- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4315-4316
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了公敌宣告下受害者不同的死难方式、亲从的忠义举动以及逃亡者悲喜交错的命运,并阐述了这场动乱通向当下帝国秩序的历史意义,申明将择取最惊心动魄之奇事予以撰述的方针。
ἔθνῃσκον δὲ οἱ μὲν ἀμυνόμενοι τοὺς ἀναιροῦντας, οἱ δʼ οὐκ ἀμυνόμενοι ὡς οὐχ ὑπὸ τῶνδε ἀδικούμενοι,1 εἰσὶ δʼ οἳ καὶ σφᾶς αὐτοὺς λιμῷ τε ἑκουσίῳ δαπανῶντες καὶ βρόχοις χρώμενοι καὶ τὰ σώματα καταποντοῦντες ἢ ῥιπτοῦντες ἀπὸ τῶν τεγῶν ἢ ἐς πῦρ ἐναλλόμενοι ἢ τοῖς σφαγεῦσιν ὑπίσχοντες ἢ καὶ μεταπεμπόμενοι βραδύνοντας, ἕτεροι δὲ κρυπτόμενοι καὶ λιπαροῦντες ἀπρεπῶς ἢ διωθούμενοι τὸ κακὸν ἢ ὠνούμενοι. οἱ δὲ καὶ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν, ὑπʼ ἀγνοίας ἢ κατʼ ἐπιβουλήν, ἀπώλλυντο. καὶ δῆλος ἦν ὁ μὴ προγραφεὶς νέκυς, ὅτε οἱ προσκέοιτο ἡ κεφαλή·2 τῶν γὰρ δὴ προγεγραμμένων ἐν ἀγορᾷ προυτίθεντο παρὰ τοῖς βήμασιν, ἔνθα ἔδει κομίσαντας ἀντιλαβεῖν τὰ ἀγαθά. ἴση δʼ ἦν ἑτέρων σπουδὴ καὶ ἀρετή, γυναικῶν τε καὶ παιδίων καὶ ἀδελφῶν καὶ θεραπόντων, περισῳζόντων τε καὶ συμμηχανωμένων πολλὰ καὶ συναποθνῃσκόντων, ὅτε μὴ τύχοιεν ὧν ἐπενόουν· οἱ δὲ καὶ ἐπανῄρουν σφᾶς ἀνῃρημένοις. τῶν δὲ ἐκφυγόντων οἱ μὲν ὑπὸ ναυαγίων ἀπώλλυντο, ἐς πάντα σφίσι τῆς τύχης ἐπιβαρούσης, οἱ δὲ ἐπανήχθησαν ἐκ παραλόγων ἐπί τε ἀρχὰς τῆς πόλεως καὶ στρατηγίας πολέμων καὶ θριάμβους. οὕτως ὁ καιρὸς ἦν ἐκεῖνος ἐπίδειξις παραδοξολογίας.
于是,有些人奋力抵抗杀害他们的人而死,有些人则未加抵抗而死,认为并非受到这批凶手的伤害;还有些人主动断食以自戕,或使用绳套自缢,或投水自尽,或从屋顶跳下,或投身烈火,或主动向刽子手献出头颅,甚至在刽子手迟延时派人催请;另有一些人则躲藏起来,毫无尊严地哀求乞怜,或试图消灾,或用金钱赎命。还有些人并非出于三头统治者的意愿,而是因认错人或受陷害而丧命。凡是未被列入公敌宣告名单的尸体,只要头颅依然留在身上便显而易见;因为列入名单者的头颅都被陈列在广场的讲坛旁,带回首级的人必须在那里领取报酬。另一方面,其他人——妻子、幼子、兄弟和仆从——的赤诚与美德同样令人赞叹,他们竭力保全亲人,同谋策划诸多逃脱之计,一旦计划未能实现便一同赴死;有些人甚至在亲人遇害后自刎殉难。在逃脱的人中,一部分人因沉船而亡,命运在各方面都重压着他们;另一部分人则出人意料地重返城邦官职,执掌军旅指挥权并享有凯旋式。那段时期就是这般充满了匪夷所思的逆转。
καὶ τάδε ἐγίγνετο οὐκ ἐν ἰδιώτιδι πόλει οὐδὲ ἐν ἀσθενεῖ καὶ σμικρῷ βασιλείῳ, ἀλλὰ τὴν δυνατωτάτην καὶ τοσούτων ἐθνῶν καὶ γῆς καὶ θαλάσσης ἡγεμονίδα διέσειεν ὁ θεός, ἐκ πολλοῦ ἄρα ἐς τὴν νῦν καθιστάμενος εὐταξίαν.3 ἐγένετο μὲν οὖν τοιάδε ἕτερα ἐν αὐτῇ κατά τε Σύλλαν καὶ ἔτι πρὸ ἐκείνου Γάιον Μάριον, ὧν ὁμοίως τὰ γνωριμώτατα τῶν κακῶν ἐν τοῖς περὶ ἐκείνων ἀνελεξάμην, καὶ προσῆν ἐκείνοις ἀταφία· ταῦτα δὲ ἀξιώσει τε τῶν τριῶν ἀνδρῶν καὶ τοῦ ἑνὸς αὐτῶν μάλιστα ἀρετῇ καὶ τύχῃ, τὴν ἀρχὴν συστησαμένου τε ἐς ἕδραν ἀσφαλῆ καὶ γένος καὶ ὄνομα τὸ νῦν ἄρχον ἀφʼ ἑαυτοῦ καταλιπόντος, ἐπιφανέστερα.4 ὧν τὰ λαμπρὰ καὶ τὰ χείρω γενόμενα ἐν μνήμῃ τε μᾶλλον ὄντα, ὅτι καὶ τελευταῖα γέγονεν, ἐπελεύσομαι νῦν, οὐ πάντα (οὐ γὰρ ἀξιαφήγητον ἀναίρεσις ἁπλῆ καὶ φυγὴ ἢ τῶν τριῶν ἀνδρῶν τισι συγγνόντων ὕστερον ἐπάνοδος ἢ ἐπανελθόντων ἀφανὴς καταβίωσις), ἀλλʼ ὅσα παραλογώτατα ὄντα μάλιστα ἂν ἐκπλήξειε καὶ πιστεύειν ποιήσειε τοῖς προλεγομένοις. πολλὰ δέ ἐστι, καὶ πολλοὶ Ῥωμαίων ἐν πολλαῖς βίβλοις αὐτὰ συνέγραψαν ἐφʼ ἑαυτῶν· ὀλίγα δὲ ἐγὼ καθʼ ἑκάστην ἰδέαν, ἐς πίστιν ἑκάστης καὶ ἐς εὐδαιμόνισμα τῶν νῦν παρόντων, ἐπὶ κεφαλαίου διὰ τὸ μῆκος ἀναγράψω.
而这些事情并非发生在一个寻常城邦,亦非发生在一个衰弱狭小的王国,而是神明震动了这统治着众多民族、领陆与汪洋的最强大的霸主,历经漫长曲折,方才将其安顿为如今井然有序的政局。固然,过去在苏拉时代以及更早的盖约·马略时代,此地也曾发生过类似惨祸,关于那些事件中最昭著的罪恶,我同样在叙述彼等历史时作了回顾,且当时还伴随着抛尸不葬的恶行;然而当下的事端,由于三头统治者的尊荣,尤其是其中一人的美德与天幸——他将大统确立在坚固的基石上,并留下了至今仍在统治的家族与称号——而显得更加瞩目。在这些发生过的事情中,凡是辉煌的与较悲惨的、因发生在最近而更鲜活地留存在人们记忆中的事件,我现在都要予以巡览。但这并非指全部细节——因为单纯的杀戮与逃亡、三头统治者对某些人日后赦免而使其返回、或是返回者籍籍无名地度过余生,均不足以记叙——而是记录那些最为离奇绝伦、最能使人惊骇并令人笃信前述事实的事件。这类事件极多,许多罗马人也各自在卷帙浩繁的著作中作了编纂;然而鉴于篇幅冗长,我仅就各类情形采撷少数事例作提纲挈领之记述,以确证每种情形之真实,并以此颂扬当今时代的福祉。
- 4315ὡς οὐχ ὑπὸ τῶνδε ἀδικούμενοι
连词 ὡς 连同否定词 οὐ 以及被动分词 ἀδικούμενοι,表示受害者主观上的认知或理由:他们认为真正加害于自己的并非眼前这批奉命动手的刽子手,因而放弃反抗。
- 4315ὅτε οἱ προσκέοιτο ἡ κεφαλή
时间从句(ὅτε)中的动词 προσκέοιτο 是 πρόσκειμαι 的第三人称单数祈愿语气,表示过去反复发生的动作(过去反复祈愿语气)。配合指代尸体的与格代词 οἱ,意为“凡是头颅还附在尸身上的时候”。
- 4316ἐκ πολλοῦ ἄρα ἐς τὴν νῦν καθιστάμενος εὐταξίαν
分词 καθιστάμενος 与主语 ὁ θεός 一致,描述神明长久以来的引导过程。介词短语 ἐκ πολλοῦ 表示时间跨度的久远(“历经漫长曲折”),表明神明令国家经历剧烈动荡最终安顿为当前秩序(奥古斯都体制)的深远安排。
- 4316ταῦτα δὲ ἀξιώσει τε τῶν τριῶν ἀνδρῶν... ἐπιφανέστερα
句子的核心骨架为 ταῦτα δὲ ... ἐπιφανέστερα [ἐστί / ἐγένετο],其中原因与格 ἀξιώσει 以及 ἀρετῇ καὶ τύχῃ 修饰作表语的比较级形容词 ἐπιφανέστερα。主语 ταῦτα 指当前三头统治下的肃清惨事,与前文提及的苏拉和马略时期的祸患相对比,表明本次事件“更为显著/瞩目”。
