- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4530-4532
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在巨富孤儿亦遭清洗之际,莱皮杜斯举行了凯旋式;因没收财产变卖不畅导致军费亏空,三头执政官遂向1400名富家女眷征税,霍尔滕西娅率众在广场发表演说予以抗议。
περὶ μὲν δὴ τοὺς ἄνδρας τοιάδε ἐγίγνετο, ἥψατο δὲ καὶ ὀρφανῶν διὰ πλοῦτον ἡ τότε τύχη. καὶ ὁ μὲν ἐς διδασκάλου φοιτῶν αὐτῷ παιδαγωγῷ1 συνανῃρέθη, τὸν παῖδα περισχομένῳ τε καὶ οὐ μεθιέντι· Ἀτίλιος δὲ ἄρτι τὴν τῶν τελείων περιθέμενος στολὴν ᾔει μέν, ὡς ἔθος ἐστί, σὺν πομπῇ φίλων ἐπὶ θυσίας ἐς τὰ ἱερά, ἄφνω δὲ ἐγγραφέντος αὐτοῦ τοῖς πίναξιν οἱ φίλοι καὶ οἱ θεράποντες διεδίδρασκον. ὁ δὲ μόνος καὶ ἔρημος ἐκ δαψιλοῦς παραπομπῆς ἐς τὴν μητέρα ἐχώρει· οὐ δεξαμένης δὲ αὐτὸν οὐδὲ ἐκείνης ὑπὸ δέους, οὐκ ἀξιώσας ἔτι ἐς πεῖραν ἐλθεῖν ἑτέρου μετὰ μητέρα, ἐς ὄρος ἔφυγεν· ὅθεν ὑπὸ λιμοῦ ἐς τὰ πεδινὰ κατελθὼν ἐλήφθη πρὸς ἀνδρὸς λῃστεύειν τοὺς παροδεύοντας καὶ ἐπὶ ἔργῳ καταδεῖν εἰθισμένου. οἷα δὲ παῖς ἐκ τρυφῆς τὸν πόνον οὐκ ἐνεγκὼν ἐς τὴν ἁμαξιτὸν αὐταῖς χοινικίσι2 διέδρα καὶ παροδεύουσι λοχαγοῖς ἑαυτὸν ἐμήνυσέ τε καὶ ἀνῃρέθη.
成年男子身上发生的大抵便是此类事情;然而当时的厄运因其巨富,亦殃及了孤儿。一名少年在去老师那里的路上,与紧抱住他不肯松手的侍从教师一同遇害。阿提利乌斯刚穿上成年人的托加袍,正按习俗由友人护送前往神庙献祭,其姓名却突然被列入名册,友人与仆从登时四散奔逃。他从浩荡的随从队伍转瞬间陷入孤苦无依,遂投奔母亲;但其母因恐惧亦不肯收留他,他自忖在母亲之后已无面目再去求助他人,便逃往山中。后因饥饿逃至平原,却被一名惯于打劫过路人并强行拘禁为奴役工的男子捕获。他因自幼养尊处优而无法承受劳役之苦,竟带着脚镣奔向大路,向途经的百夫长自报身份,随即被杀。
γιγνομένων δὲ τούτων Λέπιδος ἐπὶ Ἴβηρσιν ἐθριάμβευε, καὶ προυτέθη διάγραμμα οὕτως ἔχον· “ἀγαθῇ τύχῃ προειρήσθω πᾶσι καὶ πάσαις θύειν καὶ εὐωχεῖσθαι τὴν ἡμέραν τὴν παροῦσαν· ὃς δʼ ἂν μὴ φαίνηται ταῦτα ποιῶν, ἐν τοῖς προγεγραμμένοις ἔσται.” ὁ μὲν δὴ τὸν θρίαμβον ἐς τὰ ἱερὰ ἀνῆγε, παραπεμπόντων αὐτὸν ἁπάντων μετὰ σχήματος ἱλαροῦ καὶ γνώμης δυσμενοῦς· τῶν δὲ προγεγραμμένων τὰ μὲν ἐν ταῖς οἰκίαις διεφορεῖτο, καὶ οὐ πολὺς ἦν ὁ τὰ χωρία ὠνούμενος, οἱ μὲν ἐπιβαρεῖν τοῖς ἠτυχηκόσιν αἰδούμενοι καὶ οὐκ ἐν αἰσίῳ σφίσι τὰ ἐκείνων ἔσεσθαι νομίζοντες οὐδὲ ἀσφαλὲς ὅλως χρυσίον ἢ ἀργύριον ἔχοντας ὁρᾶσθαι οὐδὲ τὰς ἐπικτήσεις νῦν ἀκινδύνους, πολὺ δὲ μᾶλλον τὰ ὄντα ἐπικίνδυνα. μόνοι δὲ οἱ διὰ θρασύτητα προσιόντες, ἅτε μόνοι, βραχυτάτου πάμπαν ὠνοῦντο. ὅθεν τοῖς ἄρχουσιν, ἐλπίσασιν ἐς τὰς τοῦ πολέμου παρασκευὰς τάδε ἀρκέσειν, ἐνέδει μυριάδων ἔτι δισμυρίων.
正当这些变故发生之际,莱皮杜斯因战胜伊比利亚人而举行凯旋式,并公布了如下告示:“祝愿好运降临,通令男女全员在今日献祭并设宴欢庆;凡未见照办者,将列入公敌名册。”他确实率领凯旋队伍前往神庙,众人虽满面欢容,内心却深怀怨恨相随。至于被通缉者的财产,宅第内的财物遭到劫掠,而竞买田产者寥寥无几;因为有人不忍对落难之人落井下石,认为侵吞其产业难获善终,且此时显露金银全然难保安全,购进新产亦非毫无凶险,甚至保有旧产都更显危险。唯有因凶悍大胆而上前者,仗着无竞争对手,以极其微贱的价格竞得。因此,本指望靠这笔收入充实军备的执政者们,尚亏空两万万银币。
καὶ τοῦτο ἐς τὸν δῆμον εἰπόντες προύγραφον χιλίας καὶ τετρακοσίας γυναῖκας, αἳ μάλιστα πλούτῳ διέφερον· καὶ αὐτὰς ἔδει, τὰ ὄντα τιμωμένας, ἐσφέρειν ἐς τὰς τοῦ πολέμου χρείας, ὅσον ἑκάστην οἱ τρεῖς δοκιμάσειαν. ἐπέκειτό τε ταῖς ἀποκρυψαμέναις τι τῶν ὄντων, ἢ τιμησαμέναις κακῶς ἐπιτίμια καὶ τοῖς ταῦτα μηνύουσιν ἐλευθέροις τε καὶ δούλοις μήνυτρα. αἱ δὲ γυναῖκες ἔκριναν τῶν προσηκουσῶν τοῖς ἄρχουσι γυναικῶν δεηθῆναι. τῆς μὲν δὴ Καίσαρος ἀδελφῆς οὐκ ἀπετύγχανον, οὐδὲ τῆς μητρὸς Ἀντωνίου· Φουλβίας δέ, τῆς γυναικὸς Ἀντωνίου, τῶν θυρῶν ἀπωθούμεναι χαλεπῶς τὴν ὕβριν ἤνεγκαν, καὶ ἐς τὴν ἀγορὰν ἐπὶ τὸ βῆμα τῶν ἀρχόντων ὠσάμεναι, διισταμένων τοῦ τε δήμου καὶ τῶν δορυφόρων, ἔλεγον, Ὁρτησίας ἐς τοῦτο προκεχειρισμένης· “ὃ μὲν ἥρμοζε δεομέναις ὑμῶν γυναιξὶ τοιαῖσδε, ἐπὶ τὰς γυναῖκας ὑμῶν κατεφύγομεν· ὃ δὲ οὐχ ἥρμοζεν, ὑπὸ Φουλβίας παθοῦσαι, ἐς τὴν ἀγορὰν συνεώσμεθα ὑπʼ αὐτῆς.3 ὑμεῖς δʼ ἡμᾶς ἀφείλεσθε μὲν ἤδη γονέας τε καὶ παῖδας καὶ ἄνδρας καὶ ἀδελφοὺς ἐπικαλοῦντες, ὅτι πρὸς αὐτῶν ἠδίκησθε· εἰ δὲ καὶ τὰ χρήματα προσαφέλοισθε, περιστήσετε ἐς ἀπρέπειαν ἀναξίαν γένους καὶ τρόπων καὶ φύσεως γυναικείας. εἰ μὲν δή τι καὶ πρὸς ἡμῶν, οἷον ὑπὸ τῶν ἀνδρῶν, ἠδικῆσθαί φατε, προγράψατε καὶ ἡμᾶς ὡς ἐκείνους. εἰ δὲ οὐδένα ὑμῶν αἱ γυναῖκες οὔτε πολέμιον ἐψηφισάμεθα οὔτε καθείλομεν οἰκίαν ἢ στρατὸν διεφθείραμεν ἢ ἐπηγάγομεν ἕτερον ἢ ἀρχῆς ἢ τιμῆς τυχεῖν ἐκωλύσαμεν, τί κοινωνοῦμεν τῶν κολάσεων αἱ τῶν ἀδικημάτων οὐ μετασχοῦσαι;
他们向民众宣读此事后,又公布了一份包括一千四百名巨富女性的名册;她们必须如实申报家产,并按三头执政官为每人核定的数额捐缴军需。若有隐匿财产或虚报价值者将受严惩,对揭发此事的自由民与奴隶则设有赏金。这些妇女决意求见执政者的女眷进行请托。她们在凯撒的姐妹以及安东尼的母亲处均未遭拒绝;但被安东尼之妻富尔维娅拒之门外后,她们深感难忍此辱,遂在民众与卫兵分开让道之际,挤向广场上长官的演坛;推举霍尔滕西娅代表众人陈词: “作为向你们请托的这等妇道人家,我们求助于你们的女眷,本是合宜之举;然而在富尔维娅处遭受了不当的屈辱,我们被她逼上了广场。你们已经夺走了我们的父兄、子嗣与丈夫,指控他们加害于你们;若再掠夺我们的家产,必将使我们陷入与出身、品德及女性天性极不相称的屈辱境地。若你们声称也曾遭受我们的侵害,如同遭受男人们的侵害一样,那就将我们也如他们一般列入通缉名册。但如果我们妇女未曾将你们中的任何人宣布为公敌,未曾毁坏房屋,未曾瓦解军队,未曾引来外敌,亦未曾阻挠你们获得官职与尊荣,那么未曾参与这些罪过的我们,为何要共同承担刑罚呢?”
- 4530αὐτῷ παιδαγωγῷ
αὐτός 与与格名词连用,表示“连同……一起”的随伴与格结构。简洁地表明连同抱住少年的侍从教师也一同惨遭杀害。
- 4530αὐταῖς χοινικίσι
名词 χοινικίς(脚镣)与 αὐτός 的与格一致,同前文的 αὐτῷ παιδαγωγῷ 一样作随伴与格,表示“戴着脚镣(连同脚镣一起)”。生动突显出其在来不及卸除刑具的情况下仓皇出逃的窘迫绝境。
- 4532ὃ μὲν ἥρμοζε δεομέναις ὑμῶν γυναιξὶ τοιαῖσδε, ἐπὶ τὰς γυναῖκας ὑμῶν κατεφύγομεν· ὃ δὲ οὐχ ἥρμοζεν, ὑπὸ Φουλβίας παθοῦσαι, ἐς τὴν ἀγορὰν συνεώσμεθα ὑπʼ αὐτῆς.
句首的关系代词从句 ὃ μὲν ἥρμοζε... 与 ὃ δὲ οὐχ ἥρμοζεν 不带先行词,充当状语性质的限定结构(意为“作为合宜之举……/作为遭受的不当待遇……”)。通过 μέν...δέ 的对比,妇女们循规蹈矩的请托行为与富尔维娅蛮横无理的羞辱形成了极其鲜明的对照。
