← 阿庇安

内战记

§4312-4314

公敌名单的公布与全城搜捕引发的混乱

三头将包括自身至亲在内的显要人物列于公敌名单之首,并下令封锁全城及乡野展开搜捕。由此引发了亲属与奴仆的大肆背叛,致使往昔的高官显贵陷入屈辱的潜逃、绝望与杀戮之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4312

πρῶτος δʼ ἦν ἐν τοῖς προγράφουσι Λέπιδος, καὶ πρῶτος ἐν τοῖς προγραφομένοις ὁ ἀδελφὸς ὁ Λεπίδου Παῦλος, καὶ δεύτερος ἦν τῶν προγραφόντων Ἀντώνιος καὶ δεύτερος τῶν προγραφομένων ὁ θεῖος ὁ Ἀντωνίου Λεύκιος, οἵδε μέν, ὅτι πρῶτοι πολεμίους αὐτοὺς ἐψηφίσαντο. τρίτος δὲ καὶ τέταρτος ἦν τῶν ἐν ἑτέρῳ πίνακι προκειμένων ἐς τὸ μέλλον ὑπάτων Πλάγκου μὲν ὁ ἀδελφὸς Πλώτιος, Ἀσινίου δὲ ὁ πενθερὸς Κοΐντιος.1 καὶ οὐ κατʼ ἀξίωσιν ἄρα μόνην οἵδε τῶν ἄλλων προύκειντο μᾶλλον ἢ ἐς θάμβος καὶ δυσελπιστίαν, μηδένα ῥύσεσθαί τινα προσδοκᾶν.2 ἦν δὲ καὶ Θωράνιος ἐν τοῖς προγεγραμμένοις, λεγόμενος ὑπό τινων ἐπιτροπεῦσαι Καίσαρος. ἅμα δὲ ταῖς προγραφαῖς αἵ τε πύλαι κατείχοντο καὶ ὅσαι ἄλλαι τῆς πόλεως ἔξοδοί τε καὶ λιμένες ἢ ἕλη καὶ τέλματα ἢ εἴ τι ἄλλο ἐς φυγὴν ὕποπτον ἦν ἢ ἐς λαθραίους καταφυγάς· τήν τε χώραν ἐπετέτραπτο τοῖς λοχαγοῖς ἐρευνᾶν περιθέουσι, καὶ ἐγίγνετο πάντα ὁμοῦ.

在发布公敌宣告的人中,雷必达位列第一,而在被宣告为公敌的人中,雷必达的兄弟保卢斯位列第一;发布公敌宣告的人中第二位是安东尼,而在被宣告为公敌的人中第二位是安东尼的叔父卢基乌斯——这两人之所以名列前茅,是因为他们最先表决宣布他们为公敌。位列第三和第四的,则是在另一块木牌上公布的未来执政官普兰库斯的兄弟普洛提乌斯,以及阿西尼乌斯的岳父昆克提乌斯。因此,他们被置于其他人之前公布,与其说是单凭门第高贵,不如说是为了引起恐慌与绝望,使人不敢指望会有任何人能搭救自己。在被宣告为公敌的人中还有索拉尼乌斯,有人称他曾担任凯撒的监护人。在公布名单的同时,城门以及全城的所有其他出口、港口、沼泽、水坑,凡是涉嫌逃亡或暗中藏匿的处所均被封锁;百夫长们受命四处巡查搜捕乡野,一切都在同一时刻展开。

§4313

εὐθὺς οὖν ἦν ἀνά τε τὴν χώραν καὶ ἀνὰ τὴν πόλιν, ὡς ἕκαστός πῃ συνελαμβάνετο, ἀνδρολήψια αἰφνίδια πολλὰ καὶ τρόποι τῶν φόνων ποικίλοι τῶν τε κεφαλῶν ἀποτομαὶ τοῦ μισθοῦ χάριν ἐς ἐπίδειξιν φυγαί τε ἀπρεπεῖς καὶ σχήματα ἄτοπα ἐκ τοῦ πρὶν περιφανοῦς. κατέδυνον γὰρ οἱ μὲν ἐς φρέατα, οἱ δὲ ἐς τὰς ὑπονόμους τάφρους ἐπὶ τὰ ἀκάθαρτα, οἱ δὲ ἐς καπνώδεις ὑπωροφίας ἢ τῶν τεγῶν ταῖς κεραμίσι βυομέναις ὑπεκάθηντο μετὰ σιγῆς βαθυτάτης. ἐδεδοίκεσαν γὰρ οὐχ ἧσσον τῶν σφαγέων οἱ μὲν γυναῖκας ἢ παῖδας οὐκ εὐμενῶς σφίσιν ἔχοντας, οἱ δὲ ἐξελευθέρους τε καὶ θεράποντας, οἱ δὲ καὶ δανεισμάτων χρήστας ἢ χωρίων γείτονας ἐπιθυμίᾳ τῶν χωρίων. ἐπανάστασις γὰρ δὴ πάντων, ὅσα τέως ὕπουλα ἦν, ἀθρόα τότε ἐγίγνετο καὶ ἀθέμιστος μεταβολὴ βουλευτῶν ἀνδρῶν, ὑπάτων ἢ στρατηγῶν ἢ δημάρχων, ἔτι τάσδε τὰς ἀρχὰς μετιόντων ἢ ἐν αὐταῖς γεγονότων, ἐς πόδας ἰδίου θεράποντος ῥιπτουμένων σὺν ὀλοφύρσεσι καὶ σωτῆρα καὶ κύριον τὸν οἰκέτην τιθεμένων. οἴκτιστον δὲ ἦν, ὅτε καὶ ταῦτα ὑποστάντες οὐκ ἐλεηθεῖεν.

于是立即在乡间与城中,随着各人在某处被捕,出现了许多突发的抓捕,杀戮手段形形色色,为了领取赏金而斩首示众,原本显赫之人如今沦为狼狈逃窜与怪诞不堪的伪装。因为有人潜入井底,有人藏身于下水道沟渠的污秽之中,有人攀上烟雾缭绕的屋顶内侧,或者在塞紧瓦片的屋顶下死寂无声地蜷缩着。比起刽子手,他们同样害怕对自己心怀不善的妻子或儿女,害怕获释奴隶与仆人,甚至害怕借贷的债务人或是觊觎其田产的邻人。以往一切潜伏的祸端如今全部爆发,出现了有悖常伦的倒错:身为元老院议员的人——无论是执政官、裁判官还是保民官,或是正在竞选这些职位,或是曾担任过这些职位——都哭号着扑倒在自己仆从的脚下,把奴隶视作救主与主人。而最令人悲恻的,则是当他们经受了这等屈辱后,却仍未获得怜悯之时。

§4314

ἰδέα τε πᾶσα κακῶν ἦν, οὐχ ὡς ἐν στάσεσιν ἢ πολέμου καταλήψεσιν· οὐ γάρ, ὡς ἐν ἐκείνοις, τὸν μὲν ἀντιστασιώτην ἢ πολέμιον ἐδεδοίκεσαν, τοῖς δʼ οἰκείοις σφᾶς ἐπέτρεπον, ἀλλὰ καὶ τούσδε τῶν σφαγέων μᾶλλον ἐδεδοίκεσαν, οὐδὲν μὲν αὐτοὺς ὡς ἐν πολέμῳ καὶ στάσει δεδιότας, σφίσι δὲ αὐτίκα γιγνομένους ἐξ οἰκείων πολεμίους, ἢ διʼ ὕπουλον ἔχθραν ἢ ὑπὸ τῶν ἐπικεκηρυγμένων σφίσι γερῶν ἢ διὰ τὸν ἐν ταῖς οἰκίαις χρυσόν τε καὶ ἄργυρον. ἄπιστος γὰρ δὴ διὰ ταῦτα ἀθρόως ἕκαστος ἐς τὸν οἰκεῖον ἐγίγνετο καὶ τὸ σφέτερον κέρδος τοῦ πρὸς αὐτὸν ἐλέου προυτίθει· ὁ δὲ πιστὸς ἢ εὔνους ἐδεδίει βοηθεῖν ἢ κρύπτειν ἢ συνειδέναι διʼ ὁμοιότητα τῶν ἐπιτιμίων. ἔς τε τὸ ἔμπαλιν αὐτοῖς τοῦ πρώτου τῶν ἑπτακαίδεκα ἀνδρῶν δέους περιέστη. τότε μὲν γὰρ οὐ προγραφέντος οὐδενός, ἀλλά τινων ἄφνω συλλαμβανομένων πάντες ἐδεδοίκεσαν ὅμοια καὶ συνήσπιζον ἀλλήλοις· ἐπὶ δὲ ταῖς προγραφαῖς οἱ μὲν αὐτίκα πᾶσιν ἔκδοτοι γεγένηντο, οἱ δὲ ἐν ἀμερίμνῳ περὶ σφῶν καὶ ἐπὶ κέρδει γενόμενοι τοὺς ἄλλους ἐπὶ μισθῷ τοῖς σφαγεῦσιν ἐκυνηγέτουν. ὁ δὲ λοιπὸς ὅμιλος, οἱ μὲν τὰς οἰκίας τῶν ἀναιρουμένων διήρπαζον, καὶ τὸ κέρδος αὐτοὺς ἀπὸ τῆς συνέσεως τῶν παρόντων κακῶν ἐψυχαγώγει· οἱ δὲ ἐμφρονέστεροί τε καὶ ἐπιεικεῖς ἐτεθήπεσαν ὑπὸ ἐκπλήξεως, καὶ ἦν αὐτοῖς παραλογώτερον, ὅτε μάλιστα ἐνθυμηθεῖεν, ὅτι τὰς μὲν ἄλλας πόλεις ἐλυμήναντο στάσεις καὶ περιέσωσαν ὁμόνοιαι, τὴν δὲ καὶ αἱ στάσεις τῶν ἀρχόντων προαπώλεσαν καὶ ἡ ὁμόνοια τοιάδε ἐργάζεται.

各种各样的祸患层出不穷,与党争或战时攻陷城市的情形截然不同。因为人们并非像在那种情况下那样,畏惧敌党或外敌而将自身托付给亲友,相反,他们惧怕亲友甚于惧怕刽子手;亲友们自身并不像在战争和党争中那样有任何畏惧,反而立刻对他们从亲人沦为仇敌,或是出于隐秘的宿怨,或是由于悬赏的赏格,或是为了屋内的金银。正因这些缘故,每个人都骤然对亲友背信弃义,将自身私利置于对亲友的怜悯之上;而忠诚或心怀善意的人,则因同样的刑罚而不敢相助、隐匿或同谋。他们所陷入的境况,与最初关于十七人的恐惧恰恰相反。当时由于没有任何名单公布,只是某些人突遭逮捕,众人怀着同样的恐惧而互相支持;但名单公布之后,一部分人立即被交由所有人处置,另一部分人则因自身安然无忧且唯利是图,为了赏钱而替刽子手猎捕其余的人。其余的民众中,一部分人趁机劫掠被诛杀者的宅邸,贪图的利益使他们无心体会眼前的惨祸;而那些更为明智、端正的人则惊骇得目瞪口呆,尤其是当他们想到:其他城邦因党争而败亡、因和睦而保全,而这座城邦却先因统治者之间的党争而遭毁灭,如今他们的和睦又酿成了这般惨剧,这令他们感到更加荒谬绝伦。

语法注2 条
  1. 4312τῶν ἐν ἑτέρῳ πίνακι προκειμένων ἐς τὸ μέλλον ὑπάτων Πλάγκου μὲν ὁ ἀδελφὸς Πλώτιος, Ἀσινίου δὲ ὁ πενθερὸς Κοΐντιος

    属格短语 τῶν ἐν ἑτέρῳ πίνακι προκειμένων ἐς τὸ μέλλον ὑπάτων(在另一块木牌上公布的未来执政官)构成一个完整的名词短语,后文的属格 Πλάγκου 与 Ἀσινίου 作为同位语附属于它。此处指被宣告为公敌者的亲属——普兰库斯与阿西尼乌斯(波利奥)系候任执政官(consules designati),而非被处决者本人担任执政官。

  2. 4312καὶ οὐ κατʼ ἀξίωσιν ἄρα μόνην οἵδε τῶν ἄλλων προύκειντο μᾶλλον ἢ ἐς θάμβος καὶ δυσελπιστίαν, μηδένα ῥύσεσθαί τινα προσδοκᾶν

    结构 οὐ... μόνην... μᾶλλον ἤ 构成比较关联句,意为“与其说是单纯由于……,不如说是为了……”。紧接在介词短语 ἐς θάμβος καὶ δυσελπιστίαν(为了引起恐慌与绝望)之后的不定式短语 μηδένα ῥύσεσθαί τινα προσδοκᾶν,在此作为结果不定式或同位性阐释不定式,用以进一步说明恐慌与绝望的具体心理内容(即料想无人能够搭救任何人)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:4312-4314