← 阿庇安

内战记

§4417-4418

现任官员的遇害与亲生儿子的背叛

公敌宣告从在任官员开始执行:护民官萨尔维乌斯在宴席上被斩首,裁判官米努基乌斯在主持集会时遇害。随后叙述了裁判官安纳利斯与前裁判官托拉尼乌斯分别遭到亲生儿子出卖并遇害的悲惨经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4417

Ἠρξατο μὲν δὴ τὸ κακὸν ἐκ συντυχίας ἀπὸ τῶν ἐν ἀρχαῖς ἔτι ὄντων, καὶ πρῶτος ἀνῃρέθη δημαρχῶν Σάλουιος. ἱερὰ δέ ἐστιν ἡ ἀρχὴ καὶ ἄσυλος ἐκ τῶν νόμων καὶ τὰ μέγιστα ἴσχυεν, ὡς καὶ τῶν ὑπάτων τινὰς ἐς τὰς φυλακὰς ἐμβαλεῖν. καὶ ἦν ὅδε ὁ δήμαρχος ὁ τὸν Ἀντώνιον ἐν μὲν ἀρχῇ κεκωλυκὼς εἶναι πολέμιον, ὕστερον δὲ συμπεπραχὼς ἐς πάντα Κικέρωνι. πυθόμενος δὲ τῶν τριῶν ἀνδρῶν τῆς τε συμφρονήσεως καὶ τῆς ἐς τὴν πόλιν ἐπείξεως τοὺς οἰκείους εἱστία ὡς οὐ πολλάκις αὐτοῖς ἔτι συνεσόμενος· ἐσδραμόντων δὲ ἐς τὸ συμπόσιον τῶν ὁπλιτῶν οἱ μὲν ἐξανίσταντο σὺν θορύβῳ καὶ δέει, ὁ δὲ τῶν ὁπλιτῶν λοχαγὸς ἐκέλευεν ἠρεμεῖν κατακλιθέντας, τὸν δὲ Σάλουιον, ὡς εἶχε,1 τῆς κόμης ἐπισπάσας ὑπὲρ τὴν τράπεζαν, ἐς ὅσον ἔχρῃζε, τὴν κεφαλὴν ἀπέτεμε καὶ τοῖς ἔνδον αὖθις ἐκέλευεν ἀτρεμεῖν, ὡς ἔχουσι, μὴ θορύβου γενομένου πάθοιεν ὅμοια. οἱ μὲν δὴ καὶ οἰχομένου τοῦ λοχαγοῦ τεθηπότες ἄναυδοι μέχρι βαθυτάτης νυκτός, τῷ λοιπῷ τοῦ δημάρχου σώματι συγκατέκειντο. δεύτερος δʼ ἀνὴρ ἔθνῃσκε στρατηγὸς Μινούκιος, ἀρχαιρεσιάζων μὲν ἐν ἀγορᾷ· πυθόμενος δὲ ἐπιέναι τοὺς ὁπλίτας ἀνεπήδησε καὶ περιθέων ἔτι καὶ ἐννοούμενος, ὅποι διαλάθοι, τὴν ἐσθῆτα ἐνήλλασσεν ἔς τι τῶν ἐργαστηρίων ἐσδραμών, τοὺς ὑπηρέτας καὶ τὰ σημεῖα ἀποπέμψας. οἱ δὲ αἰδοῖ καὶ ἐλέῳ παραμένοντες εὐμαρέστερον ἄκοντες ἐποίησαν τοῖς σφαγεῦσι τὸν στρατηγὸν εὑρεῖν.

灾难巧合地从那些仍在任的官员身上开始,第一个遇害的是护民官萨尔维乌斯。按法律,这个职位神圣而不可侵犯,并拥有极大的权力,甚至能将某些执政官投入监狱。正是这位护民官,起初曾阻止宣布安东尼为公敌,后来却在一切事上与西塞罗通力合作。当他获悉三头统治者结盟并急行军进逼罗马城时,便宴请亲属,自度已无多日与他们相伴。当重装步兵冲入宴席时,宾客们在惊惶与恐惧中纷纷起立,但士官下令让他们按原样躺卧在榻、保持肃静;他顺势抓住萨尔维乌斯的头发,将其拉到餐桌上方至所需的程度,割下了他的头颅,又再次命令屋里的人照原样保持不动,以免引发骚动而招致同样的下场。及至士官离去,他们依旧惊呆得哑口无言,直至深夜,仍与护民官残存的躯体并排躺卧在一起。第二位丧生的是裁判官米努基乌斯,当时他正在广场主持选举大会;他得知重装步兵逼近,猛然跳起,一边四处奔逃,一边盘算着能藏匿何处;他遣走了随从和职标,跑进一间作坊换掉了衣服。然而那些随从出于敬畏与怜悯在附近徘徊,反倒无意间使杀手们更容易搜出了这位裁判官。

§4418

Ἀννᾶλιν ἕτερον στρατηγόν, τῷ παιδὶ μετιόντι ταμιείαν συμπεριθέοντα καὶ τοὺς ψηφιουμένους παρακαλοῦντα, οἵ τε συνόντες φίλοι καὶ οἱ τὰ σημεῖα τῆς ἀρχῆς φέροντες ἀπεδίδρασκον, πυθόμενοι προσγεγράφθαι τοῖς πίναξι τὸν Ἀννᾶλιν. ὁ δὲ ἐς πελάτην ἑαυτοῦ τινα φυγών, ᾧ βραχὺ καὶ εὐτελὲς ἦν τέγος ἐν προαστείῳ καὶ διὰ πάντα εὐκαταφρόνητον, ἐκρύπτετο ἀσφαλῶς, μέχρι τοὺς σφαγέας ὁ υἱὸς αὐτοῦ, τὴν φυγὴν ἐς τὸν πελάτην ὑποτοπήσας, ὡδήγησεν ὑπὸ τὸ τέγος, καὶ παρὰ τῶν τριῶν ἀνδρῶν τήν τε οὐσίαν ἔλαβε τοῦ πατρὸς καὶ ἐς ἀγορανομίαν ᾑρέθη. ἀναλύοντα δὲ αὐτὸν ἐκ μέθης στρατιῶταί τι προσκρούσαντες ἔκτειναν, οἳ καὶ τὸν πατέρα ἀνῃρήκεσαν. Θουράνιος δὲ οὐ στρατηγῶν μὲν ἔτι, ἀλλʼ ἐστρατηγηκώς, πατὴρ δὲ νεανίου τὰ μὲν ἄλλα ἀκολάστου, δυναστεύοντος δὲ παρʼ Ἀντωνίῳ, τοὺς λοχαγοὺς ἠξίου τὴν σφαγὴν ἐπισχεῖν οἱ πρὸς ὀλίγον, ἔστε αὐτὸν ὁ υἱὸς αἰτήσαιτο παρʼ Ἀντωνίου. οἱ δʼ ἐπιγελάσαντες “ᾔτησεν,” εἶπον, “ἀλλʼ ἐπὶ θάτερα.”2 καὶ συνεὶς ὁ πρεσβύτης ἕτερον αὐτίκα βραχύτατον ᾔτει διάστημα, μέχρις οὗ τὴν θυγατέρα ἴδοι· ἰδὼν δὲ ἐκέλευε μὴ μετασχεῖν τῶν πατρῴων, μὴ κἀκείνην ὁ ἀδελφὸς αἰτήσαιτο παρὰ Ἀντωνίου.3 συνέβη δὲ καὶ τῷδε τὴν οὐσίαν ἐς αἰσχρὰ δαπανῆσαι καὶ κλοπῆς ἁλόντι φυγεῖν ἐκ καταδίκης.

另一位裁判官安纳利斯正陪同竞选财务官的儿子四处奔走并向选民拉票,但跟随他的朋友们和执掌官职标志的人一听闻安纳利斯已被添入名单,便纷纷弃他而逃。他逃往自己的一位被保护人处——此人在城郊拥有一处狭小简陋的屋舍,在各方面都极不起眼且易被忽略——在那里安全躲藏,直到他的儿子猜疑他逃往该被保护人处,领着杀手们寻至那所屋舍下。这儿子从三头统治者手中获得了父亲的财产,并被选为市政官。但有一次他在酒醉归来之际与一些士兵发生冲突,竟被当场击杀,而这些凶手正是先前杀害他父亲的那批士兵。 托拉尼乌斯虽已不再任裁判官,但曾任该职;他的儿子虽在别的事情上放荡不羁,却在安东尼面前极有权势。托拉尼乌斯央求百夫长们暂缓行刑片刻,等他的儿子向安东尼求情。但他们冷笑着说:“他确实请求了,但请求的是相反的事!”这位老人明白后,立刻要求另一个极短暂的间歇,以便见他的女儿一面;见到女儿后,他嘱咐她切莫参与继承父业,以免其兄长连她(或她的份额)也向安东尼索要。而这个儿子最终也因沉溺于丑行而荡尽了家财,并因盗窃罪败露而被判流放。

语法注3 条
  1. 4417ὡς εἶχε

    副词性习语,意为“照原样”、“当场”,表示未容对方改变姿势或作任何准备。与紧随其后的分词短语 τῆς κόμης ἐπισπάσας 连用,生动描绘出凶手毫不容其变动体态、径直抓着坐在或躺在餐榻上的萨尔维乌斯的头发将其拖拉的情景。

  2. 4418ἀλλʼ ἐπὶ θάτερα

    ἐπὶ θάτερα 为 ἐπὶ τὰ ἕτερα 之合音(crasis),字面意为“向另一边”、“朝相反方向”。承接前面的动词 ᾔτησεν(“他确实请求了”),以冷酷的反讽揭示出儿子所请求的非但不是求情宽恕,反而是促请处决。

  3. 4418μὴ κἀκείνην ὁ ἀδελφὸς αἰτήσαιτο παρὰ Ἀντωνίου

    由否定连词 μή 引领并搭配祈愿式动词(αἰτήσαιτο)的从句,在过去时主动词(ἐκέλευε)后表示担忧或预防(“唯恐其兄长……”)。κἀκείνην 为 καὶ ἐκείνην 之合音,既可指女儿本人的性命,亦可指其所继承的产业份额,表明父亲害怕放荡的兄长连妹妹也一并向安东尼索要害死。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4417-4418