基亚后,他进军埃及,因获悉克娄巴特拉正准备率庞大舰队出海投奔恺撒与安东尼,他既打算阻截其航行并报复女王的这一意图,又在此之前考虑到埃及本身因饥荒而虚弱不堪,且因阿利埃努斯的部队刚刚叛离而缺乏大批雇佣军,正处于极易夺取的大好时机。正当他怀着这般冲劲、期望与良机之际,布鲁图斯火速召唤他前去,理由是恺撒与安东尼已在横渡伊奥尼亚海。于是卡西乌斯违心地放弃了对埃及的企图,礼遇并遣返了帕提亚骑射手,向帕提亚国王派出使节商议结成更大规模的同盟;而这支同盟军在决战之后方才赶到,劫掠了叙利亚及邻近直至爱奥尼亚的诸多民族,随后退去。卡西乌斯本人将侄子和一个军团留驻叙利亚,派骑兵先头部队进入卡帕多细亚;这些骑兵以密谋反对卡西乌斯为借口突然斩杀了阿里奥巴尔赞,并将其大量钱财及其他物资运回给卡西乌斯。
Ταρσέων δʼ ἐς στάσιν διῃρημένων οἱ μὲν τὸν Κάσσιον ἐστεφανώκεσαν ἐλθόντα πρότερον, οἱ δὲ τὸν Δολοβέλλαν ἐπελθόντα· ἀμφότεροι δὲ τῷ τῆς πόλεως σχήματι ταῦτα ἔπρασσον. καὶ παραλλὰξ αὐτῶν προτιμώντων ἑκάτερον, ὡς εὐμεταβόλῳ πόλει χαλεπῶς ἐχρῶντο ἑκάτεροι· Κάσσιος δὲ νικήσας Δολοβέλλαν καὶ ἐσφορὰν ἐπέθηκεν αὐτοῖς χίλια καὶ πεντακόσια τάλαντα. οἱ δὲ ἀποροῦντές τε καὶ ὑπὸ στρατιωτῶν ἐπειγόντων ἀπαιτούμενοι σὺν ὕβρει, τά τε κοινὰ ἀπεδίδοντο πάντα καὶ τὰ ἱερὰ ἐπὶ τοῖς κοινοῖς, ὅσα εἶχον ἐς πομπὰς ἢ ἀναθήματα, ἔκοπτον. οὐδενὸς δὲ μέρους οὐδʼ ὣς ἀνυομένου, ἐπώλουν αἱ ἀρχαὶ τὰ ἐλεύθερα· καὶ πρῶτα μὲν ἦν παρθένοι τε καὶ παῖδες, ἐπὶ δὲ γυναῖκές τε καὶ γέροντες ἐλεεινοί, βραχυτάτου πάμπαν ὤνιοι, μετὰ δὲ οἱ νέοι. καὶ διεχρῶντο οἱ πλέονες ἑαυτούς, ἕως ὧδε ἔχοντας ὁ Κάσσιος ἐκ Συρίας ἐπανιὼν ᾤκτειρέ τε καὶ τοῦ λοιποῦ τῶν ἐσφορῶν ἀπέλυσε.
塔尔苏斯人因内讧而陷入分裂:一部分人在卡西乌斯早先进驻时为他加冕,另一部分人则在多拉贝拉随后赶来时为多拉贝拉加冕;双方皆以城邦名义行事。由于他们交替尊奉两位将领,双方统帅皆因其摇摆不定而对该城施以严惩;卡西乌斯击溃多拉贝拉后,更向他们强征一千五百塔兰同的巨额款项。塔尔苏斯人走投无路,又遭催逼的士兵蛮横索要,便变卖了所有公共财产,甚至将公物之外用于游行或供奉的神庙圣物全数熔化。即便如此仍未能凑出任何一部分,官吏们只得变卖自由民:起初是少女与孩童,继而是凄惨的妇人与老者,以极其低廉的价钱贱卖,之后是年轻男子。大多数人自尽,直至卡西乌斯从叙利亚返回,目睹他们这般惨状生出怜悯之心,才免除了余下的税款。
- 4862φέρειν Κασσίῳ σῶστρον ἴδιον
短语 σῶστρον ἴδιον 作省略的直接宾语(τὴν κεφαλήν)的补足成分(宾语补足语),意为“作为他(侍卫)自己保全性命的报酬/赎金”。这里的 ἴδιον 指向侍卫本人而非多拉贝拉,意指侍卫可借呈献首级向卡西乌斯换取自身的免死与生路。
- 4863οὕτω δὲ αὐτὸν ὁρμῆς καὶ ἐλπίδος ἔχοντα καὶ καιροῦ
动词 ἔχω 配合副词 οὕτω 支配表示状态/境况的属格(ὁρμῆς, ἐλπίδος, καιροῦ),意为“当他正处于如此充满冲劲、期望与良机的状态时”。分词 ἔχοντα 与宾格代词 αὐτόν 一致,交代了布鲁图斯紧急召见卡西乌斯时的背景状态。
- 4863ἣ μετὰ τὸ ἔργον ἀφικνουμένη
关系代词 ἣ 的先行词为 μείζονος συμμαχίας(借代指“同盟军队”)。短语 μετὰ τὸ ἔργον 意为“决战之后”,具体指腓立比战役;ἔργον 在此按古典军事史著作惯例,用作指代重大交战或战事的术语。
