← 阿庇安

内战记

§4752-4756

塞克斯提乌斯与科尔尼菲基乌斯在阿非利加之争

在总结公敌宣告者的轶事后,记叙转向各海外行省爆发的战乱,详述了塞克斯提乌斯与科尔尼菲基乌斯在利比亚的争斗、阿拉比翁与西提乌斯派的动向,以及乌提卡附近决战的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4752

τὰ μὲν δὴ παρὰ δόξαν τισὶ τῶν προγραφέντων εἴς τε κίνδυνον καὶ σωτηρίαν γενόμενα, πολλὰ καὶ ἄλλα παραλιπόντι1 τοιάδε μάλιστα ἦν· γιγνομένων δὲ τούτων ἐν Ῥώμῃ, καὶ τὰ ὑπερόρια πάντα πολέμοις διὰ τήνδε τὴν στάσιν ἐδονεῖτο· καὶ τῶν πολέμων οἱ μείζους ἦσαν ἀμφί τε Λιβύην Κορνιφικίου πρὸς Σέξστιον καὶ ἐν Συρίᾳ Κασσίου πρὸς Δολοβέλλαν καὶ περὶ Σικελίαν Πομπηίου. πάθη τε πολλὰ συνηνέχθη πόλεσιν ἐκ δοριαλωσίας, ὑπεριδόντι δὲ τῶν ἐλασσόνων τὰ μέγιστα δὴ καὶ διʼ ἀξίωσιν τῶν ἄλλων περιφανέστατα Λαοδικεῦσι καὶ Ταρσεῦσι καὶ Ῥοδίοις καὶ Παταρεῦσι καὶ Ξανθίοις. καὶ αὐτῶν ἕκαστα, ὡς ἐν κεφαλαίῳ συναγαγόντι φράσαι, τοιάδε ἦν.

被宣告为公敌之人中,某些人出于意料之外所遭遇的危难与拯救之事,若略去许多其他事例,大体就是如此。当这些事情在罗马发生时,所有的海外属地也都因这场内讧而在战火中动荡不安。其中规模较大的战争,是利比亚境内科尔尼菲基乌斯与塞克斯提乌斯之间的战争、叙利亚境内卡西乌斯与多拉贝拉之间的战争,以及西西里周边庞培的战争。诸城邦因被兵戈攻破而遭受了许多惨祸,若略去那些规模较小的城邦,那么因其威望而在其他城邦中最为显著且承受了最大惨祸的,当属拉奥迪基亚人、塔尔苏斯人、罗得岛人、帕塔拉人与克桑托斯人。这些事情的始末,若概括述之,大体如下。

§4753

Λιβύης Ῥωμαῖοι τὴν μὲν ἔτι καλοῦσι παλαιάν, ὅσην Καρχηδονίους ἀφείλοντο· ἣν δὲ Ἰόβας εἶχεν, ὕστερόν τε ἔλαβον ἐπὶ Γαΐου Καίσαρος καὶ διὰ τοῦτο νέαν προσαγορεύουσι Λιβύην· εἴη δʼ ἂν τῆς Νομαδικῆς. Σέξστιος οὖν ὑπὸ Καίσαρι τῆς νέας ἡγούμενος ᾔτει Κορνιφίκιον ἐκστῆναί οἱ τῆς παλαιᾶς, ὡς Λιβύης ἁπάσης ἐν τῇ λήξει τῶν τριῶν ἀνδρῶν Καίσαρι νενεμημένης. ὁ δὲ οὔτε τὴν λῆξιν ἔφη γιγνώσκειν τῶν τριῶν ἐφʼ ἑαυτῶν πεποιημένων,2 οὔτε τὴν ἀρχὴν παρὰ τῆς βουλῆς λαβὼν ἄλλῳ μεθήσειν χωρὶς αὐτῆς· ἐκ μὲν δὴ τούτων ἀλλήλοις ἐπολέμουν, στρατὸν δὲ εἶχεν ὁ μὲν βαρύν τε καὶ πλείονα, ὁ δὲ Σέξστιος κουφότερόν τε καὶ ὀλιγώτερον, ᾧ δὴ καὶ τὰ μεσόγαια τοῦ Κορνιφικίου περιιὼν ἀφίστη καὶ Οὐεντίδιον, στρατηγὸν τοῦ Κορνιφικίου, μετὰ πλειόνων ἐπελθόντα ἀπεμάχετο πολιορκούμενος. ἐδῄου δὲ καὶ Λαίλιος, ἕτερος τοῦ Κορνιφικίου στρατηγός, τὴν Σεξστίου Λιβύην καὶ Κίρταν περικαθήμενος ἐπολιόρκει.

至于利比亚,罗马人至今仍将他们从迦太基人手中夺取的那部分称为“旧利比亚”;而尤巴先前所占有的部分,罗马人后来在尤利乌斯·恺撒时代夺取,因此称之为“新利比亚”——这应当属于努米底亚。塞克斯提乌斯在恺撒麾下统领新利比亚,便要求科尔尼菲基乌斯将旧利比亚让给他,理由是在后三头管区的划分中,整个利比亚已分配给了恺撒。然而科尔尼菲基乌斯宣称,他既不承认后三头自行私下作出的管区划分,也不愿将自己从元老院领受的统帅权在未得其允准的情况下转让给他人。于是双方因此而大动干戈。科尔尼菲基乌斯拥有一支以重装为主、人数更多的军队,而塞克斯提乌斯拥有的军队则更为轻便敏捷且人数较少;塞克斯提乌斯正是凭借这支军队,在巡行科尔尼菲基乌斯统辖的内地时策动了叛变,并在遭到科尔尼菲基乌斯的将领文提狄乌斯率更多兵力来攻受困时,成功击退了敌军。与此同时,科尔尼菲基乌斯的另一名将领莱利乌斯也在蹂躏塞克斯提乌斯的利比亚领地,并安营围攻基尔塔。

§4754

καὶ πάντες ἐπρέσβευον περὶ συμμαχίας ἔς τε Ἀραβίωνα βασιλέα καὶ τοὺς καλουμένους Σιττιανούς, οἳ ἀπὸ τοιᾶσδε συντυχίας οὕτως ὠνομάζοντο. Σίττιος ἐν Ῥώμῃ δίκην ἰδίαν οὐχ ὑποστὰς ἔφυγε καὶ στρατὸν ἀγείρας ἔκ τε αὐτῆς Ἰταλίας καὶ Ἰβηρίας ἐς Λιβύην διέπλευσε καὶ τοῖς Λιβύων βασιλεῦσι πολεμοῦσιν ἀλλήλοις ἀνὰ μέρος συνεμάχει. ἀεὶ δὲ οἷς προσθοῖτο νικώντων, ὁ Σίττιος ἐπὶ ὀνόματος ἐγίγνετο, καὶ ὁ στρατὸς αὐτῷ γεγύμναστο λαμπρῶς. Γαΐῳ τε Καίσαρι διώκοντι τοὺς Πομπηιανοὺς ἐν Λιβύῃ συνεμάχησε, καὶ Σαβόρραν, Ἰόβα στρατηγὸν διώνυμον, ἀνεῖλε καὶ γέρας τούτων ἔλαβε παρὰ Καίσαρος τὴν Μασανάσσου γῆν, οὐχ ἅπασαν, ἀλλὰ τὸ κράτιστον αὐτῆς. Μασανάσσης δʼ ἦν Ἀραβίωνος τοῦδε πατήρ, Ἰόβα σύμμαχος, καὶ αὐτοῦ τὴν χώραν ὁ Καῖσαρ τῷδε τῷ Σιττίῳ καὶ Βόκχῳ, Μαυρουσίων βασιλεῖ, δεδώρητο· καὶ τὸ μέρος ὁ Σίττιος τοῖς ὑπʼ αὐτὸν ἀνδράσιν ἐπιδιεῖλεν. Ἀραβίων δὲ τότε μὲν ἐς Ἰβηρίαν ἐξέφυγε πρὸς τοὺς παῖδας τοὺς Πομπηίου, Γαΐου δὲ Καίσαρος ἀναιρεθέντος ἐς Λιβύην ἐπανῆλθε, καὶ Λιβύων τινὰς ἀεὶ τῷ νεωτέρῳ Πομπηίῳ πέμπων ἐς Ἰβηρίαν καὶ γεγυμνασμένους ἀπολαμβάνων Βόκχον ἀφῄρητο τὴν χώραν καὶ Σίττιον ἀνῃρήκει δόλῳ. εὔνους δὲ ὢν τοῖς Πομπηιανοῖς διὰ τάδε, κατεγίνωσκεν ἀεὶ τῆς μοίρας ὡς ἀτυχούσης ἀμειλίκτως καὶ Σεξστίῳ προσέθετο, εὐμενιζόμενος διʼ αὐτοῦ Καίσαρα. προσέθεντο δὲ καὶ οἱ Σιττιανοί, κατʼ εὔνοιαν οἵδε πατρῴαν τοῦ Καίσαρος.

双方都派遣使者前往阿拉比翁王以及所谓的西提乌斯派处寻求结盟;这些人因如下际遇而得名。西提乌斯在罗马因不愿面对私法诉讼而逃亡,在意大利本土和伊比利亚招募了一支军队渡海来到利比亚,在利比亚诸王相互征战时轮流与各方结盟。由于他所依附的一方总是获胜,西提乌斯声名鹊起,其军队也训练得极为精良。在尤利乌斯·恺撒于利比亚追剿庞培派时,西提乌斯亦与恺撒结盟,斩杀了尤巴的名将萨博拉,并由此从恺撒手中获得了马萨纳塞斯的土地作为奖赏——虽非全境,却是其中最肥沃的部分。马萨纳塞斯乃是这位阿拉比翁之父,曾是尤巴的盟友,恺撒将他的土地赏赐给了这位西提乌斯以及毛利塔尼亚王博库斯;西提乌斯则将自己所得的部分进一步分给了麾下的部下。阿拉比翁当时逃亡到伊比利亚投奔庞培诸子,但在尤利乌斯·恺撒遇刺后返回了利比亚;他不断将一部分利比亚人送往伊比利亚的小庞培处,并在他们受训之后召回,以此从博库斯手中夺回了土地,并用计斩杀了西提乌斯。阿拉比翁因这些缘故本对庞培派怀有好感,但总是判定该党派无情地屡遭厄运而对其绝望,便转而依附塞克斯提乌斯,意图通过他来讨好恺撒。西提乌斯派的人也出于自父辈起对恺撒怀有的好意而投奔了塞克斯提乌斯。

§4755

θαρρήσας οὖν ὁ Σέξστιος ἐξῄει τῆς πολιορκίας ἐς μάχην καὶ πεσόντος τοῦ Οὐεντιδίου καὶ τοῦ στρατοῦ φεύγοντος ὑπʼ ἀναρχίας, εἵπετο κτείνων τε καὶ ζωγρῶν. καὶ τάδε μαθὼν ὁ Λαίλιος διέλυε τὴν τῆς Κίρτης πολιορκίαν καὶ ἐχώρει πρὸς τὸν Κορνιφίκιον. ὁ δὲ Σέξστιος ἐπαιρόμενος τοῖς γεγονόσιν ἐπʼ αὐτὸν ἤδη τὸν Κορνιφίκιον ἐς Ἰτύκην ᾔει καὶ ἀντεστρατοπέδευε μετὰ πλειόνων ὄντι. Λαίλιον δὲ τοῦ Κορνιφικίου μετὰ τῶν ἱππέων πέμψαντος ἔς τινα κατάσκεψιν, ὁ Σέξστιος Ἀραβίωνα ἔπεμψεν ἱππομαχεῖν τῷ Λαιλίῳ κατὰ μέτωπον καὶ αὐτὸς ᾔει μετὰ τῶν εὐζώνων ἐς τὰ πλάγια τῆς ἱππομαχίας καὶ ἐμβαλὼν ἐθορύβει, μέχρι τὸν Λαίλιον οὐχ ἡσσημένον πω δεῖσαι περὶ τῆς ἀναχωρήσεως, μὴ ἀποκλεισθείη, καὶ λόφον ἐν μέσῳ καταλαβεῖν, Ἀραβίωνα δὲ ἀρτώμενον αὐτοῦ3 κτεῖναί τε πολλοὺς καὶ τὸν λόφον περικυκλῶσαι. ὁρῶν δὲ ταῦτα ὁ Κορνιφίκιος ἐξῄει τῷ πλέονι στρατῷ, βοηθήσων τῷ Λαιλίῳ· καὶ τοῦδε μὲν ὁ Σέξστιος ὄπισθεν γενόμενος ἐξήπτετο συντρέχων, καὶ αὐτὸν ἐπιστρεφόμενος ὁ Κορνιφίκιος ἀπεμάχετο μάλα κακοπαθῶς.

于是塞克斯提乌斯士气大振,突围而出进行决战;在文提狄乌斯阵亡、其军队因群龙无首而溃逃时,他一路追击斩杀并生擒敌军。莱利乌斯得知此事后,解除了对基尔塔的包围,撤向科尔尼菲基乌斯。塞克斯提乌斯受战果鼓舞,随即进军乌提卡直指科尔尼菲基乌斯本人,与率领更多兵力的对方扎营相对。当科尔尼菲基乌斯派遣莱利乌斯率骑兵前去侦察时,塞克斯提乌斯派阿拉比翁正面与莱利乌斯进行骑兵交战,自己则率领轻装兵迂回至骑兵战场的侧翼,发起冲击打乱了敌军;以致尚未落败的莱利乌斯唯恐退路被断,便抢占了中间的一座山丘,而阿拉比翁紧随其后痛击,斩杀甚众并包围了该山丘。科尔尼菲基乌斯见状,率主力大军出动救援莱利乌斯;塞克斯提乌斯迂回至其后方,奔袭紧咬不放,科尔尼菲基乌斯被迫回身极力苦战防守。

§4756

ὁ δὲ Ἀραβίων ἐν τούτῳ πετροβάταις ἀνδράσιν ἀνέρπουσι διὰ κρημνῶν ἐς τὸ στρατόπεδον τοῦ Κορνιφικίου παρέδυ λαθών. καὶ Ῥώσκιος μὲν ὁ φύλαξ, τοῦ χάρακος ἁλισκομένου, τῶν ὑπασπιστῶν τινι τὴν σφαγὴν ὑπέσχε καὶ ἀνῃρέθη, ὁ δὲ Κορνιφίκιος τῇ μάχῃ κάμνων μετεπήδα πρὸς Λαίλιον ἐς τὸν κολωνόν, οὐκ εἰδώς πω περὶ τοῦ στρατοπέδου· μεταπηδῶντα δʼ αὐτὸν οἱ τοῦ Ἀραβίωνος ἱππέες ἐπιδραμόντες ἔκτειναν. καὶ γιγνόμενα ταῦτα ὁ Λαίλιος ἀπὸ τοῦ λόφου καθορῶν ἑαυτὸν διεχρήσατο. τῶν δʼ ἀρχόντων πεσόντων ὁ στρατὸς κατὰ μέρη διέφυγεν· καὶ ὅσοι τῶν προγεγραμμένων ἦσαν παρὰ τῷ Κορνιφικίῳ, οἱ μὲν ἐς Σικελίαν διέπλεον, οἱ δʼ ὅπῃ δύναιντο ἕκαστος. ὁ δὲ Σέξστιος Ἀραβίωνα μὲν καὶ τοὺς Σιττιανοὺς ἐδωρεῖτο πολλοῖς λαφύροις, τὰς δὲ πόλεις τῷ Καίσαρι καθίστατο, συγγινώσκων ἁπάσαις.

与此同时,阿拉比翁带领善于攀岩的士兵沿着悬崖潜行,悄然渗入了科尔尼菲基乌斯的营垒。防守营垒的罗斯基乌斯在营栅陷落时,向一名亲兵伸颈受刃而死。科尔尼菲基乌斯在激战中精疲力竭,在尚不知营寨失守的情况下试图转往山丘投奔莱利乌斯;在他转移途中,阿拉比翁的骑兵奔袭而来将他斩杀。莱利乌斯在山丘上望见这番景象,便自尽了。诸将领阵亡后,军队四散溃逃;而跟随科尔尼菲基乌斯的所有被宣告为公敌之人,有的乘船前往西西里,其余则各自逃向能容身之地。塞克斯提乌斯将大量战利品赏赐给阿拉比翁和西提乌斯派众人,赦免了所有城邦,并将诸城置于恺撒的统辖之下。

语法注3 条
  1. 4752πολλὰ καὶ ἄλλα παραλιπόντι

    评判者与格(视角与格),表示叙述者或读者的视角(“若略去许多其他事例来看”)。紧随其后的分词短语 ὑπεριδόντι τῶν ἐλασσόνων 与 συναγαγόντι φράσαι 亦同属此种结构。

  2. 4753τῶν τριῶν ἐφʼ ἑαυτῶν πεποιημένων

    限定修饰名词 λῆξιν 的属格短语。完成时中动分词 πεποιημένων 与 τῶν τριῶν 一致。介词短语 ἐφʼ ἑαυτῶν 意为“依其自行决断”或“私自”,与下文元老院的合法授权形成对比。

  3. 4755ἀρτώμενον αὐτοῦ

    动词 ἀρτάω 的中动态现在分词,支配属格 αὐτοῦ,意为“紧贴着”、“咬住”,在此指在军事上对撤退的莱利乌斯后方紧追不舍、猛烈截击。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4752-4756