← 阿庇安

内战记

§4421-4423

公敌宣告下家族的凄惨结局与妻子的善恶对比

本节记述了在公敌宣告中罹难的家族事例:相拥受诛的埃格纳提乌斯父子、受误报或海难捉弄的数对父子、同生共死的兄弟们,以及为夫殉情绝食自尽的忠妇与勾结奸夫害死亲夫的恶妇之鲜明对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4421

Ἐγνάτιοι δέ, πατὴρ καὶ υἱός, συμφυέντες ἀλλήλοις διὰ μιᾶς πληγῆς ἀπέθανον· καὶ αὐτῶν αἱ κεφαλαὶ μὲν ἀπετέτμηντο, τὰ δὲ λοιπὰ σώματα ἔτι συνεπέπλεκτο. Βάλβος τὸν υἱόν, ἵνα μὴ βαδίζοντες ὁμοῦ φανεροὶ γένοιντο, προύπεμψεν ἐς φυγὴν ἐπὶ θάλασσαν καὶ μετʼ ὀλίγον εἵπετο ἐκ διαστήματος. ἐξαγγείλαντος δέ τινος, εἴτε ἐξ ἐπιβουλῆς εἴθʼ ὑπʼ ἀγνοίας, τὸν υἱὸν συνειλῆφθαι, ἐπανῆλθε καὶ τοὺς σφαγέας μετεπέμψατο. συνέβη δὲ καὶ τὸν παῖδα ἀπολέσθαι ναυαγίῳ· οὕτω ταῖς τότε συμφοραῖς καὶ τὸ δαιμόνιον ἐπέκειτο. Ἀρρούντιος τὸν υἱόν, οὐχ ὑφιστάμενον φεύγειν χωρὶς αὐτοῦ, μόλις ἔπεισεν ὡς νέον περισῴζειν ἑαυτόν. καὶ τόνδε μὲν ἡ μήτηρ ἐπὶ τὰς πύλας προύπεμψε καὶ ὑπέστρεψεν, ἵνα ἀνῃρημένον τὸν ἄνδρα θάψειε· πυθομένη δὲ καὶ τὸν υἱὸν ὑπὸ τῆς θαλάσσης διεφθάρθαι λιμῷ διεχρήσατο ἑαυτήν.

埃格纳提乌斯父子互相紧抱,被一击同时毙命;两人的头颅虽被斩落,其余的躯体却仍紧紧纠缠在一起。巴尔布斯为了避免二人同行过于显眼,便打发儿子先逃往海边,自己稍后在一段距离之外跟从。然而有人无论出于奸计还是无知,回报说其子已被捕获,他便折返回来召来刽子手受死。不料其子随后也因海难丧生;当时的灾祸竟至如此,连神明也横加降灾。阿伦提乌斯好不容易才说服不愿离他独逃的儿子,劝其念在年轻应当保全自身。母亲将儿子送至城门后折返回来,意欲安葬已被杀害的丈夫;然而得知儿子亦葬身大海后,她便绝食自尽。

§4422

αἵδε μὲν δὴ παίδων ἀγαθῶν καὶ κακῶν ἔστων εἰκόνες· ἀδελφοὶ δὲ δύο ὁμοῦ προγραφέντες, οἷς ὄνομα ἦν Λιγάριοι, ἐκρύπτοντο ὑπὸ ἰπνῷ, μέχρι τῶν θεραπόντων αὐτοὺς ἀνευρόντων ὁ μὲν αὐτίκα ἀνῃρέθη, ὁ δὲ ἐκφυγών, ἐπεὶ τὸν ἀδελφὸν ἔγνω διεφθαρμένον, ἔρριψεν αὑτὸν ἀπὸ τοῦ ποταμοῦ τῆς γεφύρας ἐς τὸ ῥεῦμα. καὶ αὐτὸν ἁλιέων περισχόντων ὡς οὐκ ἐναλάμενον, ἀλλὰ πεπτωκότα, ἐς πολὺ μὲν ἐφιλονίκει καὶ ἑαυτὸν ἐς τὸ ῥεῦμα ἐώθει, ἡσσώμενος δὲ τῶν ἁλιέων περιεγίγνετο1 καὶ “οὐκ ἐμέ,” ἔφη, “περισῴζετε, ἀλλʼ ἑαυτοὺς ἐμοὶ προγεγραμμένῳ συναπόλλυτε.” οἱ δὲ καὶ ὣς αὐτὸν οἰκτείραντες περιέσῳζον, μέχρι τινὲς τῶν στρατιωτῶν, οἳ τὴν γέφυραν ἐτήρουν, ἰδόντες ἐπέδραμόν τε καὶ τὴν κεφαλὴν ἀπέτεμον. ἑτέρων δὲ ἀδελφῶν ὁ μὲν αὑτὸν ἔρριψε κατὰ τοῦ ῥεύματος, καὶ θεράπων αὐτοῦ τὸ σῶμα ἀνεζήτει μέχρι πέμπτης ἡμέρας, εὑρὼν δὲ ἔτι γνωρίζεσθαι δυναμένου,2 τὴν κεφαλὴν διὰ τὸ ἆθλον ἀπέκοψε· τὸν δὲ ἕτερον ἐν κοπρῶνι κρυπτόμενον ἕτερος ἐμήνυσε θεράπων, καὶ οἱ σφαγεῖς εἰσελθεῖν μὲν ἀπηξίωσαν, δόρασι δὲ περικεντοῦντες ἐξήγαγον καί, ὡς εἶχε, τὴν κεφαλὴν οὐδὲ ἀπονίψαντες ἀπέκοψαν. ἕτερος δέ, τοῦ ἀδελφοῦ συλλαμβανομένου, προσδραμὼν ἀγνοίᾳ τοῦ καὶ αὐτὸς ἅμα ἐκείνῳ προγεγράφθαι, “ἐμέ,” ἔφη, “κτείνατε πρὸ τούτου.” καὶ ὁ λοχαγὸς ἔχων τὸ ἀκριβὲς ἀνάγραπτον, “εἰκότα ἀξιοῖς,” ἔφη· “σὺ γὰρ πρὸ τούτου γέγραψαι,” καὶ εἰπὼν κατὰ τὴν τάξιν ἔκτεινεν ἄμφω.

且让这些作为孝子与不肖之子的写照。有两个同时被公敌通缉的兄弟,名字叫作利加里乌斯,他们原先藏在面包烘炉下方,直到被仆人们搜出;一人当场被杀,另一人虽已逃脱,得知兄弟遇害后,便从河上的桥跳入激流。渔夫们以为他不是蓄意跳河而是失足跌落,便将他团团围住;他极力挣扎,要把自己推向水流深处,但终究拗不过渔夫而被救起,他说道:“你们救下的不是我,而是将自己与我这个被通缉之人一同拖入毁灭。”渔夫们即便如此仍出于怜悯而救护他,直到守桥的几名士兵看见后飞奔而来,斩下了他的首级。在另一对兄弟中,一人投身于激流,其仆人四处寻觅尸体直至第五天,趁尸身尚可辨认之际,为领赏钱而割下了头颅;另一人藏在粪堆中,被另一名仆人告发,刽子手们嫌污秽不愿进去,便用长矛四下戳刺将其拖出,甚至未经冲洗便原样割下了头颅。又有一人,在其兄弟被捕时因不知自己亦与其一同被列入公敌名单而奔上前去喊道:“杀他之前先杀我!”手握精确名单的百夫长说道:“你的要求合情合理,因为名单上你的名字确实排在他前面。”言毕便依此顺序将二人一并处死。

§4423

ταῦτα μὲν δὴ καὶ ἀδελφῶν δείγματα· Λιγάριον δὲ ἡ γυνὴ κρύπτουσα μίαν ἐς τὸ ἀπόρρητον ἐπηγάγετο θεράπαιναν, προδοθεῖσα δὲ ὑπʼ αὐτῆς εἵπετο τῇ κεφαλῇ τοῦ ἀνδρὸς φερομένῃ βοῶσα· “ἐγὼ τοῦτον ὑπεδεξάμην, τὰ δʼ ὅμοια τοῖς ὑποδεξαμένοις ἐστὶν ἐπιτίμια.” καὶ οὐδενὸς αὐτὴν οὔτε ἀναιροῦντος οὔτε μηνύοντος, αὐτάγγελος ἐς τοὺς ἄρχοντας ἦλθε καθʼ ἑαυτῆς, κἀκείνων αὐτὴν διὰ τὴν φιλανδρίαν ὑπεριδόντων, ἑαυτὴν ἀπέκτεινε λιμῷ. καὶ τῆσδε μὲν ἐνθάδε ἐπεμνήσθην, ὅτι τὸν ἄνδρα περισῴζουσα ἀπετύγχανέ τε καὶ συνεξήγαγεν ἑαυτήν· ὅσαι δὲ ἐπέτυχον τῆς φιλανδρίας, ἐν τοῖς περισωθεῖσι τῶν ἀνδρῶν ἀναγράψω. ἕτεραι δὲ ἀθεμίστως ἐπεβούλευσαν τοῖς ἀνδράσιν. καὶ αὐτῶν ἐστιν, ἣ Σεπτιμίῳ μὲν ἐγεγάμητο, ὑπὸ δέ τινος Ἀντωνίῳ φίλου διεφθείρετο· ἐπειγομένη δὲ ἐκ μοιχείας ἐς γάμον ἐδεήθη διὰ τοῦ μοιχεύοντος αὐτὴν Ἀντωνίου, καὶ ὁ Σεπτίμιος αὐτίκα τοῖς πίναξι προσετέθη. καὶ μαθὼν ἐς τῆς γυναικὸς3 ὑπʼ ἀγνοίας τῶν οἴκοι κακῶν ἔφευγεν. ἡ δὲ ὡς φιλοφρονουμένη τὰς θύρας ἐπέκλεισε καὶ ἐτήρει τὸν ἄνδρα, ἕως οἱ σφαγεῖς παρεγένοντο· καὶ τῆς αὐτῆς ἡμέρας οἱ μὲν ἐκεῖνον ἀνῄρουν, ἡ δὲ ἔθυε γάμους.

这些也是关于兄弟的例证。有一名藏匿丈夫利加里乌斯的妇人,仅将机密告知一名侍女,却被该侍女出卖。妇人跟随着被抬走的丈夫头颅一路追赶呼喊道:“是我窝藏了他,窝藏者理当承受同样的刑罚!”然而无人加害她也无人告发她,她便亲自前往长官处自首;长官们因其爱夫之情而未予治罪,她遂绝食自尽。我在此提及她,是因为她在保全丈夫失败之后随之一同了结了性命;至于那些成功保全了丈夫的妻子们,我将在获救丈夫的章节中予以记录。然而另有一些妇人却大逆不道地谋害亲夫。其中有一人嫁给了塞普提米乌斯,却被安东尼的一位朋友勾引;她急于从通奸转为正式婚姻,便借奸夫之手向安东尼乞求,塞普提米乌斯随即被添列于布告板上。他得知获罪后,因不知家中潜藏的祸端,便逃往妻子的住所。妻子假意热情关怀,将门反锁并将丈夫看押起来,直至刽子手赶到;就在同一天,凶手们将他杀害,而她却在举行婚礼。

语法注3 条
  1. 4422ἡσσώμενος δὲ τῶν ἁλιέων περιεγίγνετο

    由现在分词 ἡσσώμενος(“被制服、力不能及”)与未完成过去时动词 περιεγίγνετο 构成。περιγίγνομαι 在此取“幸免于死、保全性命”之义(而非“战胜”),整句表示他因不敌渔夫们的拦阻,最终被救上岸而保全了性命。

  2. 4422εὑρὼν δὲ ἔτι γνωρίζεσθαι δυναμένου

    ἔτι γνωρίζεσθαι δυναμένου 为属格绝对结构(genitive absolute),其逻辑主语(τοῦ σώματος 或 τοῦ νεκροῦ,即“尸身”)承接上下文而省略。亦可理解为无人称的中性单数属格用法,意为“在尚能够(被辨认)之际”。

  3. 4423ἐς τῆς γυναικὸς

    介词 ἐς(εἰς)后直接跟属格 τῆς γυναικὸς。这是古希腊语中的习惯省略用法,省略了表示住所的名词 οἰκίαν 或 οἶκον(“往……的住所/家中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4421-4423