← 阿庇安

内战记

§4427-4429

被公敌宣告者的不同死因与逃亡遭遇

记述了后三头同盟通缉令下受害者的种种殊途结局:投海自尽、在公敌名册前被处决、伪装为抬尸人逃亡失败、忠奴企图舍身替主受死,以及横暴告密的奴隶最终被重新贬为奴隶的惩罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4427

Λεύκιος δὲ ὁ Ἀσινίου τοῦ ὑπατεύοντος τότε πενθερός, φεύγων διὰ θαλάσσης, οὐ φέρων τοῦ χειμῶνος τὴν ἀηδίαν ἔρριψεν ἑαυτὸν εἰς τὸ πέλαγος. Καισέννιον δὲ οἱ διώκοντες, ὑποφεύγοντά τε καὶ βοῶντα οὐ προγεγράφθαι, ἀλλὰ διὰ τὰ χρήματα ἐπιβουλεύεσθαι πρὸς αὐτῶν, ἐπὶ τὸν πίνακα ἀγαγόντες ἀναγινώσκειν ἑαυτοῦ τὸ ὄνομα ἐκέλευον καὶ ἀναγινώσκοντα ἔκτειναν. Αἰμίλιος δὲ ἀγνοῶν, ὅτι προγέγραπται, διωκόμενον ἄλλον ἰδὼν ἤρετο τὸν λοχαγὸν τὸν διώκοντα, τίς ὁ προγεγραμμένος εἴη· καὶ ὁ λοχαγὸς τὸν Αἰμίλιον γνωρίσας “σὺ κἀκεῖνος” εἶπε καὶ τοὺς δύο ἀπέκτεινε. Κίλλων δὲ ἐκ τοῦ βουλευτηρίου προϊὼν καὶ Δέκιος, ἐπεὶ τοῖς πίναξιν ἐπύθοντο σφῶν τὰ ὀνόματα προσγεγράφθαι, οὔπω τινὸς ἐπιόντος αὐτοῖς, ἔφευγον ἀκόσμως διὰ πυλῶν, καὶ αὐτοὺς τοῖς ἀπαντῶσι τῶν λοχαγῶν αὐτὸς ὁ δρόμος ἐμήνυσεν. Ἰκέλιος δέ, ὃς ἐπὶ Βρούτῳ τε καὶ Κασσίῳ δικάζων, Καίσαρος τοῖς δικαστηρίοις μετὰ στρατιᾶς ἐφεστῶτος καὶ τῶν ἄλλων δικαστῶν κρύφα τὴν καταδικάζουσαν φερόντων, μόνος τὴν ἀπολύουσαν ἤνεγκε φανερῶς, ἐκλαθόμενος τῆς μεγαλόφρονος ἐλευθεριότητος, νεκρὸν σῶμα ἐκκομιζόμενον ὑποστὰς τοῖς φέρουσι συνεβάσταζε τὸ λέχος. ἰδόντων δὲ τῶν φρουρούντων τὰς πύλας, ὅτι πλεονάζουσιν οἱ νεκροφόροι παρὰ τὸ σύνηθες ἑνὶ ἀνδρί,1 καὶ τοὺς μὲν φέροντας οὐχ ὑπονοούντων, τὸ δὲ λέχος ἐρευνωμένων, μὴ νεκρόν τις ὑποκρίνοιτο, οἱ νεκροφόροι τὸν Ἰκέλιον ἤλεγχον οὐχ ὁμότεχνον σφίσιν ὄντα, ἐπιγνωσθέντα τε οἱ σφαγεῖς ἀπέκτειναν.

当时担任执政官的阿西尼乌斯的岳父卢基乌斯走海路逃亡,因忍受不了风暴的折磨而纵身跃入大海。凯森尼乌斯一边奔逃,一边高喊自己并未被通缉,对方只是为了图财而谋害他;追捕者将他带到名册前命令他诵读自己的名字,并在他诵读之际将其斩杀。埃米利乌斯不知道自己已被通缉,看到另一人正被追捕,便向追捕的百夫长询问被通缉者是谁;百夫长认出了埃米利乌斯,说道:“你和那个家伙”,随即将二人一并斩杀。基罗与德基乌斯步出元老院议事堂,获悉自己的名字已被补录到名册上时,虽然尚无人前来捉拿,便惊慌失措地奔出城门逃命,而这仓皇的奔跑本身就在迎面而来的百夫长们面前暴露了他们。 在布鲁图斯与卡西乌斯的审判中,当凯撒率军坐镇法庭、其余审判官皆暗中投下定罪票时,唯有伊凯利乌斯一人公然投下赦免票;如今他抛却了昔日高傲的自由气节,从下方托住正被抬出的死尸,与抬尸人一同抬着尸床。守卫城门的卫兵察觉抬尸人比通常的人数多了一人,但他们并未怀疑抬尸者,而是搜查尸床唯恐有人假扮死尸;于是抬尸人们揭发伊凯利乌斯并非同行,他被认出后随即被刽子手斩杀。

§4428

Οὐᾶρος δʼ ἀπελευθέρου προδιδόντος αὐτὸν ἀπέδρα, καὶ ὄρος ἐξ ὄρους ἀμείβων ἐς τὸ Μιντουρναίων ἕλος ἐνέπεσεν, ἔνθα ἑαυτὸν διαναπαύων ἡσύχαζε. τῶν δὲ Μιντουρναίων ἐπὶ ζητήσει λῃστηρίου τὸ ἕλος περιθεόντων, ἥ τε κόμη τοῦ δόνακος σαλευθεῖσα ἐνέφηνε τὸν Οὐᾶρον, καὶ ληφθεὶς ἔλεγεν εἶναι λῃστὴς καὶ ἐπὶ τῷδε θανάτῳ καταδικαζόμενος ἠνείχετο. ὡς δὲ αὐτὸν ἔμελλον καὶ βασανιεῖν ἐς τοὺς συνεγνωκότας, οὐκ ἐνεγκὼν ἤδη τοῦτο ὡς ἀπρεπέστερον, “ἀπαγορεύω,” φησίν, “ὑμῖν, ὦ Μιντουρναῖοι, ὕπατόν με γεγενημένον, καί, ὃ τοῖς νῦν ἄρχουσι τιμιώτερόν ἐστι, προγεγραμμένον μήτε βασανίζειν μήτε ἀναιρεῖν ἔτι· εἰ γὰρ οὐκ ἔνι μοι διαφυγεῖν, ἄμεινον ὑπὸ τῶν ὁμοτίμων παθεῖν.” ἀπιστούντων δὲ τῶν Μιντουρναίων καὶ τὸν λόγον ὑπονοούντων λοχαγὸς ἐπέγνω διαθέων καὶ τὴν κεφαλὴν ἀπέτεμε, τὸ δὲ λοιπὸν σῶμα τοῖς Μιντουρναίοις κατέλιπε. Λάργον ἕτεροι συνελάμβανον ἐν χωρίοις, οὐ Λάργον, ἀλλʼ ἕτερον διώκοντες· οἰκτείραντες δʼ, ὅτι μὴ ζητούμενος ἁλοίη, φεύγειν μεθῆκαν ἀνὰ τὴν ὕλην. ὁ δὲ ὑφʼ ἑτέρων διωκόμενος δρόμῳ τοὺς προτέρους κατέλαβε καί “ὑμεῖς,” ἔφη, “με κτείνατε μᾶλλον, οἱ ἐλεήσαντες, ἵνα τὸν μισθὸν ἀντὶ τούτων ὑμεῖς φέρησθε.”

瓦卢斯因一名获释奴的背叛而逃跑,翻山越岭后误入明图尔奈的沼泽,并在那里歇息避难。但明图尔奈人为了搜捕盗匪而在沼泽周围巡查,芦苇丛的晃动暴露了瓦卢斯;被捕后他自称是强盗,甘愿以此罪名被判处死刑。然而,当他们准备就同谋者之事对他施加酷刑时,他认为这过于屈辱而不再忍耐,说道:“明图尔奈人啊,我严禁你们再对我施加拷打或处死我,我曾身居执政官,且对于当权者而言更为尊贵的是,我是被公敌通缉之人;若我注定无法逃脱,死于同侪之手亦胜于此。”明图尔奈人不信并怀疑其言辞,正此时一名巡行的百夫长认出了他并砍下其首级,将其余遗体留给了明图尔奈人。 另有一群人在乡间田庄逮捕了拉尔古斯,他们追捕的本不是拉尔古斯,而是另一人;他们怜悯他非搜捕对象却遭逮捕,便放他逃入树林。但他被另一批追捕者追击,狂奔追上先前的那群人并说道:“曾怜悯过我的各位,宁可由你们杀了我,好让你们代替那些人领取赏金。”

§4429

ὁ μὲν δὴ ταύτην ἔδωκεν ἀμοιβὴν ἀποθνῄσκων φιλανθρωπίας, Ῥοῦφος δὲ ἔχων συνοικίαν περικαλλῆ, γείτονα Φουλβίας τῆς γυναικὸς Ἀντωνίου, πάλαι μὲν ἀξιούσῃ τῇ Φουλβίᾳ πρίασθαι τὴν οἰκίαν οὐ συνεχώρει, τότε δὲ καὶ δωρούμενος προεγράφη. καὶ τὴν κεφαλὴν ὁ μὲν Ἀντώνιός οἱ προσφερομένην οὐχ ἑαυτῷ προσήκειν εἰπὼν ἔπεμψεν ἐς τὴν γυναῖκα, ἡ δὲ ἀντὶ τῆς ἀγορᾶς ἐκέλευσεν ἐπὶ τῆς συνοικίας προτεθῆναι. ἔπαυλιν ἕτερος εἶχε περικαλλῆ καὶ σύσκιον, ἄντρον τε καλὸν ἦν ἐν αὐτῇ καὶ βαθύ, καὶ τάχα διὰ ταῦτα καὶ προυγράφη. ἔτυχε δὲ ἀναψύχων κατὰ τὸ ἄντρον, καὶ αὐτῷ τῶν σφαγέων ἔτι μακρόθεν ἐπιθεόντων θεράπων αὐτὸν ἐς τὸν μυχὸν τοῦ ἄντρου προπέμψας ἐνέδυ τὸν τοῦ δεσπότου χιτωνίσκον καὶ ὑπεκρίνετο ἐκεῖνος εἶναι καὶ δεδιέναι· καὶ τάχα ἂν ἐπέτυχεν ἀναιρεθείς, εἰ μὴ τῶν ὁμοδούλων τις ἐνέφηνε τὴν ἐνέδραν. ἀναιρεθέντος δὲ ὧδε τοῦ δεσπότου, ὁ δῆμος ἀγανακτῶν παρὰ τοῖς ἄρχουσιν οὐκ ἐπαύετο, μέχρι τὸν μὲν ἐνδείξαντα κρεμασθῆναι, τὸν δὲ περισώσαντα ἐλευθερῶσαι ἐποίησεν. Ἁτέριον δὲ κρυπτόμενον θεράπων ἐμήνυσέ τε καὶ ἐλεύθερος αὐτίκα γενόμενος ἀντωνεῖτο τοῖς παισὶν αὐτοῦ τὴν οὐσίαν2 καὶ ἐνύβριζεν ἐπαχθῶς. οἱ δὲ αὐτῷ πανταχῇ μετὰ σιγῆς εἵποντο κλαίοντες, ἕως ὁ δῆμος ἠγανάκτησε, καὶ οἱ τρεῖς αὐτόν, ὡς πλεονάσαντα τῆς χρείας,3 ἀνεδούλωσαν τοῖς παισὶ τοῦ προγεγραμμένου.

他确实在临死之际如此报答了这份仁善。鲁富斯拥有一处毗邻安东尼之妻富尔维娅宅邸的华美公寓楼,昔日富尔维娅要求购买该宅时他未曾答应,此时即便他表示愿无偿赠予,仍被列入通缉名册。其首级被呈送给安东尼时,安东尼称此事与己无关并将其送往妻子处,富尔维娅命令不将首级悬于广场,而置于该公寓楼前示众。另一人拥有一座林荫茂密的华丽庄园,园中有一处幽深秀美的洞穴,或许正因这些产业他才遭到通缉。当时他碰巧在洞中乘凉,当刽子手尚在远处狂奔而来时,一名奴仆将他送往洞穴深处,自己穿上主人的外衣,假装成主人并佯作惊恐;若非一名同僚奴仆揭穿了这一计策,他或许真能替主人受死。主人被如此杀害后,民众在长官面前持续表达强烈的愤慨,直至迫使长官将告密者处以绞刑,并将护主的奴仆予以释放。哈特里乌斯藏匿之时,一名奴仆告发了他;该奴仆随即重获自由,在财产拍卖中与哈特里乌斯的孩子们竞价争购其家产,并肆意侮辱他们。孩子们默默流泪到处跟随着他,直至民众大为愤慨,三头执政官遂以其逾越本分为由,将他重新判为该被通缉者子女的奴隶。

语法注3 条
  1. 4427ὅτι πλεονάζουσιν οἱ νεκροφόροι παρὰ τὸ σύνηθες ἑνὶ ἀνδρί

    ἑνὶ ἀνδρί 为表示差距或程度的与格(dative of measure of difference),与介词短语 παρὰ τὸ σύνηθες(与惯例相比)一同修饰动词 πλεονάζουσιν,表示抬尸人的人数比平常“多了一人”。

  2. 4429ἀντωνεῖτο τοῖς παισὶν αὐτοῦ τὴν οὐσίαν

    动词 ἀντωνέομαι 意为“竞购、与……竞价购取”。与格 τοῖς παισὶν αὐτοῦ 表示竞价的对手(与其子女们竞价),宾格 τὴν οὐσίαν 表示竞购的标的(家产)。

  3. 4429ὡς πλεονάσαντα τῆς χρείας

    πλεονάζω 支配属格 τῆς χρείας,意为“超出……之限度”或“逾越适度/必需”。在此处指该获释奴的张狂举动彻底逾越了其身份与情理的界限。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4427-4429