- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4641-4643
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了公敌宣告期间儿子舍身拯救父亲的事迹(盖塔、奥皮乌斯、阿里亚努斯、梅特卢斯)、仆人出于忠义救助主人的经过(马尔库斯、雷斯提奥),以及希尔提乌斯聚众起义后逃亡的始末。
Γέταν δὲ ὁ υἱὸς ἐν εὐρυχώρῳ τῆς οἰκίας ἔδοξε καίειν ὡς ἀπαγξάμενον καὶ λαθὼν ἐν ἀγρῷ νεωνήτῳ κατέλιπεν, ἔνθα ὁ πρεσβύτης μεταμορφῶν ἑαυτὸν ἐπεδήσατο διφθέραν ἐς τὸν ἕτερον ὀφθαλμόν. καὶ τῶν σπονδῶν γενομένων ἔλυσε τὴν διφθέραν, καὶ ὁ ὀφθαλμὸς ὑπὸ τῆς ἀργίας δεδαπάνητο. Ὄππιον δὲ ὁ υἱός, ὑπὸ γήρως ἀσθενεστάτου μένειν ἐθέλοντα, ἔφερεν ἐπὶ τοῦ σώματος,1 ἕως ἐξήγαγέ τε διὰ τῶν πυλῶν καὶ τὸ λοιπὸν μέχρι Σικελίας ἄγων ἢ φέρων ἐκόμισεν, οὐδενὸς ἄρα τὸ σχῆμα ὑπονοήσαντος ἢ ἐνυβρίσαντος, οἷόν που καὶ τὸν Αἰνείαν γράφουσιν αἰδέσιμον τοῖς πολεμίοις γενέσθαι φέροντα τὸν πατέρα. καὶ τὸν νεανίαν ὁ δῆμος ἐπαινῶν ὕστερον ἀπέφηνεν ἀγορανόμον· δεδημευμένης δʼ αὐτῷ τῆς οὐσίας οὐκ ἔχοντι τῆς ἀρχῆς τὸ δαπάνημα2 οἵ τε χειροτέχναι τὰ ἐς τὴν ἀρχὴν ἀμισθὶ συνειργάσαντο, καὶ τῶν θεωμένων ἕκαστος ἐπὶ τὴν ὀρχήστραν ὅσον ἐβούλετο νόμισμα ἐρρίπτει, ἕως τὸν ἄνδρα κατεπλούτισαν. Ἀρριανοῦ δὲ καὶ ἐν τῇ στήλῃ κεκόλαπτο ἐκ διαθηκῶν· “τὸν ἐνθάδε κείμενον υἱὸς οὐ προγραφεὶς προγραφέντα ἔκρυψέ τε καὶ συνέφυγε καὶ περιέσωσε.”
盖塔的儿子佯装父亲上吊自尽,在宅院宽敞处假装焚尸,随后秘密将他留在新购的田庄中;老人在那里为了改换容貌,用一块皮带遮系住一只眼睛。及至和解达成后,他解下皮带,那只眼睛却因长期不用而废弃了。奥皮乌斯的儿子将因年迈极度体弱而本想留下的父亲背在身上,直至将他带出城门;在前往西西里的余下路途中,他时而牵引时而背负,终于将父亲送达;令人惊异的是,竟无一人怀疑或侮辱这种情形,正如人们所描绘的埃涅阿斯背负父亲时连敌人也为之肃然起敬那般。人民后来赞赏这位青年,推选他为市政官;由于他的财产已被没收,没有担任该职务所需的费用,工匠们便不取报酬地共同承办了该职务所需的工程,剧场里的每一位观众也都随意向乐池中抛掷钱币,直至使他变得富裕。在阿里亚努斯的墓碑上也依遗嘱刻着:“埋葬于此的人,由他那未被公敌宣告的儿子掩藏其已被宣告之躯,与他一同逃亡,并使之保全。”
Μετέλλω δὲ ἤστην υἱός τε καὶ πατήρ· καὶ αὐτοῖν ὁ μὲν πατὴρ στρατηγῶν Ἀντωνίῳ περὶ Ἄκτιον αἰχμάλωτος ἑάλω καὶ ἠγνοεῖτο, ὁ δὲ υἱὸς τῷ Καίσαρι συνεστρατεύετο καὶ ἐστρατηγήκει καὶ ὅδε περὶ τὸ Ἄκτιον. ἐν δὲ Σάμῳ διακρίνοντι τῷ Καίσαρι τοὺς αἰχμαλώτους ὁ μὲν παῖς συνήδρευεν, ὁ δὲ πρεσβύτης ἤγετο κόμης τε ἔμπλεως καὶ δύης καὶ ῥύπου καὶ τῆς ἐκ τῶνδε μεταμορφώσεως. ὡς δὲ ἐν τῇ τάξει τῶν αἰχμαλώτων ὑπὸ τοῦ κήρυκος ἀνεκλήθη, ἀνέθορεν ὁ υἱὸς ἐκ τοῦ συνεδρίου καὶ μόλις ἐπιγνοὺς τὸν πατέρα ἠσπάζετο σὺν οἰμωγῇ· ἐπισχὼν δέ ποτε τοῦ θρήνου πρὸς τὸν Καίσαρα ἔφη· “οὗτος μέν σοι πολέμιος γέγονεν, ὦ Καῖσαρ, ἐγὼ δὲ σύμμαχος· καὶ χρὴ τοῦτον μέν σοι δοῦναι δίκην, ἐμὲ δὲ γέρας εὑρέσθαι. αἰτῶ δή σε τὸν πατέρα σῴζειν διʼ ἐμὲ ἢ διʼ ἐκεῖνον ἐμὲ συγκατακανεῖν.” οἴκτου δὲ ἐξ ἁπάντων γενομένου μεθῆκε σῴζεσθαι τὸν Μέτελλον ὁ Καῖσαρ, καίτοι πολεμιώτατον αὐτῷ γενόμενον καὶ δωρεῶν πολλῶν, εἰ μεταθοῖτο πρὸς αὐτὸν ἀπʼ Ἀντωνίου, πολλάκις ὑπεριδόντα.
有父子两人都叫梅特卢斯;他们之中,父亲在亚克兴战役中为安东尼统兵,沦为俘虏且身份未明;儿子则随恺撒出征,并在亚克兴也担任过指挥官。在萨摩斯岛恺撒审理俘虏时,儿子列席会议,而老父亲被带了上来,蓬头垢面,满身污秽,受尽苦楚,因而完全变了模样。当他在俘虏行列中被传令官呼唤出名字时,儿子从席位上跳了起来,好不容易认出了父亲,号啕大哭着拥抱他。哭泣稍停之后,他对恺撒说道:“恺撒啊,此人曾是你的敌人,而我则是你的盟友;按理他应当向你领罪,而我应当获得赏赐。因此我请求你,要么看在我的份上饶恕我的父亲,要么看在他的份上将我与他一同处死。”全场为之动容,恺撒便下令赦免放过了梅特卢斯,尽管此人曾极度与恺撒为敌,并且多次轻蔑拒绝了倘若脱离安东尼投奔他即可获得的丰厚赏赐。
Μᾶρκον δὲ οἱ θεράποντες σὺν εὐνοίᾳ καὶ τύχῃ πάντα τὸν τῆς προγραφῆς χρόνον διεφύλαξαν ἔνδον ἐπὶ τῆς οἰκίας, μέχρι τῆς ἀδείας δοθείσης ὁ Μᾶρκος ἐξῄει τῆς οἰκίας ὡς ἀπὸ φυγῆς. Ἵρτιος δὲ σὺν τοῖς οἰκέταις ἐκφυγὼν τῆς πόλεως διώδευε τὴν Ἰταλίαν, ἐκλύων τε δεσμώτας καὶ συνάγων τοὺς ἀποδιδράσκοντας καὶ πολίχνια δῃῶν, ὀλίγα πρῶτον, εἶτα καὶ μείζω, μέχρι χειρὸς ἱκανῆς ἐκράτησε καὶ τὸ Βρεττίων ἔθνος ἐχειρώσατο καί, στρατοῦ πεμφθέντος ἐπʼ αὐτόν, ἐς Πομπήιον μεθʼ ὅσων εἶχε διέπλευσε. Ῥεστίωνι δὲ οἰομένῳ μόνῳ φεύγειν οἰκέτης εἵπετο λανθάνων, ἀνάθρεπτος μὲν αὐτοῦ Ῥεστίωνος καὶ πολλὰ πρότερον εὖ παθών, διὰ δὲ μοχθηρίαν ὕστερον ἐστιγμένος. ἀναπαυομένῳ δὲ ἐν ἕλει τῷ Ῥεστίωνι ἐπιστὰς ὁ θεράπων ἐξέπληξε μὲν αὐτίκα ὀφθείς, δεδοικότι δὲ ἔφη οὐ τῶν παρόντων στιγμάτων αἰσθάνεσθαι μᾶλλον ἢ μνημονεύειν τῶν πρότερον εὐεργετημάτων.3 καὶ αὐτὸν εἴς τι σπήλαιον ἀναπαύσας εἰργάζετο καὶ τροφὰς αὐτῷ συνέλεγεν, ὡς ἐδύνατο. ὑπονοίας δέ τινος ἀμφὶ τὸ σπήλαιον τοῖς ἐγγὺς ὁπλίταις περὶ τοῦ Ῥεστίωνος γενομένης καὶ χωρούντων ἐπʼ αὐτόν, ὁ οἰκέτης εἵπετο συνεὶς καί τινα πρεσβύτην προοδεύοντα προδραμὼν ἀπέκτεινε καὶ τὴν κεφαλὴν ἀπέτεμεν. ἐκπλαγέντων δὲ τῶν ὁπλιτῶν καὶ ὡς ἀνδροφόνον ὁδοιπόρου περισχόντων, “Ῥεστίωνα,” ἔφη, “ἔκτεινα, τὸν ἐμαυτοῦ δεσπότην, τάδε μοι τὰ στίγματα ἐγχαράξαντα.” οἱ μὲν δὴ τὴν κεφαλὴν αὐτὸν ἀφελόμενοι διὰ τὸ γέρας, ἠπείγοντο μάτην ἐς τὸ ἄστυ, ὁ δὲ τὸν δεσπότην ἀναστήσας διέπλευσεν ἐς Σικελίαν.
马尔库斯在整个公敌宣告期间,蒙仆人们出于善意与机运在宅邸内部将他周全隐匿,直至得到特赦之时,马尔库斯才走出宅邸,仿佛从流亡中归来一样。希尔提乌斯带着仆人们逃出城去,在意大利全境辗转游荡,释放囚犯,召集逃奴,掠夺城镇,起初是小镇,继而是较大的城镇,直至掌握了充足的兵力,征服了布鲁蒂翁族人;当有军队前来讨伐他时,他便率领所有部众渡海投奔庞培。 当雷斯提奥自以为独自一人逃亡时,一名奴仆却暗中尾随其后——此人曾由雷斯提奥亲自抚育,先前受惠良多,后来却因过失被烙上了印记。当雷斯提奥在沼泽中休息时,奴仆出现在他面前,一露面立刻吓坏了主人;但他对恐惧的主人说,相比于记住先前的恩惠,自己并不在意现今身上的烙印。他将主人安置在一处洞穴中休息,自己则尽力劳作并为他收集食物。后来附近的士兵对洞穴一带的雷斯提奥起了疑心,向他走去;奴仆察觉后紧随其后,抢先跑到前面杀死了一名在前方行走的老人,并割下了他的头颅。士兵们惊骇不已,把他当成杀害行路人的凶手团团围住,他便说道:“我杀死了我自己的主人雷斯提奥,正是他给我刻下了这些烙印。”士兵们为了赏金从他手中夺去头颅,徒劳地匆匆赶往城里,而他则扶起主人渡海前往西西里。
- 4641Ὄππιον δὲ ὁ υἱός, ὑπὸ γήρως ἀσθενεστάτου μένειν ἐθέλοντα, ἔφερεν ἐπὶ τοῦ σώματος
句首的 Ὄππιον 是主动词 ἔφερεν 的直接宾语,并由同格的分词短语 ὑπὸ γήρως ἀσθενεστάτου μένειν ἐθέλοντα 所修饰。主语 ὁ υἱός 紧接在宾语之后插入,构成语序倒置(hyperbaton),目的在于将奥皮乌斯前置作为叙述的话题中心。
- 4641δεδημευμένης δʼ αὐτῷ τῆς οὐσίας οὐκ ἔχοντι τῆς ἀρχῆς τὸ δαπάνημα
δεδημευμένης... τῆς οὐσίας 为独立属格结构。αὐτῷ 是表示领有或不利的与格,其后的与格分词 οὐκ ἔχοντι 与 αὐτῷ 一致(“由于财产被没收,他没有履行该公职的花费”)。此外,τῆς ἀρχῆς 是依存于 τὸ δαπάνημα 的宾格性属格。
- 4643οὐ τῶν παρόντων στιγμάτων αἰσθάνεσθαι μᾶλλον ἢ μνημονεύειν τῶν πρότερον εὐεργετημάτων
依存于主述动词 ἔφη 的间接引语不定式结构。否定词 οὐ 修饰不定式 αἰσθάνεσθαι,与 μᾶλλον ἤ(“与其……不如……”)搭配,意为“与其说在意当下的烙印,不如说铭记过去的恩惠”。动词 αἰσθάνεσθαι 与 μνημονεύειν 均支配属格补足语(分别为 στιγμάτων 和 εὐεργετημάτων)。
