← 阿庇安

内战记

§417133-417134

卡西乌斯与布鲁图斯的功业与败亡总评

阿庇安概述了卡西乌斯与布鲁图斯在短期内筹集的庞大军力与经略东方的成就,继而论述刺杀凯撒的大罪所招致的种种不祥预兆,以及二人最终自决以清偿血债的结局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§417133

ἐπεί γε μὴν ἔργων ἐδέησε, δυοῖν οὐδὲ ὅλοιν ἐτοῖν1 στρατιάν τε συνέλεξαν ὑπὲρ εἴκοσιν ὁπλιτῶν τέλη καὶ ἱππέας ἀμφὶ τοὺς δισμυρίους καὶ ναῦς μακρὰς ὑπὲρ τὰς διακοσίας τήν τε ἄλλην παρασκευὴν ἀξιόλογον καὶ χρήματα ἄπειρα καὶ παρʼ ἑκόντων καὶ παρὰ ἀκόντων, πολέμους τε ἐπολέμησαν ἔθνεσι καὶ πόλεσι καὶ τῶν ἀντιστασιωτῶν πολλοῖς καὶ κατώρθουν. ἐθνῶν τε ἐκράτησαν ἀπὸ Μακεδονίας μέχρι Εὐφράτου· καὶ ὅσους ἐπολέμησαν, ἐς συμμαχίαν αὑτοῖς ἔπεισαν καὶ βεβαιοτάτοις ἐχρήσαντο. ἐχρήσαντο δὲ καὶ βασιλεῦσι καὶ δυνάσταις, καὶ Παρθυαίοις καίπερ οὖσιν ἐχθροῖς ἐς τὰ βραχύτερα· ἐπὶ δὲ τὸ μεῖζον ἔργον οὐκ ἀνέμειναν ἐρχομένους, ἵνα μὴ βάρβαρον ἢ ἀντίπαλον ἔθνος ἐθίσειαν ἐπὶ Ῥωμαίοις. ὃ δὲ δὴ μάλιστα πάντων ἀδοκητότατον ἦν, ὁ στρατὸς ὁ πλείων ὅδε Γαΐου Καίσαρος ἐγεγένητο, καὶ δαιμονίως αὐτὸν εὐνοίας καὶ σπουδῆς ἔχοντα2 ἐς ἐκεῖνον μετέπεισαν οἱ σφαγεῖς οἵδε τοῦ Καίσαρος, καὶ ἐπὶ τὸν τοῦ Καίσαρος υἱὸν ἕσποντο αὐτοῖς πιστότερον ἢ Ἀντωνίῳ τῷ Καίσαρος συναγωνιστῇ τε καὶ συνάρχῳ· οὐ γάρ τις αὐτῶν Βροῦτον ἢ Κάσσιον οὐδὲ ἡσσωμένους ἀπέλιπεν, οἱ Ἀντώνιον ἀμφὶ τὸ Βρεντέσιον καὶ πρὸ πείρας ἀπολιπόντες·3 ἦν τε πρόφασις αὐτοῖς τῶν πόνων, καὶ ἐπὶ Πομπηίου καὶ νῦν, οὐχ ὑπὲρ σφῶν αὐτῶν, ἀλλʼ ὑπὲρ δημοκρατίας, ὀνόματος εὐειδοῦς μέν, ἀλυσιτελοῦς δὲ αἰεί. σφῶν τε αὐτῶν, ὅτε μηδὲν ἐδόκουν ἔτι εἶναι χρήσιμοι τῇ πατρίδι, ἄμφω κατεφρόνησαν ὁμοίως. ἐν δὲ ταῖς φροντίσι καὶ πόνοις ὁ μὲν Κάσσιος ἀμεταστρεπτί, καθάπερ ἐς τὸν ἀγωνιστὴν οἱ μονομαχοῦντες, ἐς μόνον τὸν πόλεμον ἀφεώρα· ὁ δὲ Βροῦτος, ὅπῃ γίγνοιτο, καὶ φιλοθεάμων ἦν καὶ φιλήκοος, ἅτε καὶ φιλοσοφήσας οὐκ ἀγεννῶς.

然而,一旦到了需要付诸实际行动之时,他们在不足两年的时间里便集结了一支拥有二十多个重步兵军团、约两万骑兵、两百余艘长船的庞大军队,以及其他可观的战备物资,并从自愿与不愿者手中筹集了无尽的钱财;他们同许多民族、城邦以及党派政敌交战,并屡屡得手。他们控制了从马其顿直至幼发拉底河的各族领土;凡与之交战者,他们皆说服其结盟,并得其为最为坚实的盟友。他们亦征调各邦君王与统治者,乃至对敌对的帕提亚人,也在较次要的事务中加以起用;但在重大战事上,他们并未等待其来援,以免让蛮族与劲敌习于向罗马人进击。而最令人意想不到的是,这支军队的大部分原属于盖乌斯·凯撒,且曾对凯撒怀有惊人的好感与忠心,但这几位杀害凯撒之人却说服了他们反戈,使其追随自己讨伐凯撒之子,其忠贞甚至胜过追随凯撒的战友兼同僚安东尼;因为他们之中无一人在兵败之时离弃布鲁图斯或卡西乌斯,而正是这批人当年在布伦迪西乌姆尚未交兵之时便遗弃了安东尼。无论在庞培时期还是在眼下,他们劳碌的托辞皆非为了私利,而是为了民主政治——这虽是一个动听的名称,却历来劳而无功。而当他们自认于祖国再无用处之时,两人皆同样轻蔑地舍弃了生命。在焦虑与劳苦之中,卡西乌斯如角斗士凝视对手般心无旁骛,唯独紧盯着战事;布鲁图斯则无论身处何地,皆热衷游历求知,乐于倾听受教,盖因他曾极具风骨地钻研哲学。

§417134

ἀλλὰ καὶ τοιοῖσδε οὖσιν αὐτοῖς ἀντίθετον ἐς ἅπαντα ἦν τὸ ἄγος τὸ ἐς Καίσαρα. ὅ γε οὐδὲ ἁπλοῦν ἄγος ἦν οὐδὲ ἐν ὀλίγῳ· καὶ γὰρ ἐς φίλον ἐγίγνετο παραλόγως καὶ ἐς εὐεργέτην ἐκ πολέμου περισώσαντα ἀχαρίστως καὶ ἐς αὐτοκράτορα ἀθεμίστως καὶ ἐν βουλευτηρίῳ καὶ ἐς ἱερέα καὶ ἱερὰν ἐσθῆτα ἐπικείμενον καὶ δυνάστην μὲν οἷον οὐχ ἕτερον, χρησιμώτατον δὲ ὑπὲρ ἅπαντας τῇ τε πατρίδι καὶ τῇ ἡγεμονίᾳ γενόμενον. ἃ καὶ τὸ δαιμόνιον αὐτοῖς ἄρα ἐνεμέσησε καὶ προεσήμηνε πολλάκις. Κασσίῳ τε γὰρ τὸν στρατὸν καθαίροντι ὁ ῥαβδοῦχος ἀνεστραμμένον τὸν στέφανον ἐπέθηκε· καὶ Νίκη, χρύσεον ἀνάθημα Κασσίου, κατέπεσεν, ὄρνεά τε πολλὰ ὑπὲρ τὸ στρατόπεδον αὐτοῦ καθιέμενα κλαγγὴν οὐδεμίαν ἠφίει, καὶ μελισσῶν ἐπεκάθηντο συνεχεῖς ἑσμοί. Βροῦτον δὲ ἐν Σάμῳ γενεθλιάζοντά φασι παρὰ τὸν πότον, οὐδὲ εὐχερῆ πρὸς τὰ τοιαῦτα ὄντα, ἀλόγως τόδε τὸ ἔπος ἀναβοῆσαι· ""ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός." "μέλλοντα δὲ περᾶν ἐκ τῆς Ἀσίας ἐς τὴν Εὐρώπην σὺν τῷ στρατῷ, νυκτὸς ἐγρηγορότα, μαραινομένου τοῦ φωτὸς ὄψιν ἰδεῖν ἐφεστῶσάν οἱ παράλογον καὶ πυθέσθαι μὲν εὐθαρσῶς, ὅς τις ἀνθρώπων ἢ θεῶν εἴη, τὸ δὲ φάσμα εἰπεῖν· “ὁ σός, ὦ Βροῦτε, δαίμων κακός· ὀφθήσομαι δέ σοι καὶ ἐν Φιλίπποις.” καὶ ὀφθῆναί φασιν αὐτῷ πρὸ τῆς τελευταίας μάχης. ἐξιόντι δὲ τῷ στρατῷ πρὸ τῶν πυλῶν αἰθίοψ ὑπήντησε· καὶ τόνδε μὲν ὡς οἰώνισμα φαῦλον ὁ στρατὸς αὐτίκα συνέκοψε, δαιμόνια δʼ ἦν αὐτοῖς ἄρα καὶ τάδε, Κάσσιον μὲν ἐν ἀμφηρίστῳ νίκῃ πάντα ἀλόγως ἀπογνῶναι, Βροῦτον δὲ εὐβούλου βραδυτῆτος ἐκβιασθῆναι4 καὶ ἐς χεῖρας ἐλθεῖν ἀνδράσι διωκομένοις ὑπὸ λιμοῦ, δαψιλῶς αὐτὸν ἔχοντα ἀγορᾶς καὶ ναυκρατοῦντα, καὶ τόδε παθεῖν ὑπὸ τῶν οἰκείων μᾶλλον ἢ τῶν πολεμίων, καὶ μὴν πολλάκις ἀγώνων μετασχόντες ἐν μὲν ταῖς μάχαις οὐδὲν ἔπαθον, ἄμφω δʼ αὑτῶν ἐγένοντο αὐθένται καθάπερ ἐγένοντο τοῦ Καίσαρος. Κάσσιος μὲν δὴ καὶ Βροῦτος τοιάνδε δίκην ἐδεδώκεσαν.

然而,即便他们身负如此才具,谋害凯撒的大罪却在各个方面构成其无法磨灭的反照。此罪绝非单一或微末之罪:盖因这违理叛道地加于友人,忘恩负义地施于战后存全其性命的恩主,悖逆法纪地犯于统帅,更发生在元老院之内,加害于身披圣服的大祭司,加害于一位独一无二、对祖国与霸业功绩盖世的统治者。因此神明亦对他们降下愤怒,并屡赐凶兆。当卡西乌斯举行净军仪式时,扈从侍从官竟将花环反着戴在他头上;卡西乌斯所奉献的黄金胜利女神像亦轰然倒塌;诸多鸟禽掠过其军营却无一声啼鸣,更有接连不断的蜂群驻聚营中。又传布鲁图斯在萨摩斯庆祝生辰之际,在宴饮之间,平日绝非轻浮之人的他竟突兀地高声吟诵此句: “然而是毁灭之命运与勒托之子将我诛杀。” 当他将率军自亚细亚渡海至欧洲之际,深夜醒来,残烛渐熄,见一奇诡形影立于身旁;他壮着胆子质问来者是神是人,幽灵答道:“布鲁图斯,我乃你的凶恶精灵;在腓立比,我还将见你。”据说在最终决战之前,此幽灵果然再度显现。 又当大军出征之际,城门前迎面遇上一名埃塞俄比亚人;士兵们当即将其斩杀,视作不祥之兆。然而以下诸事亦实乃神明所定:卡西乌斯竟在胜负悬而未决之际无端陷入彻底绝望;布鲁图斯拥有充裕的给养并牢握制海权,却被迫舍弃明智的拖延战策,与饱受饥馑困扰之敌展开肉搏,且此横祸系由自家人而非敌方所致;况且他们平生历经数度恶战,在疆场上毫发无伤,最终却如同当年弑杀凯撒一般,双双成了戕害自身的凶手。卡西乌斯与布鲁图斯所承受的,便是这般的报应。

语法注4 条
  1. 417133δυοῖν οὐδὲ ὅλοιν ἐτοῖν

    表示时间范围的属格(genitive of time within which)。连同否定词 οὐδέ,意为“在不足两整年的时间之内”。

  2. 417133δαιμονίως αὐτὸν εὐνοίας καὶ σπουδῆς ἔχοντα

    动词 ἔχω 与副词 δαιμονίως 以及性质/状态属格 εὐνοίας καὶ σπουδῆς 结合的惯用句式,表达士兵们的心理状态:“对他怀有异乎寻常的好感与热忱”。

  3. 417133οἳ Ἀντώνιον ἀμφὶ τὸ Βρεντέσιον καὶ πρὸ πείρας ἀπολιπόντες

    冠词 οἱ(与分词 ἀπολιπόντες 连用) 采用意合法(constructio ad sensum),未在语法形式上遵从紧邻的单数不定代词 τις,而是指代 τις αὐτῶν 及 ὁ στρατός 所暗指的全体士兵复数。此处凸显这批士兵昔日在布伦迪西乌姆抛弃安东尼,如今却在战败时亦未背弃布鲁图斯与卡西乌斯的对比。

  4. 417134Βροῦτον δὲ εὐβούλου βραδυτῆτος ἐκβιασθῆναι

    被动语态不定式 ἐκβιασθῆναι 带分离属格 εὐβούλου βραδυτῆτος,意为布鲁图斯被强行逼迫放弃了其明智审慎的拖延策略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:417133-417134