- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4419-4420
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗在公敌宣告的追捕中出逃未果,惨遭斩首断手并被悬示于演讲台上受辱,其兄弟昆图斯父子亦双双被捕受害。
Κικέρων δέ, ὃς μετὰ Γάιον Καίσαρα ἴσχυσεν, ὅση γένοιτο ἂν δημαγωγοῦ μοναρχία,1 κατέγνωστο μὲν ἅμα τῷ παιδὶ καὶ τῷ ἀδελφῷ καὶ τῷ παιδὶ τοῦ ἀδελφοῦ καὶ πᾶσιν οἰκείοις τε καὶ στασιώταις καὶ φίλοις· φυγὼν δὲ ἐπὶ σκάφους οὐκ ἔφερε τὴν ἀηδίαν τοῦ κλύδωνος, ἀλλὰ εἰς ἴδιον χωρίον, ὃ καθʼ ἱστορίαν τοῦδε τοῦ πάθους εἶδον, ἀμφὶ Καιήτην πόλιν τῆς Ἰταλίας, καταχθεὶς ἠρέμει. πλησιαζόντων δὲ τῶν ἐρευνωμένων2 (τοῦτον γὰρ δὴ φιλοτιμότατα πάντων Ἀντώνιός τε ἐζήτει καὶ Ἀντωνίῳ πάντες) ἐς τὸ δωμάτιον αὐτοῦ κόρακες ἐσπτάντες ἔκλαζον, ἐπεγείροντες ἀπὸ τοῦ ὕπνου, καὶ τὸ ἱμάτιον ἀπέσυρον ἀπὸ τοῦ σώματος, ἕως οἱ θεράποντες, σημηνάμενοι τὸ γιγνόμενον εἶναι σύμβολον ἔκ του θεῶν, ἐς φορεῖον ἐσθέμενοι τὸν Κικέρωνα αὖθις ἐπὶ τὴν θάλασσαν ἦγον διὰ λόχμης βαθείας λανθάνοντες. πολλῶν δὲ ἀνὰ μέρη διαθεόντων τε καὶ πυνθανομένων, εἴ που Κικέρων ὁραθείη, οἱ μὲν ἄλλοι ἐπʼ εὐνοίᾳ καὶ ἐλέῳ πλεῖν αὐτὸν ἐξαναχθέντα ἔλεγον ἤδη, σκυτοτόμος δὲ πελάτης Κλωδίου, πικροτάτου τῷ Κικέρωνι ἐχθροῦ γεγονότος, Λαίνᾳ τῷ λοχαγῷ σὺν ὀλίγοις ὄντι τὴν ἀτραπὸν ἔδειξεν. ὁ δὲ ἐπέδραμέ τε καὶ θεράποντας ἰδὼν πολὺ πλείους τῶν ἀμφʼ αὑτὸν ὁρμῶντας ἐς ἄμυναν, στρατηγικῶς μάλα ἀνεβόησεν· “ἐσελθέτωσαν ἐς τὸ χωρίον οἱ περὶ οὐρὰν λοχαγοί.”
西塞罗在盖乌斯·恺撒死后曾掌握了平民领袖所能达到的最大独裁权力,如今他与儿子、兄弟、侄子以及所有的亲属、党羽和朋友一同被判处死刑。他乘小船逃亡,但因不堪忍受风浪引起的颠簸不适,遂在意大利卡埃塔城附近自己的庄园靠岸歇息——我曾为考查这一惨剧的遗迹而亲临该地。当搜捕队伍逼近时(因为安东尼搜捕他最为卖力,众人也皆为讨好安东尼而搜寻他),乌鸦飞进他的卧室啼叫,把他从睡梦中唤醒,并从他身上扯开外衣,直到仆人们明白眼前所发生的事是神明降下的凶兆,才将西塞罗抬上舆车,穿行于密林深处隐蔽地重新送往海边。当时许多人在各处奔跑探问是否有人在何处见过西塞罗,其他人出于善意与怜悯,都谎称他早已起航出海;但曾为西塞罗死敌的克洛狄乌斯的一位被保护人鞋匠,却向只带着少数人马的百夫长莱纳斯指明了小径。莱纳斯奔上前去,见对方仆人的数量远多于自己的人手且正准备防卫,便极富策略地高呼道:“让后卫百夫长们进庄园来!”
τότε γὰρ οἱ μὲν θεράποντες ὡς ἐλευσομένων πλεόνων3 κατεπλάγησαν, ὁ δὲ Λαίνας, καὶ δίκην τινὰ διὰ τοῦ Κικέρωνός ποτε κατωρθωκώς, ἐκ τοῦ φορείου τὴν κεφαλὴν ἐπισπάσας ἀπέτεμνεν, ἐς τρὶς ἐπιπλήσσων καὶ ἐκδιαπρίζων ὑπὸ ἀπειρίας· ἀπέτεμε δὲ καὶ τὴν χεῖρα, ᾗ τοὺς κατὰ Ἀντωνίου λόγους οἷα τυράννου συγγράφων, ἐς μίμημα τῶν Δημοσθένους, Φιλιππικοὺς ἐπέγραφεν. ἔθεον δὲ οἱ μὲν ἐπὶ ἵππων, οἱ δὲ ἐπὶ νεῶν, αὐτίκα τὸ εὐαγγέλιον Ἀντωνίῳ διαφέροντες· καὶ ὁ Λαίνας ἐν ἀγορᾷ προκαθημένῳ τὴν κεφαλὴν καὶ τὴν χεῖρα μακρόθεν ἀνέσειεν ἐπιδεικνύς. ὁ δὲ ἥσθη μάλιστα καὶ τὸν λοχαγὸν ἐστεφάνωσε καὶ πλέοσι τῶν ἄθλων ἐδωρήσατο πέντε καὶ εἴκοσι μυριάσιν Ἀττικῶν δραχμῶν ὡς μέγιστον δὴ τόνδε πάντων ἐχθρὸν καὶ πολεμιώτατόν οἱ γενόμενον ἀνελόντα. ἡ κεφαλὴ δὲ τοῦ Κικέρωνος καὶ ἡ χεὶρ ἐν ἀγορᾷ τοῦ βήματος ἀπεκρέμαντο ἐπὶ πλεῖστον, ἔνθα πρότερον ὁ Κικέρων ἐδημηγόρει· καὶ πλείους ὀψόμενοι συνέθεον ἢ ἀκροώμενοι. λέγεται δὲ καὶ ἐπὶ τῆς διαίτης ὁ Ἀντώνιος τὴν κεφαλὴν τοῦ Κικέρωνος θέσθαι πρὸ τῆς τραπέζης, μέχρι κόρον ἔσχε τῆς θέας τοῦ κακοῦ. ὧδε μὲν δὴ Κικέρων, ἐπί τε λόγοις ἀοίδιμος ἐς ἔτι νῦν ἀνήρ, καὶ ὅτε ἦρχε τὴν ὕπατον ἀρχήν, ἐς τὰ μέγιστα τῇ πατρίδι γεγονὼς χρήσιμος, ἀνῄρητο καὶ ἀνῃρημένος ἐνυβρίζετο· ὁ δὲ παῖς ἐς τὴν Ἑλλάδα προαπέσταλτο ἐς Βροῦτον. Κόιντος δέ, ὁ τοῦ Κικέρωνος ἀδελφός, ἅμα τῷ παιδὶ καταληφθεὶς ἐδεῖτο τῶν σφαγέων πρὸ τοῦ παιδὸς αὑτὸν ἀνελεῖν· τὰ δὲ ἐναντία καὶ τοῦ παιδὸς ἱκετεύοντος, οἱ σφαγεῖς ἔφασαν ἀμφοτέροις διαιτήσειν4 καὶ διαλαβόντες ἕτερον ἕτεροι κατὰ σύνθημα φονεῖς ἀνεῖλον ὁμοῦ.
仆人们误以为有更多敌兵赶来,顿时惊慌失措。莱纳斯虽然曾靠西塞罗的辩护打赢过官司,却仍将西塞罗的头颅从舆车中拉出并加以砍割,因缺乏经验而连砍了三次,像锯子一样将其生生锯下;他又斩下了那只手,西塞罗曾用它写下讨伐安东尼如同讨伐僭主的演说辞,并仿效狄摩西尼之作题名为《腓力伯言论集》。人们有的骑马,有的乘船,迅速奔去向安东尼报告这一捷报;莱纳斯则向端坐在广场上的安东尼远远举起并展示那颗头颅和断手。安东尼大喜过望,给百夫长戴上花冠,并在常规赏金之外另赐给他二十五万阿提卡德拉克马,以酬谢他杀死了这个被视为对自己威胁最大、最顽固的死敌。西塞罗的头颅和断手在广场的演讲台上被悬挂了很久,而那里正是他以往发表演说的地方;赶来围观的人群甚至多于过去聆听他演说的人。据说安东尼进餐时还将西塞罗的头颅摆在餐桌前,直到对这一骇人景象看得厌倦为止。这样,西塞罗这位至今因雄辩而受颂扬、并在担任执政官时为祖国建立过绝大功勋的人物,遭到了杀害并在死后受尽凌辱;他的儿子在此之前已被送往希腊的布鲁图斯处。西塞罗的兄弟昆图斯与其子一同被捕,他哀求凶手先杀自己再杀儿子;但儿子也恳求完全相反的事,于是凶手们声称将为两人作公平仲裁,他们分作两批,依照约定的暗号同时将二人杀害。
- 4419ὅση γένοιτο ἂν δημαγωγοῦ μοναρχία
由关系代词 ὅση 与 ἄν 搭配祈愿语气(γένοιτο)构成的潜在从句,表达假定或潜在的最大限度,即“凡平民领袖所能企及的极限专权”。
- 4419τῶν ἐρευνωμένων
动词 ἐρευνάω 的现在中被动态分词属格。在此不作被动态“被搜捕的人”解,而作中动态“搜捕者/搜查队伍”解,紧随其后的括号内容证实了安东尼等人全力搜捕的语境。
- 4420ὡς ἐλευσομένων πλεόνων
连词 ὡς 连用带将来时分词的属格独立结构,表示主语(仆人们)主观上的预期或认定,即“以为有更多敌兵即将来临”。
- 4420ἀμφοτέροις διαιτήσειν
将来时不定式 διαιτήσειν(仲裁、判决)支配与格 ἀμφοτέροις,字面义为“为双方作出仲裁”。面对父子二人争相求死的请托,凶手以此反讽之语表示要将二人同时处决以示“公允裁决”。
