← 阿庇安

内战记

§4533-4535

霍尔滕西娅申诉与对妇女征税的削减

霍尔滕西娅继续陈词,痛陈在内战中向妇女征税的荒谬,激怒了三头执政官;迫于民众抗议,他们将受征妇女减至四百人,转而向全体富裕男子强制借贷征税,但军队的肆虐掠夺却愈演愈烈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4533

τί δὲ ἐσφέρωμεν1 αἱ μήτε ἀρχῆς μήτε τιμῆς μήτε στρατηγίας μήτε τῆς πολιτείας ὅλως, τῆς ὑμῖν ἐς τοσοῦτον ἤδη κακοῦ περιμαχήτου, μετέχουσαι; ὅτι φατὲ πόλεμον εἶναι;2 καὶ πότε οὐ γεγόνασι πόλεμοι; καὶ πότε γυναῖκες συνεισήνεγκαν; ἃς ἡ μὲν φύσις ἀπολύει παρὰ ἅπασιν ἀνθρώποις, αἱ δὲ μητέρες ἡμῶν ὑπὲρ τὴν φύσιν ἐσήνεγκάν ποτε ἅπαξ, ὅτε ἐκινδυνεύετε περὶ τῇ ἀρχῇ πάσῃ καὶ περὶ αὐτῇ τῇ πόλει, Καρχηδονίων ἐνοχλούντων. καὶ τότε δὲ ἐσήνεγκαν ἑκοῦσαι, καὶ οὐκ ἀπὸ γῆς ἢ χωρίων ἢ προικὸς ἢ οἰκιῶν, ὧν χωρὶς ἀβίωτόν ἐστιν ἐλευθέραις, ἀλλὰ ἀπὸ μόνων τῶν οἴκοι κόσμων, οὐδὲ τούτων τιμωμένων οὐδὲ ὑπὸ μηνυταῖς ἢ κατηγόροις οὐδὲ πρὸς ἀνάγκην ἢ βίαν, ἀλλʼ ὅσον ἐβούλοντο αὐταί. τίς οὖν καὶ νῦν ἐστιν ὑμῖν περὶ τῆς ἀρχῆς ἢ περὶ τῆς πατρίδος φόβος; ἴτω τοίνυν ἢ Κελτῶν πόλεμος ἢ Παρθυαίων, καὶ οὐ χείρους ἐς σωτηρίαν ἐσόμεθα τῶν μητέρων. ἐς δὲ ἐμφυλίους πολέμους μήτε ἐσενέγκαιμέν ποτε μήτε συμπράξαιμεν ὑμῖν κατʼ ἀλλήλων.3 οὐδὲ γὰρ ἐπὶ Καίσαρος ἢ Πομπηίου συνεφέρομεν, οὐδὲ Μάριος ἡμᾶς οὐδὲ Κίννας ἠνάγκασεν οὐδὲ Σύλλας, ὁ τυραννήσας τῆς πατρίδος· ὑμεῖς δέ φατε καὶ καθίστασθαι τὴν πολιτείαν.”

“既然我们不曾分享官职、尊荣、将统,亦不曾染指整个国家政权——而这正是你们争夺得已至如此惨祸的地步——那我们为何还要缴纳捐税?就因为你们声称如今正值战时?然而何时不曾有过战争?妇女又何时曾分担过税赋?自然之法使世上所有人类社会的妇女皆免除此责;唯有我们的先母曾一度超乎自然之限作出捐献,那是在迦太基人步步进逼、危及你们全部霸权乃至罗马城自身的存亡之时。即便在那时,她们亦出于自愿,并未动用土地、田产、妆奁或房屋——失却这些,自由妇女便无法立足——而仅仅取自各自私有的首饰;这些财物既未被估定价值,亦未受告密者或控告者监视,更非出于强迫或暴力,而是全凭她们自身的意愿。那么如今,关于霸权或祖国,你们又有何危难可惧?若真有对凯尔特人或帕提亚人的战争爆发,来吧,我们为了拯救祖国绝不会逊于先母。但对于内战,我们既不愿捐出分文,亦绝不愿助你们同室操戈!因为在凯撒或庞培时代我们未曾纳捐,马略、秦纳,乃至对祖国施加暴政的苏拉都未曾强迫我们;然而你们却宣称是在重整共和体制。”

§4534

τοιαῦτα τῆς Ὁρτησίας λεγούσης, οἱ τρεῖς ἠγανάκτουν, εἰ γυναῖκες ἀνδρῶν ἡσυχαζόντων θρασυνοῦνταί τε καὶ ἐκκλησιάσουσι,4 καὶ τὰ δρώμενα τοῖς ἄρχουσιν ἐξετάσουσι, καὶ τῶν ἀνδρῶν στρατευομένων αὐταὶ οὐδὲ χρήματα ἐσοίσουσιν· ἐκέλευόν τε τοῖς ὑπηρέταις ἐξωθεῖν αὐτὰς ἀπὸ τοῦ βήματος, μέχρι βοῆς ἔξωθεν ἐκ τοῦ πλήθους γενομένης οἵ τε ὑπηρέται τὸ ἔργον ἐπέσχον καὶ οἱ ἄρχοντες ἔφασαν ἐς τὴν ὑστεραίαν ἀνατίθεσθαι. τῇ δʼ ὑστεραίᾳ τετρακοσίας μὲν ἀντὶ χιλίων καὶ τετρακοσίων προύγραφον ἀποτιμᾶσθαι τὰ ὄντα, τῶν δὲ ἀνδρῶν πάντα τὸν ἔχοντα πλείους δέκα μυριάδων, ἀστὸν ὁμοῦ καὶ ξένον καὶ ἀπελεύθερον καὶ ἱερέα καὶ πανταεθνῆ, μηδενὸς ἀφιεμένου, καὶ τούσδε μεθʼ ὁμοίου φόβου τῶν ἐπιτιμίων καὶ ὑπὸ μηνύμασιν ὁμοίοις, ἵνα πεντηκοστὴν μὲν τῶν ὄντων αὐτίκα δανείσαιεν αὑτοῖς,5 ἐνιαυτοῦ δὲ φόρον ἐς τὸν πόλεμον ἐσενέγκαιεν.

霍尔滕西娅陈词至此,三头执政官大感震怒,气愤于男人们尚且安分,妇人们竟敢如此放肆且如同召开公会般公然陈词,评断长官的作为,且在男人们服役征战之时,她们竟连钱财都不愿缴纳。他们遂命令侍从将她们推下讲坛;直到外围群众中爆发出一片呼喊声,侍从们才停下手来,长官们也声称将此事推迟至次日。次日,他们公布文告,将申报财产的妇女人数从一千四百名缩减至四百名;而男子方面,凡财产超过十万银币者,无论市民、外邦人、解放奴隶、祭司乃至任何民族之人,无一豁免,并在同样的刑罚恐吓及告密威胁之下,被强令即刻按其财产的五十分之一借贷给统治者,并缴纳一年的收入用于军费。

§4535

ἐκ μὲν δὴ τῶν προσταγμάτων τοιαῦτα Ῥωμαίους ἐπεῖχεν, ὁ δὲ στρατὸς σὺν καταφρονήσει χείρονα ἐποίουν. ὡς γὰρ τῶν ἀρχόντων ἐπὶ τοιοῖσδε ἔργοις ἐν σφίσι μόνον τὸ ἀσφαλὲς ἐχόντων, οἱ μὲν αὐτοὺς ᾐτοῦντο τῶν δεδημευμένων οἰκίαν ἢ ἀγρὸν ἢ ἔπαυλιν ἢ ὅλον κλῆρον, οἱ δʼ αὖ παῖδας ἀνδράσι θετοὺς γενέσθαι·6 οἱ δὲ ἀφʼ ἑαυτῶν ἕτερα ἔδρων, κτιννύντες τε τοὺς οὐ προγεγραμμένους καὶ οἰκίας οὐδὲν ὑπαιτίων διαφοροῦντες. ὥστε καὶ τοὺς ἄρχοντας προγράψαι τῶν ὑπάτων τὸν ἕτερον ἐπιστροφήν τινα ποιήσασθαι τῶν ὑπὲρ τὸ πρόσταγμα γιγνομένων. ὁ δὲ τῶν μὲν ὁπλιτῶν ἔδεισεν ἅψασθαι, μὴ σφᾶς ἐφʼ ἑαυτὸν παροξύνῃ, τῶν δὲ θεραπόντων τινάς, οἳ σχήματι στρατιωτῶν συνεξημάρτανον ἐκείνοις, λαβὼν ἐκρέμασε.

法令之施加使罗马人承受了如此苦难,而军队则怀着傲慢横行,使局势更为恶劣。士兵们料定长官在干下此类勾当之际,其自身安全全仰仗于己,于是有人向他们索要被没收者的宅第、田地、庄园乃至整份家产;有人则要求强认为〔无嗣富有的〕男子的义子;更有甚者擅作非为,诛杀未被通缉之人,洗劫毫无过错之人的家宅。以至于长官们只得另行布告,责成其中一位执政官对法令之外的肆虐行为加以整饬。然而那位执政官不敢触犯重装兵,以免引火烧身,只是抓捕了几名伪装成士兵并与之同流合污的仆役,将他们处以十字架之刑。

语法注6 条
  1. 4533τί δὲ ἐσφέρωμεν

    与疑问词 τί 连用的审议从属虚拟语气(deliberative subjunctive),构成反问:“我们为何应当缴纳捐税?”

  2. 4533ὅτι φατὲ πόλεμον εἶναι;

    承接前句反问而先发制人道出对方借口的省略句(承前省略 [ἐσφέρωμεν]),意为“就因为你们声称如今正值战时(便要我们交税)吗?”

  3. 4533μήτε ἐσενέγκαιμέν ποτε μήτε συμπράξαιμεν ὑμῖν κατʼ ἀλλήλων

    带有否定词 μήτε 的表达愿望的祈愿语气(optative of wish),表达强烈的拒斥与祈求:“愿我们既不捐出分文,亦绝不助你们同室操戈。”

  4. 4534εἰ γυναῖκες ἀνδρῶν ἡσυχαζόντων θρασυνοῦνταί τε καὶ ἐκκλησιάσουσι

    接在表示情感的动词 ἠγανάκτουν 之后的 εἰ 引导的从句(配直说式将来时)。在古典希腊语中,表示愤怒、惊异的动词常接 εἰ 引导的名词性从句以代替 ὅτι 节,意为“因妇女竟然大胆放肆……而感到愤慨”。

  5. 4534πεντηκοστὴν μὲν τῶν ὄντων αὐτίκα δανείσαιεν αὑτοῖς

    在 ἵνα 引导的目的从句中,间接反身代词 αὑτοῖς(= ἑαυτοῖς)在语境中指代发布命令的三头执政官自身,意为“令他们(富人们)将财产的五十分之一即刻借贷给统治者们”。

  6. 4535οἱ δʼ αὖ παῖδας ἀνδράσι θετοὺς γενέσθαι

    承接前句的 ᾐτοῦντο(要求)的宾格加不定式结构。παῖδας θετούς 意为“养子”,全句指士兵们强求被立为富有男子的养子,以侵吞其家产。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4533-4535