← 阿庇安

内战记

§4649-4651

马尔库斯与巴尔布拉的互救及宣告公敌者的后话

本段记述了马尔库斯与巴尔布拉通过假扮奴隶互相搭救并最终共同担任执政官的奇遇、失势的莱皮杜斯向执政官巴尔比努斯为妻子求情,以及小西塞罗、阿庇乌斯与财务官普布利乌斯随后的际遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4649

Μᾶρκος δὲ Βρούτῳ στρατηγῶν προεγέγραπτο μὲν καὶ ὅδε διὰ τόδε, ἡττωμένου δὲ τοῦ Βρούτου συλλαμβανόμενος ὑπεκρίνατο εἶναι θεράπων, καὶ αὐτὸν ὠνήσατο Βαρβούλας. δεξιὸν δὲ ὁρῶν ἐπέστησε τοῖς ὁμοδούλοις καὶ χρήματα διοικεῖν ἔδωκεν· δεινὸν δὲ ἐν ἅπασι καὶ συνετὸν ὄντα ὑπὲρ θεράποντος φύσιν ὑπενόει καὶ ἐπήλπιζεν, εἰ τῶν προγεγραμμένων τις εἴη, περισώσειν ὁμολογήσαντα.1 ἀπομαχόμενον δὲ ἰσχυρῶς καὶ γένος ἀναπλάσσοντα καὶ ὄνομα καὶ προτέρους δεσπότας ἐς Ῥώμην ἐπήγετο, ἐλπίσας ὀκνήσειν ἐς Ῥώμην ἀφικέσθαι προγεγραμμένον. ὁ δὲ εἵπετο καὶ ὥς. περὶ δὲ τὰς πύλας τῶν ὑπαντώντων τις φίλων Βαρβούλα, θεασάμενος τὸν Μᾶρκον ὡς οἰκέτην αὐτῷ παρεστῶτα, κρύφα ἐμήνυσε τῷ Βαρβούλᾳ. ὁ δὲ ἐδεήθη Καίσαρος διʼ Ἀγρίππα, καὶ ἀφείθη τῆς προγραφῆς ὁ Μᾶρκος, καὶ φίλος ἐγίγνετο Καίσαρι καὶ μετʼ οὐ πολὺ καὶ στρατηγὸς ἦν ἐπὶ Ἀντωνίῳ περὶ Ἄκτιον. ἐστρατήγει δὲ καὶ Ἀντωνίῳ Βαρβούλας, καὶ ἡ τύχη περιῆλθεν ἐς τὸ ὅμοιον ἀμφοτέροις· Βαρβούλας τε γὰρ ἡττηθέντος Ἀντωνίου λαμβανόμενος ὑπεκρίνατο οἰκέτης εἶναι, καὶ ὁ Μᾶρκος αὐτὸν ὡς ἀγνοῶν ὠνήσατο, ἐκθέμενος δὲ ἅπαντα τῷ Καίσαρι ᾔτησέ τε καὶ ἔτυχε τοῖς ὁμοίοις τὸν Βαρβούλαν ἀμείψασθαι.

马尔库斯曾担任布鲁图斯的将领,因此缘由也被宣告为公敌;在布鲁图斯战败时,他被俘获却假装成一名奴隶,巴尔布拉买下了他。巴尔布拉见他才能出众,便让他统管其他奴隶,并将钱财交由他掌管。然而巴尔布拉见他在各方面都精明能干,聪慧超越了奴隶的天性,便起了疑心,并给他希望说,如果他是被宣告为公敌者中的一员,只要坦白承认,自己就会保全他。但马尔库斯极力否认,捏造了自己的出身、名字和先前的诸位主人,巴尔布拉于是将他带往罗马,以为被宣告为公敌者断不敢踏足罗马。然而马尔库斯依然跟随而往。在城门附近,前来迎接巴尔布拉的友人中有一人见到马尔库斯像仆人一样侍立在侧,便悄悄告发给了巴尔布拉。巴尔布拉通过阿格里帕向凯撒求情,马尔库斯遂被免除公敌判决,成为凯撒的友人,不久后在亚克兴战役中担任征讨安东尼的将领。巴尔布拉当时也在安东尼麾下担任将领,命运却以同样的方式轮转到了两人身上:在安东尼战败时,巴尔布拉被俘,假装成仆人,马尔库斯则假装不认得而买下了他,随后将全盘实情禀报凯撒,请求并获准以同样的恩德回报巴尔布拉。

§4650

τοῖσδε μὲν οὖν ἡ συντυχία τῶν ὁμοίων καὶ ἐς τὸ ἔπειτα παρέμεινεν· ἦρξαν γὰρ τὴν ἐπώνυμον ἀρχὴν ἐν ἄστει οἱ δύο ὁμοῦ. Βαλβίνῳ δέ, ἐκφυγόντι καὶ κατελθόντι σὺν Πομπηίῳ καὶ ὑπατεύοντι οὐ πολὺ ὕστερον, Λέπιδος ἰδιώτης ὑπὸ Καίσαρος ἐκ δυνάστου γενόμενος ὑπὸ τοιᾶσδε ἀνάγκης παρέστη. Μαικήνας ἐδίωκε τὸν Λεπίδου παῖδα βουλεύσεως ἐπὶ Καίσαρι, ἐδίωκε δὲ καὶ τὴν μητέρα τῷ παιδὶ συνεγνωκέναι· Λεπίδου γὰρ αὐτοῦ ἄρα ὡς ἀσθενοῦς ὑπερεώρα. τὸν μὲν δὴ παῖδα ὁ Μαικήνας ἐς Ἄκτιον ἔπεμπε τῷ Καίσαρι, τὴν δὲ μητέρα, ἵνα μὴ ἄγοιτο οὖσα γυνή, ἐγγύην ᾔτει παρὰ τῷ ὑπάτῳ πρὸς Καίσαρα ἀφίξεσθαι. οὐδενὸς δὲ τὴν ἐγγύην ὑφισταμένου, ὁ Λέπιδος ἀμφὶ τὰς Βαλβίνου θύρας ἐτρίβετο πολλάκις καὶ δικάζοντι παρίστατο καὶ διωθουμένων αὐτὸν ἐς πολὺ τῶν ὑπηρετῶν μόλις εἶπεν· “ἐμοὶ μὲν καὶ οἱ κατήγοροι μαρτυροῦσιν ἐπιείκειαν, οὐδὲ γυναικί με ἢ παιδὶ συγγνῶναι λέγοντες· σὲ δὲ οὐκ ἐγὼ μὲν προέγραψα, κάτω δέ εἰμι τῶν προγραφέντων.2 ἀλλʼ ἐς τὴν ἀνθρώπειον τύχην ἀφορῶν καὶ ἐς ἐμὲ σοὶ παρεστῶτα, χάρισαί μοι τὴν γυναῖκα ἀπαντήσειν ἐς Καίσαρα ἐγγυωμένῳ3 ἢ μετʼ ἐκείνης ἀπελθεῖν δεομένῳ.” ταῦτα ἔτι τοῦ Λεπίδου λέγοντος, οὐκ ἐνεγκὼν τὴν μεταβολὴν ὁ Βαλβῖνος ἀπέλυσε τῆς ἐγγύης τὴν γυναῖκα.

这两人相似的命运际遇在日后依然延续:他们二人在罗马城内一同担任了以其冠名的最高执政官。另一方面,巴尔比努斯在逃脱后随庞培返回,并不久后担任执政官;莱皮杜斯被凯撒从统治者贬为平民后,因以下紧迫的缘由出现在巴尔比努斯面前:梅塞纳斯以密谋反对凯撒为由起诉莱皮杜斯的儿子,并起诉其母与儿子同谋(因为梅塞纳斯将莱皮杜斯本人视为懦弱无能而予以忽略)。梅塞纳斯将儿子押送至亚克兴的凯撒处,而对于母亲,为免她身为女流遭到押解,便要求在执政官面前提供担保,以确保她会前往凯撒处受审。由于无人愿意承担担保,莱皮杜斯频频流连于巴尔比努斯的门前,并在他审判案件时侍立在侧;在被差役们粗暴推搡阻拦良久之后,他才勉强开口说道:“就连原告也证明我的清白,说我甚至都不曾知晓妻子或儿子的企图;当年宣告你为公敌的并非是我,而我如今的境遇比被宣告为公敌之人还要卑微。然而,敬请顾念人世命运的无常以及侍立在你面前的我,请宽恩应允:由我担保妻子会前往面见凯撒,抑或准许我与她一同启程。”莱皮杜斯话音未落,巴尔比努斯因无法承受这命运的剧烈逆转,便免除了对那名妇人的担保要求。

§4651

Κικέρων δὲ ὁ Κικέρωνος προαπέσταλτο μὲν ὑπὸ τοῦ πατρὸς ἐς τὴν Ἑλλάδα, τοιάδε ἔσεσθαι προσδοκῶντος· ἀπὸ δὲ τῆς Ἑλλάδος ἐς Βροῦτον καὶ μετὰ Βροῦτον ἀποθανόντα ἐς Πομπήιον ἐλθὼν τιμῆς παρʼ ἑκατέρῳ καὶ στρατηγίας ἠξιοῦτο. ἐπὶ δὲ ἐκείνοις αὐτὸν ὁ Καῖσαρ ἐς ἀπολογίαν τῆς Κικέρωνος ἐκδόσεως ἱερέα τε εὐθὺς ἀπέφηνε καὶ ὕπατον οὐ πολὺ ὕστερον καὶ Συρίας στρατηγόν· καὶ τὴν Ἀντωνίου περὶ Ἄκτιον συμφορὰν ἐπισταλεῖσαν ὑπὸ τοῦ Καίσαρος ὁ Κικέρων ὅδε ὑπατεύων ἀνέγνω τε τῷ δήμῳ καὶ προύθηκεν ἐπὶ τοῦ βήματος, ἔνθα πρότερον ἡ τοῦ πατρὸς αὐτοῦ προύκειτο κεφαλή. Ἄππιος δὲ διένειμε τοῖς θεράπουσιν τὰ ὄντα καὶ μετʼ αὐτῶν ἐς Σικελίαν ἔπλει. χειμῶνος δὲ ἐπιλαβόντος ἐπιβουλεύοντες οἱ θεράποντες τοῖς χρήμασιν ἐς σκάφος ἐνέθεντο τὸν Ἄππιον, ὡς ἐς ἀσφαλεστέραν ἐλπίδα μεταφέροντες. καὶ συνέβη τῷ μὲν ἐκ παραλόγου διαπλεῦσαι, τοῖς δὲ ἀπολέσθαι τῆς νεὼς διαλυθείσης. Πούπλιος δὲ ὁ ταμίας Βρούτου, τῶν ἀμφὶ τὸν Ἀντώνιον αὐτὸν πειθόντων προδοῦναι Βροῦτον οὐκ ἀνασχόμενος, διὰ τόδε καὶ προεγράφη. καὶ κατήχθη καὶ Καίσαρι φίλος ἐγίγνετο καὶ ἐπιόντι ποτὲ τῷ Καίσαρι προύθηκεν εἰκόνας Βρούτου καὶ ἐπῃνέθη καὶ ἐπὶ τῷδε ὑπὸ τοῦ Καίσαρος.

西塞罗之子西塞罗由于父亲早料到会发生此类事变,早先已被送往希腊;他从希腊投奔布鲁图斯,在布鲁图斯死后又投奔庞培,均受到两人的礼遇并被任命为将领。在这些经历之后,凯撒为了对当年出卖西塞罗之举表达歉意,立即任命他为祭司,不久后任命为执政官,并担任叙利亚行省总督;这位西塞罗在担任执政官期间,当众向民众宣读了凯撒用信函报来的安东尼在亚克兴溃败的消息,并将其张贴在演讲台上,而早先他父亲的头颅曾被示众于此。阿庇乌斯将财产分发给奴隶,与他们一同乘船前往西西里。遭遇风暴时,觊觎其钱财的奴隶们将阿庇乌斯安置在一艘小艇上,佯装将他转移到更安全之处。结果出乎意料,他顺利渡海抵达,而奴隶们却在船体碎裂中丧生。布鲁图斯的财务官普布利乌斯因不甘忍受安东尼部属劝其背叛布鲁图斯的企图,也因此被宣告为公敌。他回国后成为凯撒的友人,有一次凯撒来访时,他展示了布鲁图斯的画像,甚至为此受到了凯撒的赞扬。

语法注3 条
  1. 4649περισώσειν ὁμολογήσαντα

    将来时不定式 περισώσειν 的逻辑主语为主句主语巴尔布拉(“他将保全……”),而宾格分词 ὁμολογήσαντα 并非不定式的宾格主语,而是修饰不定式省略的宾语(马尔库斯)的一致分词(意为“若[他]坦白承认则保全[他]”)。

  2. 4650κάτω δέ εἰμι τῶν προγραφέντων

    副词 κάτω 在此作表语,名词化分词 τῶν προγραφέντων 为比较属格。曾作为三头政治官颁布公敌通缉令的莱皮杜斯以此强调自身地位的颠倒:“如今我比那些被通缉之人还要低下。”

  3. 4650χάρισαί μοι τὴν γυναῖκα ἀπαντήσειν ἐς Καίσαρα ἐγγυωμένῳ

    祈使动词 χάρισαι 支配与格代词 μοι,分词 ἐγγυωμένῳ(以及随后的 δεομένῳ)在性、数、格上与之呼应。将来时不定式短语 τὴν γυναῖκα ἀπαντήσειν 依附于 ἐγγυωμένῳ,表示担保的具体内容(“担保妻子将去面见凯撒”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4649-4651