← 阿庇安

内战记

§4424-4426

背信之妻与被公敌宣告者的自决抗争

阿庇安记述了背叛亲夫之恶妇所导致的悲剧,随后记录了因财富自焚的斯塔提乌斯、英勇奋战至死的韦图利努斯,以及面对背叛、从容就义或主动寻死的诸多受难者的终局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4424

Σάλασσος δὲ ἐκφυγών τε καὶ ἀπορούμενος ἧκε μὲν ἐς πόλιν νυκτός, ὅτε μάλιστα ἔδοξεν ἀμβλύνεσθαι τὸ δεινόν, πεπραμένης δὲ τῆς οἰκίας μόνος αὐτὸν ὁ θυρωρὸς τῇ οἰκίᾳ συμπεπραμένος ἐπέγνω καὶ ἐς τὸ ἑαυτοῦ οἴκημα ὑπεδέχετο καὶ κρύψειν ἐπηγγέλλετο καὶ θρέψειν, ἐξ ὧν ἐδύνατο. ὁ δὲ τὴν γυναῖκά οἱ καλέσαι προσέταξεν ἐκ τῆς ἐκείνης οἰκίας. ἡ δʼ ὑποκριναμένη μὲν ἐλθεῖν ἐπείγεσθαι, δεδιέναι δʼ ὡς ἐν νυκτὶ καὶ θεραπαίναις τὸ ὕποπτον, μεθʼ ἡμέραν ἥξειν ἔφη. καὶ γενομένης ἡμέρας ἡ μὲν τοὺς σφαγέας μετῄει, καὶ ὁ θυρωρὸς αὐτὴν ὡς βραδύνουσαν ἐς τὴν οἰκίαν ἀπέτρεχεν ἐπείξων· ὁ δὲ Σάλασσος, οἰχομένου τοῦ θυρωροῦ δείσας ὡς ἐς ἐνέδραν ἀπιόντος, ἐς τὸ τέγος ἀναδραμὼν ἐκαραδόκει τὸ γιγνόμενον, ἰδὼν δὲ οὐ τὸν θυρωρόν, ἀλλὰ τὴν γυναῖκα τοῖς σφαγεῦσιν ἡγουμένην ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τέγους. Φούλβιον δὲ ἐς θεραπαίνης φυγόντα παλλακευθείσης τε αὐτῷ καὶ ἀπηλευθερωμένης καὶ προῖκα ἐς γάμον ἐπιλαβούσης, ἡ τοσάδε εὖ παθοῦσα προύδωκε ζηλοτυπίᾳ τῆς μεθʼ ἑαυτὴν τῷ Φουλβίῳ γεγαμημένης.

萨拉斯斯虽已逃脱却走投无路,在危难看似最有所平息的深夜潜入城中。然而由于房屋已被变卖,只有随宅邸一同被卖出的看门人认出了他,将其迎入自己的房间,并许诺尽其所能予以藏匿和供养。萨拉斯斯吩咐看门人去其妻家中把妻子叫来。妻子佯称渴望前来,但畏惧夜深且仆妇众多会惹人生疑,便称将于天明后来到。天一亮,她便前去引来刽子手;看门人以为她有所延误,便奔往其宅邸催促。萨拉斯斯因看门人的离去而恐惧,唯恐其意在设伏,便登上屋顶观察动静;当他看到的不是看门人,而是自己的妻子正引着刽子手前来时,便从屋顶纵身跳下摔死。富尔维乌斯逃往一名曾作其情妇的侍女处,该女曾被他释放并获赠陪嫁,然而受此厚恩的女人,却出于对后来嫁与富尔维乌斯之妇的嫉妒,背叛了他。

§4425

τοσάδε μὲν δὴ καὶ γυναικῶν πονηρῶν ὑποδείγματα γεγράφθω· Στάτιος δὲ ὁ Σαυνίτης, πολλὰ Σαυνίταις ἐν τῷ συμμαχικῷ πολέμῳ κατειργασμένος, διὰ δὲ περιφάνειαν ἔργων καὶ διὰ πλοῦτον καὶ γένος ἐς τὸ Ῥωμαίων βουλευτήριον ἀνακεκλημένος, ὀγδοηκοντούτης ὢν ἤδη καὶ διὰ πλοῦτον προγεγραμμένος, ἀνεπέτασε τὴν οἰκίαν τῷ τε δήμῳ καὶ τοῖς θεράπουσιν ἐκφορεῖν, ὅσα θέλοιεν, τὰ δὲ καὶ αὐτὸς διερρίπτει, μέχρι κεκενωμένης ἐπικλείσας ἐνέπρησε καὶ ἀπώλετο, καὶ τὸ πῦρ πολλὰ τῆς πόλεως ἄλλα ἐπενείματο. Καπίτων δὲ ἐς πολὺ τὰς θύρας ὑπανοίγων τοὺς ἐσβιαζομένους καθʼ ἕνα ἀνῄρει, ὑπὸ δὲ πολλῶν ἐπιβρισάντων εἷς ἀπέθανε πολλοὺς ἀποκτείνας. Οὐετουλῖνος δὲ χεῖρα ἤθροισε πολλὴν ἀμφὶ τὸ Ῥήγιον αὐτῶν τε τῶν προγεγραμμένων ἀνδρῶν καὶ ὅσοι συνέφευγον αὐτοῖς, καὶ ἀπὸ τῶν ὀκτωκαίδεκα πόλεων, αἳ τοῖς στρατοῖς ἐπινίκια ἐπηγγελμέναι πάνυ ἐδυσχέραινον.1 τούσδε οὖν ἔχων ὁ Οὐετουλῖνος ἀνῄρει τῶν λοχαγῶν τοὺς διαθέοντας, μέχρι πεμφθέντος ἐπʼ αὐτὸν στρατοῦ πλέονος οὐδʼ ὣς ἔληξεν, ἀλλʼ ἐς Σικελίαν πρὸς Πομπήιον, κρατοῦντά τε αὐτῆς καὶ τοὺς φεύγοντας ὑποδεχόμενον, ἐπέρασεν. εἶτα ἐπολέμει καρτερῶς, μέχρι πολλαῖς μάχαις ἡσσώμενος τὸν μὲν υἱὸν καὶ ὅσοι τῶν προγεγραμμένων ἄλλοι συνῆσαν, ἐπὶ Μεσσήνης ἔπεμψεν, αὐτὸς δέ, ὡς εἶδε πορθμευόμενον ἤδη τὸ σκάφος, ἐμπεσὼν τοῖς πολεμίοις κατεκόπη.

恶妇的恶行便记述如上。萨姆奈特人斯塔提乌斯曾在同盟者战争中为萨姆奈特人立下累累战功,后因战功显赫、资财丰厚且出身显贵而被召入罗马元老院;此时他已年届八十,因巨资而被列入公敌通缉名单。他索性大敞家门,任由平民与家奴搬取所愿之物,自己亦四处抛掷财货;待宅中一空,他反锁门窗纵火自焚而死,火势亦蔓延烧毁了城中的许多其他区域。卡皮托久久微启门扉,将强行闯入者逐一斩杀;然而由于众人蜂拥而上,他在斩杀多人之后终因寡不敌众而阵亡。韦图利努斯在雷吉乌姆附近纠集了一支庞大的队伍,成员包括被通缉者本人、与他们一同逃亡之人,以及对被许诺作为军队胜利用地而深感愤懑的十八座城邦之民。韦图利努斯率领这支队伍击杀了各处巡行的百夫长;即便随后有更多军队被派来征讨,他亦未曾屈服,而是渡海前往西西里投奔控制该岛并接纳逃亡者的庞培。随后他奋勇征战,直至在数次交锋中受挫,便将儿子及同行的其余被通缉者送往墨西拿;他自己见渡船已然启航,便冲入敌阵被乱刀剁死。

§4426

Νάσων δὲ ὑπὸ ἐξελευθέρου, παιδικῶν οἱ γενομένου, προδοθεὶς ἥρπασε παρά του τῶν στρατιωτῶν ξίφος καὶ τὸν προδότην μόνον ἀποκτείνας ἑαυτὸν τοῖς σφαγεῦσιν ὑπέσχε. φιλοδέσποτος δὲ οἰκέτης τὸν κεκτημένον ἐπὶ λόφου ἐκάθισε καὶ αὐτὸς ἐπὶ θάλασσαν ᾔει μισθωσόμενος αὐτῷ σκάφος. ἐπανιὼν δὲ κτεινόμενόν τε εἶδε τὸν δεσπότην καὶ ἀποψύχοντος ἤδη2 μέγα βοῶν “ἐπίμεινον ἐς βραχύ, ὦ δέσποτα,” εἶπε καὶ κτείνει τὸν λοχαγὸν ἐμπεσὼν ἄφνω. μετὰ δὲ ἐκεῖνον ἑαυτὸν ἐπαναιρῶν εἶπε τῷ δεσπότῃ· “παραμύθιον ἔχεις.” Λεύκιος δὲ δύο πιστοτάτοις ἀπελευθέροις χρυσίον δοὺς ἐπὶ θάλασσαν ᾔει, διαδράντων δὲ ἐκείνων ὑπέστρεψε καταγινώσκων τοῦ βίου3 καὶ ἑαυτὸν ἐμήνυσε τοῖς σφαγεῦσι. Λαβιηνὸς δὲ ἐν ταῖς Σύλλα προγραφαῖς πολλοὺς τῶν τότε συλλαβών τε καὶ κτείνας ἠδόξησεν ἄρα, εἰ μὴ τὰ ὅμοια γενναίως ἐνέγκοι,4 καὶ προελθὼν τῆς οἰκίας ἐκαθέζετο ἐπὶ θρόνου τοὺς σφαγέας περιμένων. Κέστιος δὲ ἐν χωρίοις παρὰ εὐνόοις θεράπουσιν ἐκρύπτετο, λοχαγῶν δʼ αἰεὶ σὺν ὅπλοις ἢ κεφαλαῖς διαθεόντων οὐκ ἔφερε τὸ μῆκος τοῦ φόβου, ἀλλʼ ἔπεισε τοὺς θεράποντας ἅψαι πυράν, ἵνα ἔχοιεν λέγειν, ὅτι Κέστιον ἀποθανόντα θάπτοιεν. καὶ οἱ μὲν ἐνεδρευθέντες ἧψαν, ὁ δὲ ἐσήλατο ἐς αὐτήν. Ἀπώνιος δὲ ἀσφαλῶς ἑαυτὸν ἐπικρύψας οὐκ ἤνεγκε τὴν πονηρίαν τῆς διαίτης, ἀλλὰ προήγαγεν ἑαυτὸν ἐπὶ τὴν σφαγήν. ἄλλος ἐν φανερῷ καθῆστο ἑκὼν καὶ βραδυνόντων τῶν σφαγέων ἀπήγξατο ἐν μέσῳ.

纳索被曾为其宠幸之娈童的获释奴背叛,他夺取了一名士兵的短剑,仅斩杀了叛徒一人,便向刽子手领死。有一名忠于主人的奴仆让其主坐在丘陵之上,自己前往海边欲为其雇佣舟船。归来时见主人正遭杀害,趁主人尚有一丝气息,大声疾呼道:“主人,且稍候片刻!”随之猝然跃起将百夫长斩杀。随后他紧跟着自刎,并对主人说道:“你已得告慰。”卢基乌斯将金钱赠予两名最为忠信的获释奴,正欲前往海边,然而见他们卷款潜逃,便对生途彻底绝望而折返,向刽子手自首。拉比埃努斯在苏拉通缉公敌时期曾搜捕并处死当时的许多人,他认为自己若不能英勇承受同样的命运便有失体面,于是步出家门,端坐在坐椅上等候刽子手。塞斯提乌斯藏身于庄园中忠诚的奴仆处,但因见百夫长们始终携带着武器或首级各处奔走巡视,忍受不了长期恐惧的煎熬,便劝说奴仆们点燃火葬柴堆,以便他们能够声称正在安葬已亡故的塞斯提乌斯。奴仆们中计将柴堆点燃后,他便纵身跃入火海。阿波尼乌斯虽将自己妥善藏匿,却忍受不了恶劣凄苦的生活,遂主动现身走上刑场。另有一人自愿端坐于大庭广众之中,因刽子手迟迟未到,便当众悬梁自尽。

语法注4 条
  1. 4425αἳ τοῖς στρατοῖς ἐπινίκια ἐπηγγελμέναι πάνυ ἐδυσχέραινον

    ἐπηγγελμέναι 为中被动态完成时分词,作被动解(“被许诺作为给军队的胜利奖赏”),在语法上与关系代词主语 αἵ(先行词为 ὀκτωκαίδεκα πόλεων)保持性数格一致。ἐπινίκια 作宾格补足语,表示被许诺的性质或目的。

  2. 4426ἀποψύχοντος ἤδη

    属格独立结构,其省略的逻辑主语根据上下文指前文提及的主人(δεσπότης)。承接前句的 κτεινόμενόν τε εἶδε τὸν δεσπότην,生动描绘了主人已然濒临断气的关头。

  3. 4426καταγινώσκων τοῦ βίου

    动词 καταγιγνώσκω 支配属格(τοῦ βίου),为惯用句式,意为“对……绝望”、“宣判……死刑”或“彻底放弃(生命)”,表明其对生途感到绝望而自弃的心理。

  4. 4426ἠδόξησεν ἄρα, εἰ μὴ τὰ ὅμοια γενναίως ἐνέγκοι

    ἠδόξησεν 为不定过去时直陈式,意为“认为不名誉/有失体面”。从属分句 εἰ μὴ ... ἐνέγκοι 为间接引语性质的条件从句,表达过去视角下的主观判断,故采用过去时序列中的希求法(oblique optative)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4424-4426