← 阿庇安

内战记

§417130-417132

布鲁图斯之死与对两将的评述

布鲁图斯败退入山后,深知将士已无意再战,遂在友人斯特拉托的协助下自刎殉道。史家进而总括卡西乌斯与布鲁图斯的崇高品格,以及元老院与众人对他们二人的深厚敬重。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§417130

ὁ δὲ Βροῦτος ἀναφεύγει μὲν ἐς τὰ ὄρη σὺν ἱκανῷ πλήθει, ὡς νυκτὸς ἐς τὸ στρατόπεδον ὑποστρέψων ἢ καταβησόμενος ἐπὶ τὴν θάλασσαν· ἐπεὶ δὲ περιείληπτο πάντα φυλακαῖς, διενυκτέρευεν ἔνοπλος μετὰ πάντων. καί φασιν αὐτὸν ἐς τοὺς ἀστέρας ἀναβλέποντα εἰπεῖν· ""Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος κακῶν," "ἐνσημαινόμενον ἄρα τὸν Ἀντώνιον. ὃ καὶ αὐτὸν Ἀντώνιόν φασιν ὕστερον ἐν τοῖς ἰδίοις κινδύνοις μεταγινώσκοντα εἰπεῖν, ὅτι συνεξετάζεσθαι Κασσίῳ καὶ Βρούτῳ δυνάμενος ὑπηρέτης γένοιτο Ὀκταουίου. τότε γε μὴν καὶ ὁ Ἀντώνιος ἔνοπλος ἐπὶ τῶν φυλακτηρίων ἀντιδιενυκτέρευε τῷ Βρούτῳ, χάρακα περιθέμενος ἐκ νεκρῶν σωμάτων καὶ λαφύρων συμφορηθέντων. ὁ δὲ Καῖσαρ ἐς μέσην νύκτα πονηθεὶς ἀνεχώρησε διὰ τὴν νόσον, Νωρβανῷ φυλάσσειν παραδοὺς τὸ στρατόπεδον.

布鲁图斯率领相当数量的兵力逃入山中,意欲在夜间返回营寨,或者下撤至海边;但见四处皆已被岗哨严密合围,便与全军一同披甲露宿。据说他仰望繁星叹道: “宙斯啊,愿这些祸患的作俑者莫逃过你的法眼,”这显然指的是安东尼。据说后来安东尼自己在身处险境时也悔恨地引用过此言,感叹自己本可以与卡西乌斯和布鲁图斯并列,却成了屋大维的仆从。不过在当时,安东尼亦在岗哨阵地上披甲达旦与布鲁图斯对峙,用堆积的尸首与战利品构筑起临时防御工事。而凯撒因半夜病情加重,因疾退入后方,将把守营寨之责交给了诺尔巴努斯。

§417131

Βροῦτος δὲ καὶ τῆς ἐπιούσης ὁρῶν τὰς ἐφεδρείας τῶν ἐχθρῶν ἐπιμενούσας, ἔχων οὐ πλήρη τέσσαρα τέλη συναναβάντα οἱ, αὐτὸς μὲν ἐπελθεῖν ἐπʼ αὐτοὺς ἐφυλάξατο, τοὺς δὲ ἡγουμένους αὐτῶν, αἰδουμένους τε τὸ ἁμάρτημα καὶ μετανοοῦντας, ἔπεμπεν ἀποπειράσοντας αὐτῶν, εἰ ἐθελήσουσιν ὤσασθαι διὰ τῶν ἐφεδρειῶν καὶ ἀναλαβεῖν τὰ ἴδια, ἔτι φυλασσόμενα ὑπὸ τῶν οἰκείων ὑπολελειμμένων. οἱ δὲ ἀβουλότατα μὲν ἐς τὸ ἔργον ὁρμήσαντες, εὐψυχότατοι δὲ τὸ μέχρι πλείστου γενόμενοι, τότε, βλάπτοντος ἤδη τοῦ θεοῦ, τῷ στρατηγῷ σφῶν ἀπεκρίναντο ἀναξίως βουλεύεσθαι περὶ αὑτοῦ·1 αὐτοὶ γάρ, τῆς τύχης πολλάκις πεπειραμένοι, οὐκ ἀνατρέψειν τὴν ἔτι λοιπὴν διαλλαγῶν ἐλπίδα. καὶ ὁ Βροῦτος ἐς τοὺς φίλους εἰπών· “οὐδὲν οὖν ἔτι εἰμὶ τῇ πατρίδι χρήσιμος, ὧδε καὶ τούτων ἐχόντων,” ἐκάλει Στράτωνα τὸν Ἠπειρώτην, ὄντα φίλον ἑαυτῷ, καὶ ἐγχειρεῖν ἐκέλευε τῷ σώματι. τούτου δὲ ἔτι βουλεύεσθαι παραινοῦντος ἐκάλει τινὰ τῶν οἰκετῶν. καὶ ὁ Στράτων, “οὐκ ἀπορήσεις,” εἶπεν, “ὦ Βροῦτε, φίλου μᾶλλον ἢ οἰκετῶν ἐς τὰ ὕστατα προστάγματα, εἰ ἤδη κέκριται.” καὶ εἰπὼν ἐνήρεισε ταῖς λαγόσι τοῦ Βρούτου τὸ ξίφος οὔτε ἀποστραφέντος οὔτε ἐνδόντος.

到了次日,布鲁图斯见敌人的阻击部队依然坚守不退,而自己身边只有随同上山的四个不满员军团,便避免亲自去见他们〔士兵们〕,而是派遣他们的指挥官——这些人对先前的过失深感惭愧且懊悔不已——去试探他们〔士兵们〕是否愿意杀穿阻击线,夺回仍由留守同袍把守的自家营寨。然而这些人,先前投身战事时极欠思虑,此前的大部分时间里又表现得极其英勇,此刻却因神明已降灾厄,竟向主帅作出了有失体面的回答,要他自己为自己打算;他们自己历经命运的屡次试炼,决不愿毁弃仅存的讲和希望。布鲁图斯遂向友人们说道:“既然局势如此,我于祖国已无半分用处。”于是他召来伊庇鲁斯人斯特拉托——此人是他的密友——命他对自己下手。斯特拉托尚且劝他再加思虑,布鲁图斯便要唤来一名家仆。斯特拉托见状说道:“布鲁图斯啊,若大局已定,要执行这最后的指令,你断不至于缺少一位朋友而只得依赖仆役。”言毕,他将利剑刺入布鲁图斯的腰腹,布鲁图斯既未闪避,亦未屈服。

§417132

ὧδε μὲν δὴ Κάσσιος καὶ Βροῦτος ἐθνῃσκέτην, ἄνδρε Ῥωμαίων εὐγενεστάτω τε καὶ περιφανεστάτω καὶ ἐς ἀρετὴν ἀδηρίτω,2 χωρὶς ἄγους ἑνός, ὥ γε καὶ Γάιος Καῖσαρ, ὄντε τῆς Μάγνου Πομπηίου μοίρας, ἐκ μὲν ἐχθροῖν καὶ πολεμίοιν ἐποιήσατο φίλω, ἐκ δὲ φίλοιν ἦγεν ὡς υἱώ. καὶ ἡ βουλὴ περιποθήτω τε εἶχεν αἰεὶ καὶ ἀτυχήσαντε ἐλεεινὼ δυοῖν τε τούτοιν ἕνεκα πᾶσιν ἀμνηστίαν ἐτίθετο καὶ φυγόντοιν αὐτοῖν ἔπεμψεν ἡγεμονίας, ἵνα μὴ φυγάδες εἶεν, οὐκ ἀμελοῦσα μὲν Γαΐου Καίσαρος οὐδὲ ἐφηδομένη τοῖς γεγονόσιν, ὅπου καὶ ζῶντα τῆς ἀρετῆς καὶ τύχης ἐθαύμαζε3 καὶ ἀποθανόντα ἔθαπτε δημοσίᾳ καὶ ἐκύρου τὰ ἔργα ἀθάνατα εἶναι ἀρχάς τε καὶ ἡγεμονίας ἐς πολὺ ἐκ τῶν ὑπογραφῶν ἐποίει τῶν Καίσαρος, οὐδὲν ἡγουμένη κρεῖσσον εὑρήσειν ὧν ἐκεῖνος ἐνόησεν. ἀλλʼ ἡ περὶ τώδε τὼ ἄνδρε σπουδὴ καὶ δέος τὸ ὑπὲρ αὐτοῖν προήγαγεν αὐτὴν ἐς ὑπεροψίαν διαβολῆς· οὕτως ἅπασιν ἐγενέσθην τιμίω. ἐγενέσθην δὲ καὶ τῶν φυγόντων τοῖς ἀρίστοις τιμιωτέρω Πομπηίου, πλησιάζοντος καὶ οὐκ ἀδιάλλακτον ἔχοντος αἰτίαν, πορρωτέρω τε ὄντε αὐτὼ καὶ ἀδιαλλάκτω.

卡西乌斯与布鲁图斯便如此双双殒命。除却那一件滔天罪孽之外,他们实为罗马人中最尊贵、最显赫、在美德上无可争议的两位杰出人物;乃至盖乌斯·凯撒本人,尽管他们属于伟人庞培的党派,亦将他们从仇敌对手化为密友,既作密友,更待之如子。元老院亦始终对他们深怀眷恋,见其罹难则倍加怜惜;为了他们二人,元老院下达了全员特赦令,并在他们出逃时授予统帅之权,免使其沦为流亡之徒。元老院并非轻视盖乌斯·凯撒,亦非对所发生之事幸灾乐祸——它在凯撒生前赞赏其功德与运势,在他死后由国费予以公葬,追认其法度功绩万世长存,并依照凯撒的生前遗案长远设置官职与统帅权,认为绝不可能找到比他所擘画者更优的安排。然而元老院对这二人的深情以及为他们安危所抱的忧惧,驱使其置一切非议于不顾;他们二人便是如此为众人所敬重。即便在流亡的精英阶层眼中,他们亦比近在咫尺且并无不可调和罪责的庞培更受尊崇,哪怕他们二人远在千里之外且决不妥协。

语法注3 条
  1. 417131ἀναξίως βουλεύεσθαι περὶ αὑτοῦ

    关于副词 ἀναξίως 的修饰关系及间接反身代词 αὑτοῦ 的指称对象。副词 ἀναξίως 修饰前文的动词 ἀπεκρίναντο(“作出了有失体面的回答”),不定式 βουλεύεσθαι 表间接祈使;αὑτοῦ 作为间接反身代词指代与格补足语 τῷ στρατηγῷ σφῶν(布鲁图斯),与下文 αὐτοὶ γάρ(士兵们自己)形成对比,意为要主帅自己为自己打算。

  2. 417132ὧδε μὲν δὴ Κάσσιος καὶ Βροῦτος ἐθνῃσκέτην, ἄνδρε Ῥωμαίων εὐγενεστάτω τε καὶ περιφανεστάτω καὶ ἐς ἀρετὴν ἀδηρίτω

    此处集中使用了古典阿提卡散文特有的双数形态(包括未完成过去时动词 ἐθνῃσκέτην、名词 ἄνδρε 以及形容词 εὐγενεστάτω, περιφανεστάτω, ἀδηρίτω 等,后文亦延续了 ὄντε, φίλω, υἱώ 等双数形式)。这种复古的文体手法庄重地突显了卡西乌斯与布鲁图斯二人生死相依的巨擘地位与崇高人格。

  3. 417132ὅπου καὶ ζῶντα τῆς ἀρετῆς καὶ τύχης ἐθαύμαζε

    关系副词 ὅπου 的因果/让步用法(相当于“既然……”、“鉴于……”)。它引导从句为前述否定表达 οὐκ ἀμελοῦσα... οὐδὲ ἐφηδομένη(元老院既非轻视凯撒,亦非幸灾乐祸)提供论据,表明元老院在凯撒生前赞赏其武德、死后予以国葬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:417130-417132