← 阿庇安

内战记

§4636-4637

公敌宣告者的获救与庞培等人的援助

作者由被通缉者的悲惨厄运转向那些出人意料的获救事迹,赞颂了塞克斯图斯·庞培在西西里对难民的大力救援,并记述了雷必达之兄鲍鲁斯的安然出走以及安东尼之母挺身救出其胞弟卢基乌斯的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4636

καὶ τὰ μὲν ἐς τέλος τῶν συμφορῶν τοῖς προγεγραμμένοις ἀπαντῶντα τοιάδε μάλιστα ἦν· ὅσα δὲ ἐκ παραλόγου τισὶν ἐγίγνετο ἔς τε τὴν σωτηρίαν αὐτίκα καὶ ἐς ἀξίωσιν ὕστερον, ἐμοί τε ἥδιον εἰπεῖν καὶ τοῖς ἀκούουσιν ὠφελιμώτερον ἐς μηδὲν ἀποκάμνοντας ἐλπίζειν περιέσεσθαι.1 αἱ μὲν οὖν φυγαὶ τοῖς δυναμένοις ἦσαν ἐς Κάσσιον ἢ Βροῦτον ἢ ἐς Λιβύην ἐπὶ Κορνιφίκιον, καὶ τόνδε τῆς δημοκρατίας μεταποιούμενον· ὁ δὲ πολὺς ἐς Σικελίαν ᾔει, γειτονεύουσαν τῆς Ἰταλίας, καὶ Πομπηίου σφᾶς προθύμως ὑποδεχομένου. λαμπροτάτην γὰρ δὴ σπουδὴν ἐς τοὺς ἀτυχοῦντας ὁ Πομπήιος ἐν καιρῷ τότε ἔδειξε, κήρυκάς τε περιπέμπων, οἳ πάντας ἐς αὐτὸν ἐκάλουν, καὶ τοῖς περισῴζουσιν αὐτοὺς ἐλευθέροις τε καὶ θεράπουσι προλέγων διπλάσια τῶν διδομένων τοῖς αἱροῦσι· λέμβοι τε αὐτοῦ καὶ στρογγύλα ὑπήντα τοῖς πλέουσι, καὶ τριήρεις τοὺς αἰγιαλοὺς ἐπέπλεον, σημεῖά τε ἀνίσχουσαι τοῖς ἀλωμένοις, καὶ τὸν ἐντυγχάνοντα περισῴζουσαι. αὐτός τε τοῖς ἀφικνουμένοις ἀπήντα καὶ ἐσθῆτος αὐτίκα καὶ κατασκευῆς ἐμερίζετο· τοῖς δὲ ἀξίοις καὶ ἐς στρατηγίας ἢ ναυαρχίας ἐχρῆτο. σπονδῶν τέ οἱ πρὸς τοὺς τρεῖς γιγνομένων ὕστερον, οὐ συνέθετο, πρὶν καὶ τούσδε τοὺς εἰς αὐτὸν διαφυγόντας ἐς ταύτας περιλαβεῖν. ὁ μὲν δὴ χρησιμώτατος οὕτως ἀτυχούσῃ τῇ πατρίδι ἐγίγνετο, καὶ δόξαν ἐκ τοῦδε ἀγαθήν, ἴδιον ἐπὶ τῇ πατρῴᾳ καὶ οὐχ ἥσσονα τήνδε ἐκείνης,2 προσελάμβανεν· ἕτεροι δὲ ἑτέρως φυγόντες ἢ κρυπτόμενοι μέχρι τῶν σπονδῶν, οἱ μὲν ἐν χωρίοις ἢ τάφοις, οἱ δὲ ἐν αὐτῷ ἄστει, σὺν ἐπινοίαις οἰκτραῖς διεγένοντο. φιλανδρίαι τε παράδοξοι γυναικῶν ὤφθησαν καὶ παίδων ἐς πατέρας εὔνοιαι καὶ θεραπόντων ὑπὲρ φύσιν ἐς δεσπότας. καὶ τῶνδε ὅσα παραδοξότατα, ἀναγράψω.

被通缉者在灾难终结之际所遭遇的大致即是此类厄运;然而,发生在某些人身上那些出人意料的经历——既让他们即刻获救,又使他们日后重获荣显——不仅于我叙述起来更为惬意,而且对于听者亦更有裨益,使他们面对任何危局都不至灰心绝望,而抱有生还之希冀。对于有能力逃离者而言,避难之所乃是投奔卡西乌斯或布鲁图斯,或是前往阿非利加投奔同样以捍卫共和国自任的科尔尼菲基乌斯;然而大多数人则前往毗邻意大利的西西里,因为庞培正殷切接纳他们。在彼时危急关头,庞培对落难之人展现了极其崇高的热忱,他四处派遣传令官召引所有人前来投奔,并向救护流亡者的自由人及仆役宣告,给予他们相当于缉捕者所获赏金的两倍。他的快艇与商船出海迎候渡海之人,三列桨战船则巡弋海岸,为流散流亡者张挂信号,凡遇一人便施以援手。他本人亦亲自迎候抵达者,当即分发衣物与用具;凡胜任其职者,他甚至委以将军或舰队指挥官之职。日后他与三头执政官订立和约之际,在将这些逃至其处的流亡者纳入和约条款之前,他亦绝不同意签约。他就这样对蒙难的祖国发挥了极其巨大的拯救作用,并由此在继承父辈威名之外,为自己赢得了毫不逊于父名的新声誉。另有一些人则以其他方式逃亡,或藏匿直至和约签订,有的躲在田野或墓冢,有的则留在城中,凭借凄恻万分的机巧勉强存活。在此期间,世人见证了妇人对丈夫的惊人温情、子女对父亲的至孝,以及仆役对主人超越常情之忠诚。于此种种之中,我将记载最为奇绝之事。

§4637

Παῦλος, ὁ ἀδελφὸς Λεπίδου, τῶν λοχαγῶν αὐτὸν ὡς ἀδελφὸν αὐτοκράτορος αἰδουμένων, ἐπὶ ἀδείας ἐξέπλευσεν ἐς Βροῦτον καὶ ἐς Μίλητον μετὰ Βροῦτον· ὅθεν οὐδὲ εἰρήνης ὕστερον γενομένης καλούμενος ἐπανελθεῖν ἠξίωσε. Λεύκιον δέ, τὸν Ἀντωνίου θεῖον, ἡ Ἀντωνίου μήτηρ ἀδελφὸν ὄντα εἶχεν οὐδʼ ἐπικρύπτουσα, αἰδουμένων ἐς πολὺ καὶ τήνδε τῶν λοχαγῶν ὡς μητέρα αὐτοκράτορος. βιαζομένων δʼ ὕστερον ἐξέθορεν ἐς τὴν ἀγορὰν καὶ προκαθημένῳ τῷ Ἀντωνίῳ μετὰ τῶν συνάρχων ἔφη· “ἐμαυτήν, ὦ αὐτοκράτορ, μηνύω σοι Λεύκιον ὑποδεδέχθαι τε καὶ ἔχειν ἔτι καὶ ἕξειν, ἕως ἂν ἡμᾶς ὁμοῦ κατακάνῃς· τὰ γὰρ ὅμοια καὶ τοῖς ὑποδεδεγμένοις ἐπικεκήρυκται.” ὁ δὲ αὐτὴν ἐπιμεμψάμενος ὡς ἀδελφὴν μὲν ἀγαθήν, μητέρα δὲ οὐκ εὐγνώμονα (οὐ γὰρ νῦν χρῆναι περισῴζειν Λεύκιον, ἀλλὰ κωλύειν.3 ὅτε σου τὸν υἱὸν εἶναι πολέμιον ἐψηφίζετο), παρεσκεύασεν ὅμως Πλάγκον ὑπατεύοντα κάθοδον τῷ Λευκίῳ ψηφίσασθαι.

雷必达之兄鲍鲁斯,因百人队长们敬畏其为统帅之兄,得以安然乘船投奔布鲁图斯,并在布鲁图斯死后前往米利都;日后即便和平降临,受召归国,他亦不屑回返。而安东尼的舅父卢基乌斯,安东尼之母因其为胞弟而将其留于身旁,甚至未加隐匿,百人队长们因其为统帅之母,长久以来亦敬畏不敢轻犯。然而及至他们后来欲施强暴之时,她便奔入广场,向与同僚并坐的安东尼说道:“统帅啊,我向你自首:我接纳了卢基乌斯,至今仍留着他,并将一直留他,直到你将我二人一同诛杀;因为对于庇护者,文告亦颁布了相同的惩处!”安东尼虽责备她是个好姐姐却并非感恩之母(斥责她如今不该搭救卢基乌斯,而本应在他投票判定其子为公敌时加以阻止),然而他终究还是授意时任执政官普兰库斯,投票通过了准许卢基乌斯回国的决议。

语法注3 条
  1. 4636ἐς μηδὲν ἀποκάμνοντας ἐλπίζειν περιέσεσθαι

    介词短语 ἐς μηδὲν 作为副词性短语修饰分词 ἀποκάμνοντας(宾格复数,指向不定式 ἐλπίζειν 的逻辑主语,即前文的 τοῖς ἀκούουσιν),意为“绝不在任何事上灰心气馁”。不定式 ἐλπίζειν 随后支配将来时不定式 περιέσεσθαι(存活、生还)。

  2. 4636ἴδιον ἐπὶ τῇ πατρῴᾳ καὶ οὐχ ἥσσονα τήνδε ἐκείνης

    对 δόξαν ἀγαθήν 的同位语/补足语修饰。ἴδιον(其自身的)与 τῇ πατρῴᾳ(父辈传下的声誉)相对比,并通过指示代词 τήνδε(指代自己获得的声誉)与比较属格 ἐκείνης(指代父亲的声誉)表达“且此声誉毫不逊色于彼”。

  3. 4637οὐ γὰρ νῦν χρῆναι περισῴζειν Λεύκιον, ἀλλὰ κωλύειν

    由分词 ἐπιμεμψάμενος(责备)引出的间接引语。非人称动词 χρή 的不定式形式 χρῆναι 支配两个并列的不定式 περισῴζειν 与 κωλύειν,在时间上将现在的行为(νῦν)与过去的责任(ὅτε... ἐψηφίζετο)进行对比,构成责难的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4636-4637