← 阿庇安

内战记

§4857-4858

卡西乌斯进军叙利亚并收编东部军团

利比亚的战事落幕,记述转向卡西乌斯与布鲁图斯在东方的行动。卡西乌斯奉元老院之命抢先进入叙利亚,收编了当地陷入内讧的部队,一举掌握了十二个军团。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4857

τοῦτο μὲν δὴ τέλος ἦν τῷ περὶ Λιβύην Σεξστίου καὶ Κορνιφικίου πολέμῳ, βραχεῖ διὰ ταχυεργίαν δόξαντι εἶναι· τὰ δʼ ἀμφὶ Κάσσιόν τε καὶ Βροῦτον, μικρὰ καὶ τῶν εἰρημένων ἀναλαβόντι1 ἐς ὑπόμνημα, ἦν τοιάδε. ἐπειδὴ Γάιος Καῖσαρ ἀνῄρητο, οἱ μὲν σφαγεῖς αὐτοῦ τὸ Καπιτώλιον κατέλαβον καὶ ψηφισθείσης αὐτοῖς ἀμνηστίας κατέβησαν. ὁ δὲ δῆμος ἐπὶ τῇ ἐκκομιδῇ τοῦ σώματος ἐν οἴκτῳ Καίσαρος γενόμενος ἐζήτει τοὺς φονέας περιθέων. οἱ δὲ τότε μὲν ἠμύνοντο αὐτοὺς ἀπὸ τῶν τεγῶν, εὐθὺς δὲ ἐξῄεσαν αὐτῶν, ὅσοι στρατηγεῖν ἐθνῶν ὑπὸ Καίσαρος αὐτοῦ κεχειροτόνηντο. Κάσσιος δὲ καὶ Βροῦτος ἐστρατήγουν μὲν ἔτι τῆς πόλεως, ᾕρηντο δὲ ἐπὶ τῇ στρατηγίᾳ καὶ οἵδε ὑπὸ Γαΐου Καίσαρος ἡγεῖσθαι Συρίας μὲν ὁ Κάσσιος, Μακεδονίας δὲ ὁ Βροῦτος. οὔτε δὲ ἄρχειν πω τῶν ἐθνῶν πρὸ τοῦ χρόνου δυνάμενοι οὔτε τὸν ἐν ἄστει φόβον ὑπομένοντες ἐξῄεσαν ἔτι στρατηγοῦντες· καὶ αὐτοῖς ἐς εὐπρέπειαν ἡ βουλὴ σίτου φροντίσαι προσέταξεν, ἵνα μὴ τὸ ἐν μέσῳ διάστημα φεύγειν νομίζοιντο. οἰχομένων δὲ αὐτῶν Συρία μὲν καὶ Μακεδονία εἰς τοὺς ὑπάτους Ἀντώνιόν τε καὶ Δολοβέλλαν μετεψηφίζετο, τῆς βουλῆς πάνυ δυσχεραινούσης, ἀντεδόθη δὲ ὅμως τοῖς ἀμφὶ τὸν Κάσσιον Κυρήνη τε καὶ Κρήτη· ὧν ὑπεριδόντες ὡς βραχυτέρων ἐκεῖνοι στρατὸν καὶ χρήματα ἤγειρον ὡς ἐς Συρίαν καὶ Μακεδονίαν ἐσβαλοῦντες.

塞克斯提乌斯与科尔尼菲基乌斯之间关于利比亚的战争,因其行动迅捷而显得短暂,其结局便是如此。至于卡西乌斯与布鲁图斯之事,若简要重温前文所言以助追忆,大体如下。当盖乌斯·恺撒遇刺后,行刺者占领了卡庇托林山,在对他们表决通过大赦后方才下山。然而民众在抬尸出殡时对恺撒顿生怜悯,四处奔走搜捕凶手。行刺者当时在屋顶上抵御民众,但其中凡经恺撒本人指派统领行省之职者,随即动身离开。卡西乌斯与布鲁图斯当时仍担任城市裁判官,但他们二人亦由盖乌斯·恺撒选定,在裁判官任满后由卡西乌斯管辖叙利亚,布鲁图斯管辖马其顿。然而,他们既无法在任期届满前提前赴行省掌权,又无法忍受城内的恐怖气氛,便在仍任裁判官之际离城而去;元老院为了保全体面,委派他们负责督办粮食,免得他们在这段过渡期间被视作潜逃。在他们离去后,叙利亚与马其顿经表决改派给了执政官安东尼与多拉贝拉,元老院对此极为不满,但仍将昔兰尼与克里特调换补偿给卡西乌斯一派。他们轻视这两处为狭小之地,便筹集军资与兵马,意图进军夺取叙利亚与马其顿。

§4858

καὶ οἱ μὲν ἦσαν ἐν τούτοις, Τρεβώνιον δὲ ἐν Ἀσίᾳ κτείναντος Δολοβέλλα καὶ Δέκμον Ἀντωνίου πολιορκοῦντος ἐν Κελτοῖς, χαλεπαίνουσα ἡ βουλὴ Δολοβέλλαν μὲν καὶ Ἀντώνιον ἐψηφίσαντο2 εἶναι πολεμίους, Βροῦτον δὲ καὶ Κάσσιον ἐς τὰς προτέρας ἡγεμονίας ἐπανήγαγον καὶ Βρούτῳ τὴν Ἰλλυρίδα προσέθεσαν τοῖς τε ἄλλοις πᾶσιν ἐκέλευσαν, ὅσοι Ῥωμαίοις ἡγεμονεύουσιν ἐθνῶν ἢ στρατοπέδων ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, ὑπακούειν, ἐς ὅ τι κελεύοι Κάσσιος ἢ Βροῦτος. ἐπὶ δὲ τούτοις Κάσσιος φθάνει Δολοβέλλαν ἐς τὴν Συρίαν ἐμβαλὼν καὶ σημεῖα τῆς ἡγεμονίας ἀνέσχε καὶ δυώδεκα τέλη στρατοῦ Γαΐῳ Καίσαρι ἐκ πολλοῦ στρατευόμενα καὶ γεγυμνασμένα προσέλαβεν ἀθρόως· οὗ τὸ μὲν ἓν αὐτῶν ὁ Καῖσαρ ἐν Συρίᾳ καταλελοίπει, τὰ ἐς Παρθυαίους ἤδη διανοούμενος, τὴν δὲ ἐπιμέλειαν αὐτοῦ ἐπιτέτραπτο μὲν Καικίλιος Βάσσος,3 τὸ δὲ ἀξίωμα εἶχε νεανίας αὐτοῦ Καίσαρος συγγενής, Σέξστος Ἰούλιος. ἐκδιαιτώμενος δὲ ὁ Ἰούλιος τὸ τέλος ἐς τρυφὴν ἐπήγετο ἀσχημόνως καὶ ἐπιμεμφομένῳ τῷ Βάσσῳ ποτὲ ἐνύβρισε· καὶ καλῶν ὕστερον, ἐπειδὴ βραδέως ὑπήκουεν, ἄγειν αὐτὸν ἐκέλευεν ἕλκοντας. θορύβου δὲ ἀσχήμονος καὶ πληγῶν ἐς τὸν Βάσσον γενομένων οὐκ ἐνεγκοῦσα τὴν ὄψιν ἡ στρατιὰ τὸν Ἰούλιον συνηκόντισε. καὶ εὐθὺς ἦν μετάνοια καὶ δέος ἐκ τοῦ Καίσαρος. συνομόσαντες οὖν ἀλλήλοις, εἰ μή τις αὑτοῖς συγγνώμη καὶ πίστις γένοιτο, διαγωνιεῖσθαι μέχρι θανάτου, τὸν Βάσσον ἐς ταῦτα συνηνάγκασαν. τέλος δὲ στρατεύσαντες ἕτερον, συνεγύμναζον ἄμφω καὶ Στάιον Μοῦρκον, ὑπὸ Καίσαρος αὐτοῖς σὺν τρισὶ τέλεσιν ἐπιπεμφθέντα, γενναίως ἀπεμάχοντο. Μούρκῳ δʼ ἧκεν ἐπίκουρος Μάρκιος Κρίσπος ἐκ Βιθυνίας μετὰ τριῶν τελῶν ἄλλων, καὶ τὸν Βάσσον ἐπολιόρκουν ὁμοῦ πάντες ἓξ τέλεσιν ἤδη.

正当他们忙于此事之际,因多拉贝拉在亚细亚杀害了特雷波尼乌斯,且安东尼在高卢围困德基穆斯,愤怒的元老院遂投票宣布多拉贝拉与安东尼为国家公敌,恢复了布鲁图斯与卡西乌斯先前的统帅权,将伊利里亚增补给布鲁图斯,并严令从爱奥尼亚海直至叙利亚、凡为罗马人统领行省或军团的所有其他人等,一律服从卡西乌斯或布鲁图斯的调遣。在此情形下,卡西乌斯抢在多拉贝拉之前进入叙利亚,树起统帅的军旗,一举接管了长期效力于盖乌斯·恺撒且训练精良的十二个军团。其中一个军团是恺撒因谋划对帕提亚的战事而留在叙利亚的,其实际管领已托付给凯基利乌斯·巴苏斯,而名义上的指挥权则由恺撒本人的年轻亲属塞克斯图斯·尤利乌斯掌握。但尤利乌斯生活放荡,将该军团引向可耻的奢靡,并在巴苏斯进言劝诫时对其横加侮辱;后来召唤巴苏斯时,因其行动稍缓,尤利乌斯竟下令将其强行拖拽押来。在因推搡与殴打巴苏斯而爆发可耻的混乱时,士兵们目不忍睹,一齐投掷标枪将尤利乌斯刺死。事后他们随即心生懊悔,并畏惧恺撒的严惩。于是众人彼此立誓,若得不到赦免与安全保障便死战到底,并强迫巴苏斯一同立盟。随后他们又招募了一个军团,将两军一并操演,奋勇击退了恺撒派遣率三军团来平叛的斯塔伊乌斯·穆尔库斯。而马尔基乌斯·克里斯普斯率另外三个军团从比提尼亚赶来增援穆尔库斯,众人至此已合力以六个军团围困着巴苏斯。

语法注3 条
  1. 4857ἀναλαβόντι

    省去了泛指主语的“关涉与格”(视点与格)。与上一语段中的 παραλιπόντι 和 συναγαγόντι 用法相同,带有条件状语色彩,意为“若有人为了唤起记忆而重提……的话”。

  2. 4858ἐψηφίσαντο

    依义合意(constructio ad sensum):集合名词主语 ἡ βουλὴ(单数)与复数谓语动词 ἐψηφίσαντο 搭配,后续的 ἐπανήγαγον、προσέθεσαν 和 ἐκέλευσαν 亦同,皆视元老院为议员群体的复数集合。

  3. 4858ἐπιτέτραπτο μὲν Καικίλιος Βάσσος

    动词 ἐπιτρέπω τινί τι(将某事托付给某人)的被动语态构造。主动语态中的与格间接宾语(人物)转为被动语态的主格主语(Καικίλιος Βάσσος),而直接宾语(τὴν ἐπιμέλειαν αὐτοῦ)则保留为对格(保留对格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4857-4858