← 阿庇安

内战记

§4644-4646

替主赴死的奴隶与被宣告者的逃脱

本节记叙了在公敌宣告期间忠诚的奴隶与被释奴如何舍身伪装以搭救主人,以及庞波尼乌斯、阿普列乌斯和阿伦提乌斯等人巧妙伪装出逃的历程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4644

Ἄππιον δὲ ἀναπαυόμενον ἐν ἐπαύλει, τῶν ὁπλιτῶν ἐπιθεόντων, οἰκέτης τὴν ἑαυτοῦ ἐσθῆτα ἐνέδυσε, καὶ αὐτὸς εἰς τὴν εὐνὴν οἷα δεσπότης ἀνακλιθεὶς ἑκὼν ἀπέθανεν ἀντὶ τοῦ δεσπότου, παρεστῶτος ὡς οἰκέτου.1 Μενηνίου δὲ τὴν οἰκίαν καταλαβόντων ὁπλιτῶν, θεράπων ἐς τὸ τοῦ δεσπότου φορεῖον ἐνέβη καὶ ὑπὸ τῶν ὁμοδούλων συνεργούντων ἐξεφέρετο, ἕως ὅδε μὲν ὡς Μενήνιος ἑκὼν ἀνῄρητο, Μενήνιος δὲ ἐς Σικελίαν διέφυγεν. Οὐίνιον δὲ ἀπελεύθερος αὐτοῦ Οὐινίου, Φιλήμων, οἰκίαν κεκτημένος λαμπράν, ἐν τῷ μεσαιτάτῳ τῆς οἰκίας ἔκρυψεν ἐν λάρνακι, ἃς ἀπὸ σιδήρου ἐς χρημάτων ἢ βιβλίων ἔχουσι φυλακήν· καὶ νυκτὸς ἔτρεφε μέχρι τῶν σπονδῶν. ἕτερος δὲ ἀπελεύθερος, τάφον δεσπότου φυλάσσων, τὸν δεσπόσυνον προγραφέντα ἐφύλασσεν ἐν τῷ τάφῳ μετὰ τοῦ πατρός. Λουκρήτιος ἀλώμενος σὺν δυσὶ θεράπουσιν ἀγαθοῖς ὑπὸ ἀπορίας τῶν τροφῶν ᾔει πρὸς τὴν γυναῖκα, φορείῳ φερόμενος ὑπὸ τῶν οἰκετῶν οἷά τις ἄρρωστος, ἐς τὴν πόλιν. ἑνὸς δὲ τῶν φερόντων τὸ σκέλος συντριβέντος τῷ ἑτέρῳ τὴν χεῖρα ἐπιθεὶς ᾔει. παρὰ δὲ ταῖς πύλαις γενόμενος, ἔνθα αὐτοῦ καὶ ὁ πατὴρ ὑπὸ Σύλλα προγραφεὶς ἑαλώκει, εἶδε λόχον ὁπλιτῶν ἐκτρέχοντα καὶ πρὸς τὸ συγκύρημα τοῦ τόπου καταπλαγεὶς συνεκρύφθη μετὰ τοῦ θεράποντος ἐν τάφῳ. τυμβωρύχων δὲ τοὺς τάφους ἐρευνωμένων, ὁ θεράπων ἑαυτὸν τοῖς τυμβωρύχοις παρέσχε περιδύειν, μέχρι Λουκρήτιον ἐπὶ τὰς πύλας διαφυγεῖν.2 ἐκεῖ δὲ αὐτὸν ὁ Λουκρήτιος περιμείνας τε καὶ τῆς ἑαυτοῦ μερισάμενος ἐσθῆτος, ἧκε πρὸς τὴν γυναῖκα καὶ ὑπʼ αὐτῆς ἐκρύπτετο ἐπὶ διπλῆς ὀροφῆς μεταξύ, μέχρι τινὲς αὐτὸν ἐρρύσαντο παρὰ τῶν προγραψάντων καὶ ὕστερον ἐπὶ εἰρήνης ὑπάτευσεν.

阿庇乌斯在一处庄园休息时,士兵们奔袭而来,一名奴隶把自己的衣服给他穿上,自己则像主人一样躺在卧榻上,替主人从容受死,而主人则扮作奴隶侍立在一旁。当士兵们占领梅内尼乌斯的宅邸时,一名仆人坐进主人的轿子里,在同伴奴隶的协同下被抬了出来,直至此人作为梅内尼乌斯甘愿被杀,而梅内尼乌斯则逃往了西西里。维尼乌斯的被释奴菲利蒙拥有一座豪华的宅邸,他在宅邸的最深处将维尼乌斯藏在一只铁柜中——即人们用来存放钱财或书籍的那种铁柜;并且每夜为他送食,直至和解达成。另一位看守主人墓穴的被释奴,则将主人那遭到公敌宣告的儿子与父亲一同藏在墓穴中保全下来。 卢克莱修带着两名忠诚的仆人流亡,因缺乏口粮而前往妻子那里,像病人一样由奴仆们用轿子抬着进城。但抬轿者中有一人折断了腿,他便把手搭在另一人身上前行。来到城门附近时——当年他的父亲也是在被苏拉宣告为公敌后在此处被捕的——他看到一队重装步兵冲了出来,因这地点的巧合而惊恐万状,便同仆人一同躲进一座墓穴中。当盗墓贼搜寻墓穴时,仆人任由盗墓贼剥去自己的衣裳,直至卢克莱修逃到了城门。卢克莱修在那里等候他,将自己的衣服分给他穿,随后回到妻子身边,被她藏在双层天花板的夹层中,直至有人向宣告公敌者为他求得赦免,后来他在和平时期担任了执政官。

§4645

Σέργιος δὲ ἐκρύφθη παρʼ αὐτῷ Ἀντωνίῳ, μέχρι Πλάγκον ὑπατεύοντα ὁ Ἀντώνιος ἔπεισε κάθοδον αὐτῷ ψηφίσασθαι. καὶ ἐπὶ τῷδε ὁ Σέργιος ὕστερον, ἐν τῇ Καίσαρος καὶ Ἀντωνίου στάσει, τῆς βουλῆς ψηφιζομένης εἶναι πολέμιον τὸν Ἀντώνιον, μόνος τὴν ἀπολύουσαν ἔφερε φανερῶς.3 καὶ οἵδε μὲν οὕτως ἐσῴζοντο, Πομπώνιος δὲ εἰς στρατηγοῦ σχῆμα κοσμήσας ἑαυτὸν καὶ τοὺς θεράποντας ἐς ὑπηρέτας σκευάσας τὴν πόλιν ὡς στρατηγὸς ὑπὸ ῥαβδούχοις διῆλθεν, ἐπιθλιβόντων αὐτὸν τῶν ὑπηρετῶν, ἵνα μὴ γνωσθείη πρὸς ἑτέρου, καὶ παρὰ ταῖς πύλαις ὀχημάτων τε δημοσίων ἐπέβη καὶ τὴν Ἰταλίαν διώδευεν, ἀποδεχομένων αὐτὸν καὶ παραπεμπόντων ἁπάντων οἷα στρατηγὸν ὑπὸ τῶν τριῶν ἀνδρῶν ἐπὶ σπονδὰς ἐς Πομπήιον ἀπεσταλμένον, μέχρι καὶ δημοσίᾳ τριήρει διέπλευσε πρὸς ἐκεῖνον.

塞尔吉乌斯被藏在安东尼自己家中,直到安东尼说服在任执政官普兰库斯投票通过让他归来的决议。为此,塞尔吉乌斯后来在恺撒与安东尼的内讧中,当元老院投票决议安东尼为公敌时,唯独他一人公开投下了无罪票。 这些人便是这样获救的,而庞波尼乌斯则将自己装扮成大法官的模样,将仆人们装束成扈从,由侍从们紧紧簇拥着以防被他人认出,宛如一位带有刀斧手的法官穿行于城中;他在城门附近登上公用马车周游意大利,众人都以为他是三头政治官派往庞培处商议条约的法官而接待并护送他,直至他甚至乘坐公用三列桨座战船渡海投奔庞培。

§4646

Ἀπουλήιος δὲ καὶ Ἀρρούντιος ὑποκριθέντες εἶναι λοχαγοὶ καὶ τοὺς θεράποντας ἐς στρατιώτας σκευάσαντες, τὰς μὲν πύλας διέδραμον ὡς λοχαγοὶ διώκοντες ἑτέρους, τὴν δὲ λοιπὴν ὁδὸν διελόμενοι τοὺς δεσμώτας ἐξέλυον καὶ τοὺς ἀποδράντας συνέλεγον, μέχρι χειρὸς ἱκανῆς ἑκατέρῳ γενομένης σημεῖά τε ἦν ἤδη καὶ ὅπλα καὶ ὄψις στρατοῦ. χωρῶν δὲ ἑκάτερος αὐτῶν ἐπὶ θάλασσαν, ἀμφί τινι λόφῳ σταθμεύουσι, μεγάλῳ δέει καθορῶντες ἀλλήλους. ἅμα δὲ ἕῳ περινεύοντες ἐκ τοῦ λόφου ἔδοξαν ἀλλήλους ἑκάτερος στρατὸν ἐπὶ σφᾶς ἐπιπεμφθέντα εἶναι4 καὶ συμπλακέντες ἐμάχοντο, μέχρι ποτὲ ἔγνωσαν καὶ τὰ ὅπλα ἀπερρίπτουν καὶ ὠλοφύροντο καὶ τὴν τύχην ὡς ἐπιβαροῦσάν σφισιν ἐς ἅπαντα ἐπεμέμφοντο. διαπλεύσαντες δὲ ὁ μὲν ἐς Βροῦτον, ὁ δʼ ἐς Πομπήιον, ὁ μὲν τῷ Πομπηίῳ συγκατῆλθεν, ὁ δὲ ἐστρατήγησε τῷ Βρούτῳ Βιθυνίας καὶ Βρούτου πεσόντος Ἀντωνίῳ παραδοὺς Βιθυνίαν κατήχθη. Οὐεντίδιον δὲ ἀπελεύθερος εὐθὺς μὲν προγραφέντα κατέδησεν ὡς παραδώσων τοῖς σφαγεῦσι, νυκτὸς δὲ τοὺς θεράποντας ἔπεισε καὶ ἐσκεύασεν ὡς ὁπλίτας καὶ τὸν δεσπότην ὡς λοχαγὸν ἐξήγαγε· τήν τε ἄλλην Ἰταλίαν μέχρι Σικελίας διώδευσαν καὶ συγκατέλυσαν πολλάκις ἑτέροις λοχαγοῖς ζητοῦσιν Οὐεντίδιον.

阿普列乌斯和阿伦提乌斯假扮为百夫长,将仆人们装扮成士兵,宛如追捕逃犯的百夫长一般冲出城门;在余下的路途中他们分头行动,释放囚徒,招纳逃民,直至两人各自拥有了充足的人马,军旗、武器与军队的容貌皆已齐备。两人各自向海边行进时,在一处山丘附近扎营,怀着巨大的恐惧相互戒备。拂晓时分,他们从山丘上向下张望,各自以为对方是派来讨伐自己的军队,遂交兵混战,直至终于互相认出,便抛弃武器痛哭流涕,抱怨命运在一切事情上都将沉重的灾祸加诸他们。渡海之后,一人投奔布鲁图,另一人投奔庞培;投奔庞培者后来随庞培一同归国,投奔布鲁图者则为布鲁图统领比提尼亚,在布鲁图战死后,他将比提尼亚交还给安东尼,从而获准归国。文提狄乌斯的被释奴在主人被宣告为公敌时立即将他捆绑,佯装要将他交予刽子手,入夜后却说服仆人们将他们装扮成重装步兵,并将主人装扮成百夫长带出;他们穿越意大利其余地区直至西西里,常常与搜捕文提狄乌斯的其他百夫长们同宿一处。

语法注4 条
  1. 4644παρεστῶτος ὡς οἰκέτου

    此处为与紧邻的前文 τοῦ δεσπότου(主人)一致的伴随状况属格分词结构。与前文主句主语 αὐτός(奴隶自身)相对照,描写换上奴隶衣服、侍立在旁的主人阿庇乌斯的状态。

  2. 4644μέχρι Λουκρήτιον ἐπὶ τὰς πύλας διαφυγεῖν

    连词 μέχρι 引导带宾格的不定式结构(A.c.I.),表示时间界限(“直到卢克莱修逃至城门”)。在古典雅典语中标准用法通常引导带有虚拟语气或直陈语气的从句,而在后古典希腊语历史叙述中,介词性连词直接接不定式短语的现象较为多见。

  3. 4645μόνος τὴν ἀπολύουσαν ἔφερε φανερῶς

    习惯性省略表达,在阴性单数宾格分词 τὴν ἀπολύουσαν 后省略了名词 ψῆφον(投票用石子/选票),字面义为“投下表示释放/无罪的票”。

  4. 4646ἔδοξαν ἀλλήλους ἑκάτερος στρατὸν ἐπὶ σφᾶς ἐπιπεμφθέντα εἶναι

    此句结构较为复杂:分配主格 ἑκάτερος 作为同格成分并入主语复数动词 ἔδοξαν 中,并统领一个带宾格的不定式从句(ἀλλήλους ... στρατὸν ... εἶναι),全句意为“双方各自以为对方是派来对付自己的军队”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4644-4646