← 阿庇安

内战记

§4859-4861

拉奥迪基亚的包围与双方争夺舰队

卡西乌斯收编了围困巴苏斯的军队与阿利埃努斯的部队,从而统率十二个精锐军团,并将多拉贝拉封锁在拉奥迪基亚。双方随后向周边各城邦及埃及女王克娄巴特拉请求海军增援,冲突进一步加剧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4859

Κάσσιος οὖν τήνδε τὴν πολιορκίαν σπουδῇ καταλαβὼν τόν τε τοῦ Βάσσου στρατὸν αὐτίκα παρελάμβανεν ἑκόντα καὶ ἐπʼ ἐκείνῳ τὰ Μούρκου τέλη καὶ Μαρκίου, κατά τε φιλίαν αὐτῷ παραδιδόντων1 καὶ κατὰ τὸ δόγμα τῆς βουλῆς ἐς πάντα ὑπακουόντων. ἄρτι δὲ καὶ Ἀλλιηνός, ὑπὸ Δολοβέλλα πεμφθεὶς ἐς Αἴγυπτον, ἐπανῆγεν ἐξ αὐτῆς τέσσαρα τέλη τῶν ἀπὸ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων· καὶ αὐτὸν ὁ Κάσσιος ἐν τῇ Παλαιστίνῃ, τῶν ὄντων οὐ προπεπυσμένον, ἄφνω περιέλαβέ τε καὶ ἠνάγκασε προσθέσθαι οἱ καὶ παραδοῦναι τὸν στρατόν, δείσαντα2 τέσσαρσι τέλεσι μάχεσθαι πρὸς ὀκτώ. οὕτω μὲν ὁ Κάσσιος ἐκ παραδόξου δυώδεκα τελῶν ἀρίστων ἀθρόως ἐκράτει. καὶ αὐτῷ τινες καὶ Παρθυαίων ἱπποτοξόται συνεμάχουν, δόξαν ἔχοντι παρὰ τοῖς Παρθυαίοις, ἐξ οὗ Κράσσῳ ταμιεύων ἐμφρονέστερος ἔδοξε τοῦ Κράσσου γενέσθαι.

于是卡西乌斯火速赶到围城现场,当即顺利收编了巴苏斯欣然归顺的军队;不仅如此,穆尔库斯与马尔基乌斯的军团也一并归其麾下,因为他们本着友好之谊向他交出军队,并遵照元老院的决议在一切事宜上服从他的号令。适逢多拉贝拉派往埃及的阿利埃努斯,正从当地带回四个军团——这些士兵皆是庞培与克拉苏战败后离散的残部,或是恺撒留给克娄巴特拉的队伍。阿利埃努斯对当前局势事先毫无所闻,卡西乌斯在巴勒斯坦出其不意地将他包围;阿利埃努斯畏惧以四个军团对抗八个军团,被迫归附卡西乌斯并交出军队。就这样,卡西乌斯出人意料地一举统领了十二个精锐军团。此外,部分帕提亚骑射手也加入他作战,因为他在帕提亚人中享有极高声望,自当年担任克拉苏的财务官以来,人们便认为他比克拉苏更为明智。

§4860

Δολοβέλλας δὲ διέτριψε μὲν περὶ τὴν Ἰωνίαν, κτείνων Τρεβώνιον καὶ ταῖς πόλεσιν ἐπιβάλλων ἐσφορὰς καὶ ναυτικὸν ἀγείρων ἐπὶ μισθῷ διὰ Λευκίου Φίγλου παρά τε Ῥοδίων καὶ Λυκίων καὶ Παμφύλων καὶ ἐκ Κιλικίας· ὡς δέ οἱ τάδε ἕτοιμα ἦν· ἐπῄει τῇ Συρίᾳ, κατὰ μὲν τὴν γῆν αὐτὸς μετὰ δύο τελῶν, διὰ δὲ τῆς θαλάσσης ὁ Φίγλος. πυθόμενος δὲ τῆς Κασσίου στρατιᾶς ἐς Λαοδίκειαν οἰκείως ἔχουσάν οἱ παρῆλθεν, ἐπί τε χερρονήσου συνῳκισμένην καὶ τὰ ἐκ τῆς γῆς ὠχυρωμένην καὶ ἐς τὸ πέλαγος ἔχουσαν ὅρμον, ὅθεν ἔμελλεν εὐπορήσειν τε ἀγορᾶς ἀπὸ θαλάσσης καὶ ἀδεῶς, ὅτε βούλοιτο, ἀποπλευσεῖσθαι. ὧν αἰσθανόμενος ὁ Κάσσιος καὶ δεδιώς, μὴ αὑτὸν ὁ Δολοβέλλας διαφύγοι, τόν τε ἰσθμὸν ἔχου3 διστάδιον ὄντα, λίθους καὶ πᾶσαν ὕλην ἐξ ἐπαύλεων καὶ προαστείων καὶ τάφων συμφέρων, καὶ ἐπὶ ναῦς περιέπεμπεν ἔς τε Φοινίκην καὶ Λυκίαν καὶ Ῥόδον.

多拉贝拉则在爱奥尼亚一带耽搁,他杀害了特雷波尼乌斯,向各城市摊派军费,并通过卢基乌斯·菲古卢斯出资从罗得人、吕基亚人、潘菲利亚人以及基利基亚招募海军。待这些准备就绪,他便进军叙利亚,由他本人率两个军团走陆路,菲古卢斯率舰队走海路。但他得知卡西乌斯的军力后,便进驻对他友善的拉奥迪基亚。该城建在半岛之上,陆侧工事坚固,且拥有通向外海的港口,他本指望从海路获取充裕的物资供应,并在意欲撤离时随时安全启航。卡西乌斯察觉到这一点,因担心多拉贝拉逃脱,便从庄园、郊区以及墓地运来石块与各类木材,筑起一道堤坝封锁了两斯塔德宽的地峡,同时派人前往腓尼基、吕基亚和罗得岛征集船只。

§4861

Ὑπερορώμενος δὲ ὑπὸ τῶν ἄλλων πλὴν Σιδωνίων ἐπανήχθη τῷ Δολοβέλλᾳ, καὶ κατέδυσαν μὲν ἑκατέρου νῆες ἱκαναί, πέντε δὲ αὐτοῖς ἀνδράσιν εἷλεν Δολοβέλλας. καὶ ὁ Κάσσιος αὖθις ἔπεμπεν ἐς τοὺς ὑπεριδόντας αὐτοῦ καὶ ἐς Κλεοπάτραν, τὴν Αἰγύπτου βασιλίδα, καὶ ἐς Σεραπίωνα, τὸν ἐν Κύπρῳ τῇ Κλεοπάτρᾳ στρατηγοῦντα. Τύριοι μὲν δὴ καὶ Ἀράδιοι καὶ Σεραπίων, οὐδὲν τῆς Κλεοπάτρας προμαθών, ἔπεμψαν αὐτῷ ναῦς, ὅσας εἶχον· ἡ βασιλὶς δὲ Κασσίῳ μὲν προύφερε λιμὸν ὁμοῦ καὶ λοιμὸν ἐνοχλοῦντα τότε Αἰγύπτῳ, διὰ δὲ οἰκειότητα τοῦ προτέρου Καίσαρος συνέπρασσε τῷ Δολοβέλλᾳ. καὶ ἀπὸ τῆσδε τῆς γνώμης αὐτῷ καὶ τὰ τέσσαρα τέλη προπεπόμφει διʼ Ἀλλιηνοῦ καὶ στόλον ἄλλον ἕτοιμον εἶχεν ἐπαμύνειν, ἄνεμοι δὲ ἐπεῖχον. Ῥόδιοι δὲ καὶ Λύκιοι οὔτε Κασσίῳ οὔτε Βρούτῳ συμμαχήσειν ἔφασκον ἐς ἐμφύλια, ἐπεὶ καὶ Δολοβέλλᾳ δοῦναι4 ναῦς προπομπούς, καὶ οὐκ εἰδέναι συμμαχούσας.

卡西乌斯遭到除西顿人以外的其他各方冷遇,但他仍出海迎战多拉贝拉。双方各有相当数量的船只被击沉,但多拉贝拉连人带船俘获了五艘战舰。于是卡西乌斯再次遣使前往先前冷落他的各方,以及埃及女王克娄巴特拉和克娄巴特拉派驻塞浦路斯的总督塞拉皮翁处。提尔人、阿拉杜斯人,以及对克娄巴特拉意向事先一无所知的塞拉皮翁,将各自所有的船只悉数派给了他。女王对卡西乌斯托称当时正困扰埃及的饥荒与瘟疫,但因与先前的恺撒关系密切,她实则协助多拉贝拉。正是出于这一考虑,她早已通过阿利埃努斯将那四个军团派遣给他,并备妥另一支舰队准备驰援,只是为逆风所阻。罗得人与吕基亚人则声称,他们绝不在内战中同卡西乌斯或布鲁图斯结盟,并坚称此前仅为多拉贝拉提供了护航船只,并不知晓这些船只参与了交战。

语法注4 条
  1. 4859παραδιδόντων

    独立属格,逻辑主语为前文的穆尔库斯与马尔基乌斯(Μούρκου καὶ Μαρκίου)。尽管这两个专有名词在句中原本即为属格,但此处与后文的 ὑπακουόντων 构成独立属格分词短语,用以说明交出军权的背景与缘由。

  2. 4859δείσαντα

    宾格分词,修饰 ἠνάγκασε 的宾语 αὐτόν(指阿利埃努斯),而非主句主语卡西乌斯。此处作原因状语,表明阿利埃努斯因畏惧以区区四个军团对抗敌方八个军团,才被迫交出军队投降。

  3. 4860ἔχου

    动词 χόω(填土、筑堤封堵)的未完成过去时未完体主动语态第三人称单数(由未收缩形式 ἔχοε 收缩而来)。接宾格 τόν τε ἰσθμόν,意为“(运来土石)筑堤封锁地峡”。不可与动词 ἔχω 的形态相混淆。

  4. 4861ἐπεὶ καὶ Δολοβέλλᾳ δοῦναι

    间接引语从属从句中的不定式结构。受主句动词 ἔφασκον(他们声称)的支配,即便在引导原因从句的连词 ἐπεί 之后,谓语仍同化使用不定式(δοῦναι 及后面的 οὐκ εἰδέναι),体现了间接引语中从句谓语受引述影响而采用不定式的语法现象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4859-4861