- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4647-4648
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了被公敌宣告者通过乔装改扮、开办学校,或是依靠同乡市民的团结与权贵友人的庇护而逃脱搜捕的事迹。此外,还讲述了有人凭借雄辩之才与过人机智说服追兵、反制勒索船主,最终安全逃往庞培阵营的过程。
ἕτερον ἐν τάφῳ κρύπτων ἀπελεύθερος, οὐ φέροντα φαντασίαν τάφου, μετήγαγεν ἐς φαῦλον οἴκημα μισθωτόν. στρατιώτου δʼ αὐτῷ παρακατοικισθέντος, οὐδὲ τοῦτον φέρων τὸν φόβον ἐς θαυμαστὴν τόλμαν ἐκ δειλίας μετέβαλε καὶ κειράμενος ἡγεῖτο ἐν αὐτῇ Ῥώμῃ διδασκαλείου μέχρι τῶν σπονδῶν. Οὐολούσιος δὲ ἀγορανομῶν προεγράφη καὶ φίλον ὀργιαστὴν τῆς Ἴσιδος ἔχων ᾔτησε τὴν στολὴν καὶ τὰς ὀθόνας ἐνέδυ τὰς ποδήρεις καὶ τὴν τοῦ κυνὸς κεφαλὴν ἐπέθετο καὶ διῆλθεν οὕτως ὀργιάζων αὐτῷ σχήματι ἐς Πομπήιον. Σίττιον δὲ Καληνοί, πολίτην σφῶν ὄντα καὶ πολλὰ ἐς αὐτοὺς ἐκ περιουσίας δαψιλοῦς ἀναλώσαντα, ἐφύλασσον, σιδηροφοροῦντές τε ὑπὲρ αὐτοῦ καὶ τοῖς οἰκέταις ἀπειλοῦντες καὶ τοὺς στρατιώτας ἀπερύκοντες ἀπὸ τῶν τειχῶν, μέχρι μαραινομένου τοῦ κακοῦ καὶ ἐς τοὺς τρεῖς ἐπρέσβευσαν ὑπὲρ αὐτοῦ καὶ ἔτυχον Σίττιον τῆς ἄλλης Ἰταλίας εἰργόμενον ἐν τῇ πατρίδι μένειν. Σίττιος μὲν δὴ πρῶτος ἢ μόνος ἀνδρῶν ὅδε τῆς ξένης ἐφυγαδεύετο ἐν τῇ πατρίδι,1 Οὐάρρων δὲ ἦν φιλόσοφός τε καὶ ἱστορίας συγγραφεύς, ἐστρατευμένος τε καλῶς καὶ ἐστρατηγηκώς, καὶ ἴσως διὰ ταῦτα ὡς ἐχθρὸς μοναρχίας προυγράφη. φιλοτιμουμένων δὲ αὐτὸν ὑποδέξασθαι τῶν γνωρίμων καὶ διεριζόντων ἐς ἀλλήλους, Καληνὸς ἐξενίκησε καὶ εἶχεν ἐν ἐπαύλει, ἔνθα Ἀντώνιος, ὅτε διοδεύοι, κατήγετο· καὶ τὸν Οὐάρρωνα οὐδεὶς ἔνδον ὄντα ἐνέφηνε θεράπων, οὔτε αὐτοῦ Οὐάρρωνος οὔτε Καληνοῦ.
一名被释奴将另一名被宣告为公敌者藏在墓穴中,见他无法忍受墓穴的可怕景象,便将他转移到一间简陋的租房里。然而,当一名士兵被安排住在他隔壁时,他也无法忍受这种恐惧,竟由懦怯转为惊人的大胆,剃去头发,就在罗马城内开办学校授课,直至和解达成。沃卢修斯在担任市政官期间被宣告为公敌,他有一位信奉伊西斯的密友,便向其借来礼袍,穿上拖至足部的亚麻长袍,戴上胡狼之首,便以这种秘仪行道者的装束一路穿行,投奔了庞培。卡莱斯的居民们则保护着西提乌斯,因为他是他们的同胞公民,曾用自己的巨额财产为他们花费甚多;他们为他执戈防守,恐吓城中的奴隶,将追兵阻击在城墙之外,直到灾祸逐渐平息,他们甚至为他向三头政治官派出使团,争取到了让西提乌斯虽被禁止踏足意大利其他地区却能留在家乡的特权。因此,西提乌斯成了第一个、或许也是唯一一个留在家乡却被流放于异邦的人。瓦罗是一位哲学家兼历史学家,既服役有功又曾官拜大法官(将领),或许正因这些缘由,他作为君主政体的反对者而被宣告为公敌。熟人们为能收留他而竞相争胜,最终卡莱努斯胜出,将他藏在安东尼巡视路过时常去投宿的庄园里;瓦罗或卡莱努斯的奴仆无一人泄露瓦罗藏在里面的消息。
Οὐεργίνιος δέ, ἀνὴρ ἡδὺς εἰπεῖν, τοὺς οἰκέτας ἐδίδασκεν, ὅτι κτείναντες μὲν αὑτὸν διʼ ὀλίγα χρήματα οὐκ ἀσφαλῆ μύσους τε πίμπλανται καὶ φόβων ἐς ὕστερον μεγάλων, περισώσαντες δὲ δόξης τε εὐσεβοῦς καὶ ἐλπίδων ἀγαθῶν καὶ χρημάτων2 ὕστερον πολὺ πλεόνων τε καὶ ἀσφαλεστέρων. οἱ μὲν δὴ συνέφευγον ὡς ὁμοδούλῳ καὶ γνωρισθέντος αὐτοῦ παρὰ τὴν ὁδὸν πρὸς τοὺς ὁπλίτας ἀπεμάχοντο· ὁ δὲ ληφθεὶς ὑπὸ τῶν ὁπλιτῶν ἐδίδασκε κἀκείνους, ὅτι κατὰ μὲν ἔχθραν αὑτὸν οὐκ ἀνελοῦσιν, ἀλλὰ χρημάτων οὕνεκα μόνων, χρήματα δὲ αὐτοῖς εἴη δικαιότερα καὶ πλέονα λαβεῖν ἐπὶ θάλασσαν ἐλθοῦσιν, “ἔνθα μοι τὸ γύναιον,” ἔφη, “ναῦν φέρουσα χρημάτων συνετάξατο.” καὶ αὐτῷ καὶ οἵδε πεισθέντες κατῄεσαν ἐπὶ τὴν θάλασσαν· ἡ γυνὴ δὲ ἀφῖκτο μὲν ἐπὶ τὴν ἠιόνα κατὰ τὸ συγκείμενον, βραδύνοντος δὲ τοῦ Οὐεργινίου, νομίσασα αὐτὸν ἐς Πομπήιον προπεπλευκέναι ἀνήγετο, θεράποντα ὅμως ἐπὶ τῆς ἠιόνος ἐξαγγέλλειν ὑπολιποῦσα. καὶ ὁ θεράπων τὸν Οὐεργίνιον ἰδὼν ἀνέθορέ τε ὡς ἐς δεσπότην καὶ τὴν ναῦν ἐδείκνυεν ὡς ὁρωμένην καὶ τὴν γυναῖκα ἔφραζε καὶ τὰ χρήματα καὶ αὐτὸς ἐφʼ ὅτῳ κατελείφθη. οἱ δὲ ἐπίστευον ἅπασιν ἤδη, καὶ τὸν Οὐεργίνιον ἀξιοῦντα σφᾶς περιμένειν, ἔστε μετακληθείη τὸ γύναιον, ἢ συνελθεῖν οἱ πρὸς αὐτὴν ἐπὶ τὰ χρήματα, ἐσβάντες ἐς σκάφος παρέπεμπον ἐς Σικελίαν, ἐρέσσοντες φιλοπόνως· ἐκεῖ δὲ ἔτυχόν τε τῶν ἐπαγγελιῶν καὶ οὐκ ἀπέστησαν ἔτι θεραπεύοντες αὐτὸν μέχρι τῶν σπονδῶν. Ῥέβιλον δὲ ναύκληρος ἐς τὴν ναῦν ὑποδεξάμενος ὡς διοίσων ἐς Σικελίαν ᾔτει χρήματα, μηνύσειν ἀπειλῶν, εἰ μὴ λάβοι. ὁ δέ, οἷόν τι καὶ Θεμιστοκλῆς φεύγων ἐποίησεν, ἀντηπείλει μηνύσειν, ὅτι αὑτὸν ἐπὶ χρήμασιν ἄγοι, μέχρι δείσας ὁ ναύκληρος διέσωσεν ἐς Πομπήιον.
韦尔吉尼乌斯是一位能言善辩之人,他劝导仆人们说,若是为了些许来路不稳的钱财而杀害他,便会充满罪孽与日后巨大的恐惧,但若是保全了他,则会满载虔敬的名声、美好的希望,并在日后获得丰厚得多且更为稳妥的钱财。于是仆人们像对待同伴奴隶一样与他一同逃亡,沿途在他被人认出时,还奋力抗击重装步兵。而在被重装步兵俘获后,他也同样劝说士兵们:他们杀害他并非出于私仇,而纯粹是为了钱财,若是随他前往海边,他们便能得到更名正言顺且数额更多的金钱。“在那里,”他说道,“我的妻子正备有一艘载满钱财的船只与我约定相会。”士兵们也被他说服,一同下到了海边。妻子确实已按约定抵达岸边,但因韦尔吉尼乌斯迟迟未到,她以为他已先行乘船投奔庞培,便起航出海,不过仍留下一名仆人在岸边传讯。那名仆人一见韦尔吉尼乌斯,便如见主人般迎上前去,指着尚在视线内的船只,说明了夫人的情况、钱财以及自己留下的缘由。士兵们此刻对一切深信不疑;韦尔吉尼乌斯请求他们在此等待召回妻子,抑或随他同去船上取钱,士兵们便登上一艘小船,奋力划桨护送他前往西西里。到了那里,他们不仅如约获得了酬劳,并且不再离去,一直服侍他直到和解达成。 一位船主把雷比卢斯接上船,佯装要送他去西西里,却向他索要钱财,威胁说若是拿不到钱便去告发。雷比卢斯便效仿当年地米斯托克利流亡时的做法,反过来威胁要告发船主收受贿赂运送公敌,船主吓得畏惧不已,最终将他安全送到了庞培那里。
- 4647τῆς ξένης ἐφυγαδεύετο ἐν τῇ πατρίδι
此处是被动语态动词 φυγαδεύω 支配表示分离的属格 τῆς ξένης(从异乡)与介词短语 ἐν τῇ πατρίδι(在家乡)构成的巧妙矛盾修辞(oxymoron)。流放本指被逐出祖国,但此处西提乌斯被禁足于本城、不得涉足城外,因此被反讽式地表述为“留在故乡却被流放于异邦之外”。
- 4648περισώσαντες δὲ δόξης τε εὐσεβοῦς καὶ ἐλπίδων ἀγαθῶν καὶ χρημάτων
该分句与前半句 κτείναντες μὲν αὑτὸν ... μύσους τε πίμπλανται 相对照。分词短语 περισώσαντες(若保全他)后省略了主句谓语动词 πίμπλανται(被充满),该承前省略的动词支配表示“充满之物”的属格名词 δόξης、ἐλπίδων 与 χρημάτων。
