← 阿庇安

内战记

§4638-4640

梅萨拉的去向与妻子们营救被宣告者

本节记述了被列入公敌名单的名士梅萨拉与比布卢斯的经历,以及阿基利乌斯、伦图鲁斯、阿普莱乌斯、安提乌斯、勒吉努斯和科波尼乌斯等人在各自妻子的机智、献身乃至牺牲下成功脱险的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4638

Μεσσάλας δὲ ἐπιφανὴς καὶ νέος ἐς Βροῦτον ἔφυγε, καὶ αὐτοῦ δείσαντες οἱ τρεῖς τὸ φρόνημα προύγραψαν οὕτως· “ἐπεὶ Μεσσάλαν ἀπέφηναν ἡμῖν οἱ προσήκοντες αὐτῷ μηδὲ ἐπιδημεῖν,1 ὅτε Γάιος Καῖσαρ ἀνῃρεῖτο, ἐξῃρήσθω τῶν προγραφέντων ὁ Μεσσάλας.” ὁ δὲ τὴν μὲν συγγνώμην οὐκ ἐδέξατο, Βρούτου δὲ καὶ Κασσίου περὶ Θρᾴκην πεσόντων καὶ τοῦ στρατοῦ πολλοῦ τε ἔτι ὄντος καὶ ναῦς καὶ χρήματα καὶ ἐλπίδας ἔχοντος οὐκ ἀσθενεῖς, ἄρχειν σφῶν τὸν Μεσσάλαν αἱρουμένων οὐκ ἀνασχόμενος,2 ἔπεισεν αὐτοὺς ἐνδόντας ἐπιβαρούσῃ τῇ τύχῃ μεταστρατεύσασθαι τοῖς ἀμφὶ τὸν Ἀντώνιον. οἰκειότερος δὲ ὢν Ἀντωνίῳ συνῆν, μέχρι κρατούσης Ἀντωνίου Κλεοπάτρας ἐπιμεμψάμενος ἐς Καίσαρα μετῆλθεν. ὁ δὲ αὐτὸν ὕπατόν τε ἀπέφηνεν ἀντὶ αὐτοῦ Ἀντωνίου, ἀποχειροτονηθέντος, ὅτε αὖθις ἐψηφίζετο εἶναι πολέμιος, καὶ περὶ Ἄκτιον ναυαρχήσαντα κατὰ τοῦ Ἀντωνίου στρατηγὸν ἔπεμψεν ἐπὶ Κελτοὺς ἀφισταμένους καὶ νικήσαντι ἔδωκε θριαμβεῦσαι. Βύβλος δὲ ἐσπείσατο ἅμα τῷ Μεσσάλᾳ καὶ ἐναυάρχησεν Ἀντωνίῳ διαλλαγάς τε πολλάκις Ἀντωνίῳ καὶ Καίσαρι ἐς ἀλλήλους ἐπόρθμευσε καὶ στρατηγὸς ἀπεδείχθη Συρίας ὑπὸ Ἀντωνίου καὶ στρατηγῶν ἔτι αὐτῆς ἀπέθανεν.

名门出身且年少的梅萨拉逃往布鲁图斯处,三头官畏惧他的气度,遂发布了如下告示:“鉴于梅萨拉的亲属已向我们表明,在盖乌斯·恺撒遇害之时他甚至并未在罗马城逗留,梅萨拉当从公敌名单中除名。”然而他并没有接受这番宽赦;及至布鲁图斯与卡西乌斯在色雷斯阵亡,而军队尚众,且拥有舰船、资金与不容小觑的希望,众人推选梅萨拉为他们的统领时,他未予应允,反而劝说他们顺应重压而至的命运,转投安东尼麾下。梅萨拉与安东尼的关系日益密切,随侍左右,直至克利奥帕特拉掌控了安东尼,他愤而指责安东尼,转投恺撒。恺撒在安东尼再次被表决宣布为国家公敌而被罢免职务时,任用梅萨拉代替安东尼担任执政官;梅萨拉在亚克兴战役中任舰队统帅对抗安东尼,随后被派往平定反叛的高卢人,获胜后获准举行凯旋式。 比布卢斯与梅萨拉一同媾和,为安东尼统率舰队,多次在安东尼与恺撒之间传递调解协议;他被安东尼任命为叙利亚总督,并在任上去世。

§4639

Ἀκίλιος δὲ ἔφευγε μὲν τῆς πόλεως λαθών, οἰκέτου δʼ αὐτὸν ἐμφήναντος ὁπλίταις, τοὺς ὁπλίτας ἔπεισεν ἐλπίδι χρημάτων πλεόνων πέμψαι τινὰς ἀπὸ σφῶν πρὸς τὴν γυναῖκα μετὰ συμβόλων ὧν αὐτὸς ἐδίδου. ἡ δὲ τοῖς ἐλθοῦσιν τὸν κόσμον αὑτῆς ἅπαντα προθεῖσα ἔφη διδόναι μὲν ὡς ἀντιδώσουσιν, ἃ ὑπέσχοντο,3 οὐκ εἰδέναι δέ, εἰ ἀντιδώσουσιν. οὐ μὴν ἐψεύσθη τῆς φιλανδρίας· οἱ γὰρ ὁπλῖται καὶ ναῦν ἐμίσθωσαν τῷ Ἀκιλίῳ καὶ προύπεμψαν ἐς Σικελίαν. Λέντλος δέ, ἀξιούσης αὐτῷ συμφεύγειν τῆς γυναικὸς καὶ ἐς τοῦτο αὐτὸν ἐπιτηρούσης, οὐκ ἐθέλων αὐτὴν συγκινδυνεύειν ἑαυτῷ, λαθὼν ἔφυγεν ἐς Σικελίαν, στρατηγὸς δὲ ἀποδειχθεὶς ὑπὸ Πομπηίου ἐσήμηνεν, ὅτι σῴζοιτο καὶ στρατηγοίη. ἡ δʼ, ὅποι γῆς ἐστιν ὁ ἀνήρ, ἐπιγνοῦσα τὴν μητέρα φυλάσσουσαν ἐξέφυγε καὶ ἥδε σὺν θεράπουσι δύο· μεθʼ ὧν ὥδευεν ἐπιμόχθως καὶ εὐτελῶς οἷα θεράπαινα, μέχρι διέπλευσεν ἐς Μεσσήνην ἀπὸ Ῥηγίου περὶ ἑσπέραν. καὶ οὐ δυσχερῶς τὴν στρατηγίδα σκηνὴν μαθοῦσα, εὗρε τὸν Λέντλον οὐχ οἷα στρατηγόν, ἀλλʼ ἐν χαμευνίῳ καὶ κόμῃ καὶ διαίτῃ πονηρᾷ πόθῳ τῆς γυναικός.

阿基利乌斯企图秘密逃离罗马城,但一名奴仆向重装步兵告发了他。他以获得更多金钱的希望说服重装步兵,让他们拿着他亲手给的信物,派遣数人前去寻他的妻子。妻子将自己所有的首饰摆在来者面前,说她是本着他们会依约回报的期望而交付这些东西的,尽管她并不知道他们是否真的会回报。然而她对丈夫的一片深情并未落空,因为士兵们为阿基利乌斯租了一条船,并将他安全送往西西里。伦图鲁斯因妻子坚决要求与他一同逃亡并为此密切监视着他,不愿妻子与自己共担风险,便瞒着她秘密逃往西西里;在被庞培任命为将领后,他捎信报平安并告知自己已掌兵权。妻子得知丈夫身在何方后,摆脱了看守她的母亲,带着两名仆人一同逃出;她与仆人们如侍女般贫困艰辛地赶路,终于在傍晚从雷吉翁渡海抵达墨西拿。她毫不费力地找到了将领的大帐,却发现伦图鲁斯完全没有将领的模样,反而因思念妻子而蓬头垢面、衣食粗劣地躺在草席上。

§4640

Ἀπουληίῳ δὲ ἠπείλησεν ἡ γυνὴ καταμηνύσειν αὐτόν, εἰ μόνος φεύγοι· καὶ ὁ μὲν ἄκων αὐτὴν ἐπήγετο, συνήνεγκε δὲ ἐς τὴν φυγὴν αὐτῷ τὸ ἀνύποπτον, ἅμα γυναικὶ καὶ θεράπουσι καὶ θεραπαίναις ὁδεύοντι φανερῶς. Ἄντιον δὲ ἡ γυνὴ στρωματοδέσμῳ κατείλησε καὶ ἐπέθηκε τοῖς μισθοῦ φέρουσι καὶ διήνεγκεν ἀπὸ τῆς οἰκίας ἐπὶ θάλασσαν, ὅθεν ἔφυγεν ἐς Σικελίαν. Ῥηγῖνον δὲ ἡ γυνὴ νυκτὸς ἐς ὑπόνομον λυμάτων καθῆκεν, ἐς ὃν ἡμέρας οὐχ ὑποστάντων ἐμβῆναι τῶν ὁπλιτῶν διὰ δυσοδμίαν, νυκτὸς ἄλλης εἰς ἀνθρακέα ἐσκεύασε καὶ ὄνον ἄνθρακας φέροντα ἐλαύνειν ἔδωκεν· αὐτὴ δὲ ἐκ βραχέος διαστήματος ἡγεῖτο φορείῳ φερομένη. τῶν δὲ ἀμφὶ τὰς πύλας ὁπλιτῶν τινος τὸ φορεῖον ὑπονοήσαντός τε καὶ ἐρευνωμένου, δείσας ὁ Ῥηγῖνος ἐπέδραμε καὶ ὡς ὁδῷ χρώμενος ἠξίου τὸν ὁπλίτην φείδεσθαι γυναικῶν. ὁ δὲ αὐτὸν ὡς ἀνθρακέα μετʼ ὀργῆς ἀμειβόμενος ἐγνώρισεν (ἐστράτευτο γὰρ ὑπʼ αὐτῷ ποτε ἐν Συρίᾳ) καὶ “ἄπιθι χαίρων,” εἶπεν, “αὐτοκράτορ· τοῦτο γάρ μοι προσήκει καὶ νῦν καλεῖν σε.” Κοπώνιον δὲ τὸ γύναιον ᾔτησε παρὰ Ἀντωνίου, σώφρων μὲν οὖσα τέως, ἀτυχήματι δὲ τὸ ἀτύχημα ἰωμένη.4

阿普莱乌斯的妻子威胁说,如果他独自逃亡就去告发他;他只得勉强带她同行,但与妻子、男女仆从公开同行所带来的毫无可疑之处,反倒有利于他的逃脱。安提乌斯的妻子将他裹在铺盖卷中,交给雇来的脚夫,从家中运往海边,他从那里逃往西西里。勒吉努斯的妻子在夜间将他放入排污的水渠中;白昼里士兵们因恶臭而不敢进入,到了另一个夜晚,妻子将他伪装成炭翁,让他赶着一头驮炭的毛驴;她自己则乘轿在稍前方引路。城门附近的一名士兵对轿子起疑并上前搜查,勒吉努斯见状大惊,急忙跑上前去,假装路人请求士兵放过妇人。那士兵带着对炭翁的怒气回答时认出了他——因为曾几何时在叙利亚由他统领服役——便说道:“平安地去吧,大帅;因为哪怕在今天,我如此称呼您也依然是当之无愧的。”至于科波尼乌斯,其妻向安东尼求情保释了丈夫;她此前一直贞洁,却以一种不幸来医治了另一种不幸。

语法注4 条
  1. 4638ἐπεὶ Μεσσάλαν ἀπέφηναν ἡμῖν οἱ προσήκοντες αὐτῷ μηδὲ ἐπιδημεῖν

    动词 ἀπέφηναν 后接宾格加不定式结构(Μεσσάλαν ... μηδὲ ἐπιδημεῖν)。此处使用否定词 μή(即 μηδέ)而非 οὐ,体现了官方告示中具有保证或宣誓性质的陈述语态。

  2. 4638ἄρχειν σφῶν τὸν Μεσσάλαν αἱρουμένων οὐκ ἀνασχόμενος

    属格绝对分词 αἱρουμένων 在语义上承接前文的 τοῦ στρατοῦ ... ἔχοντος,表示“当军队推选梅萨拉为统领时”。主格分词 οὐκ ἀνασχόμενος 与主语梅萨拉一致,意为“未予忍受/未予接受”,引向后面的主动词 ἔπεισεν。

  3. 4639ὡς ἀντιδώσουσιν, ἃ ὑπέσχοντο

    从句 ὡς ἀντιδώσουσιν(ὡς 搭配将来时直陈语气)表示主观上的预期或前提:“指望他们会依约回报”。这与紧随其后的 οὐκ εἰδέναι δέ, εἰ ἀντιδώσουσιν(“尽管并不知道他们是否真的会回报”)形成鲜明对比。

  4. 4640ἀτυχήματι δὲ τὸ ἀτύχημα ἰωμένη

    修辞手法上将方式与格 ἀτυχήματι 与宾格宾语 τὸ ἀτύχημα 并列。意指她以自身失贞的不幸/屈辱(与格)作为代价,医治并解救了丈夫遭公敌宣告濒临死亡的厄运(宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4638-4640