← 阿庇安

内战记

§416128-416129

布鲁图斯军的溃败与卢基利乌斯的献身

在两只雄鹰搏斗的凶兆过后,双方展开惨烈的白兵肉搏战,最终凯撒军击溃敌方方阵并抢占营门,迫使布鲁图斯全军溃逃。追击之中,卢基利乌斯冒充布鲁图斯被俘并押送至安东尼面前,安东尼为其忠义所动,将其视作友人予以优待。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§416128

ἤδη δὲ τῆς ἡμέρας ἀμφὶ τήνδε τὴν παρασκευὴν ἐς ἐνάτην ὥραν δεδαπανημένης αἰετοὶ δύο ἐς τὸ μεταίχμιον συμπεσόντες ἀλλήλοις ἐπολέμουν· καὶ ἦν σιγὴ βαθυτάτη. φυγόντος δὲ τοῦ κατὰ Βροῦτον βοή τε παρὰ τῶν πολεμίων ὀξεῖα ἠγέρθη καὶ τὰ σημεῖα ἑκατέρωθεν ἐπῇρτο, καὶ ἔφοδος ἦν σοβαρά τε καὶ ἀπηνής. τοξευμάτων μὲν δὴ καὶ λίθων ἢ ἀκοντισμάτων ὀλίγον αὐτοῖς ἐδέησε1 πολέμου νόμῳ, ἐπεὶ οὐδὲ τῇ ἄλλῃ τέχνῃ καὶ τάξει τῶν ἔργων ἐχρῶντο, ἀλλὰ γυμνοῖς τοῖς ξίφεσι συμπλεκόμενοι ἔκοπτόν τε καὶ ἐκόπτοντο καὶ ἀλλήλους ἐξώθουν ἀπὸ τῆς τάξεως, οἱ μὲν περὶ σωτηρίας μᾶλλον ἢ νίκης, οἱ δὲ περὶ νίκης καὶ παρηγορίας στρατηγοῦ βεβιασμένου. φόνος δὲ ἦν καὶ στόνος πολύς, καὶ τὰ μὲν σώματα αὐτοῖς ὑπεξεφέρετο, ἕτεροι δὲ ἀντικαθίσταντο ἐκ τῶν ἐπιτεταγμένων. οἱ στρατηγοὶ δὲ σφᾶς, περιθέοντες καὶ ὁρώμενοι πανταχοῦ, ταῖς τε ὁρμαῖς ἀνέφερον καὶ παρεκάλουν πονοῦντας ἔτι προσπονῆσαι καὶ τοὺς κεκμηκότας ἐνήλλασσον, ὥστε ὁ θυμὸς αἰεὶ τοῖς ἐπὶ τοῦ μετώπου καινὸς ἦν. τέλος δὲ οἱ τοῦ Καίσαρος, εἴτε διὰ δέος τοῦ λιμοῦ, εἴτε διʼ αὐτοῦ Καίσαρος εὐτυχίαν ʽοὐ γὰρ ἐπίμεμπτοί γε ἦσαν οὐδὲ οἱ Βρούτειοἰ, τὴν φάλαγγα τῶν ἐχθρῶν ἐκίνουν, ὥσπερ τι μηχάνημα τῶν βαρυτάτων ἀνατρέποντες. οἱ δʼ ἀνεωθοῦντο μὲν ἐπὶ πόδας ἐς τὸ ὀπίσω βάδην ἔτι καὶ μετὰ φρονήματος· ὡς δὲ αὐτοῖς καὶ ἡ σύνταξις ἤδη παρελέλυτο, ὀξύτερον ὑπεχώρουν καί, τῶν ἐπιτεταγμένων σφίσι δευτέρων καὶ τρίτων συνυποχωρούντων, μισγόμενοι πάντες ἀλλήλοις ἀκόσμως ἐθλίβοντο ὑπὸ σφῶν καὶ τῶν πολεμίων ἀπαύστως αὐτοῖς ἐπικειμένων, ἕως ἔφευγον ἤδη σαφῶς. καὶ οἱ τοῦ Καίσαρος τότε μάλιστα τοῦ παρηγγελμένου σφίσιν ἐγκρατῶς ἐχόμενοι τὰς πύλας προελάμβανον σφόδρα ἐπικινδύνως ʽἄνωθέν τε γὰρ ἐβάλλοντο καὶ ἐκ τοῦ μετώποὐ, μέχρι πολλοὺς ἐσδραμεῖν ἐκώλυσαν, οἳ διέφυγον ἐπί τε τὴν θάλασσαν καὶ ἐς τὰ ὄρη διὰ τοῦ ποταμοῦ τοῦ Ζυγάκτου.

当这一天的大约直至第九时辰都消耗在这些准备之中时,两只雄鹰在两军阵地之间相向扑击搏斗;全场一片死寂。当布鲁图斯一方的雄鹰败逃时,敌阵中爆发出一阵尖锐的欢呼,双方军旗高举,发起了猛烈而残酷的冲锋。按照常规战法,他们几乎用不着弓矢、投石或标枪,也未施展其他战技或规整的作战阵型,而是拔剑相向,短兵相接,互砍互杀,力图将对方挤出战线——一方更多是为了生存而非胜利,另一方则是为了胜利以及告慰那位被逼出战的主帅。杀戮极其惨烈,呻吟之声四起,阵亡者的尸体被悄悄抬到后方,预备队中的生力军立即补上缺口。将领们策马驰骋,处处现身,以自身的激情振奋士气,激励苦战者再接再厉,并轮换疲惫之士,以致前线官兵的斗志始终保持高昂。 最后,凯撒的将士或是出于对饥荒的恐惧,或是凭借凯撒本人的幸运(因为布鲁图斯的士兵也绝非作战不力),撼动了敌人的方阵,犹如掀翻了某种极其沉重的巨型器械。布鲁图斯的兵士起初仍迈着整齐的步伐、带着傲气一步一步向后退却;但当他们的战阵最终也被冲散后,他们退得更快了;随着后方受命支援的第二列和第三列兵士一同退却,全军乱作一团,互相挤压,更遭到敌军毫无停歇的猛烈压迫,直至最终彻底溃败。凯撒的士兵此时最为坚决地恪守受领的指令,冒着极大的危险(因为他们既受到居高临下的投射,又遭到正面的攻击)抢先夺占了营门,成功阻止了许多人逃入营内;这些人穿过祖加克特斯河,逃向大海和山区。

§416129

γενομένης δὲ τῆς τροπῆς τὸ λοιπὸν ἔργον οἱ στρατηγοὶ διῃροῦντο, Καῖσαρ μὲν αἱρεῖν τοὺς ἐκπίπτοντας ἐκ τοῦ στρατοπέδου καὶ αὐτὸ φυλάσσειν τὸ στρατόπεδον· ὁ δὲ Ἀντώνιος πάντα ἦν2 καὶ πᾶσιν ἐνέπιπτε, τοῖς τε φεύγουσι καὶ τοῖς ἔτι συνεστῶσι καὶ τοῖς ἄλλοις στρατοπέδοις αὐτῶν, ὁρμῇ τε ὑπερηφάνῳ πάντα ἐβιάζετο ὁμοῦ. καὶ περὶ τοῖς ἡγεμόσι δείσας, μὴ αὑτὸν διαφυγόντες αὖθις ἕτερον στρατὸν ἀγείρειαν, τοὺς ἱππέας ἐξέπεμπεν ἐπὶ τὰς ὁδούς τε καὶ ἐκβολὰς τῆς μάχης, αἱρεῖν τοὺς ἀποδιδράσκοντας· οἳ διελόμενοι τὸ ἔργον ἀνά τε τὸ ὄρος ἐφέροντο σὺν τῷ Θρᾳκίῳ Ῥάσκῳ, διʼ ἐμπειρίαν ὁδῶν συναπεσταλμένῳ, καὶ τὰ χαρακώματα καὶ κρημνοὺς περιστάντες τοὺς ἐκφεύγοντας ἐκυνηγέτουν καὶ τοὺς ἐντὸς ἐφρούρουν. οἱ δὲ Βροῦτον αὐτὸν ἐδίωκον· καὶ αὐτοὺς ἀσχέτως ἔχοντας τοῦ δρόμου Λουκίλιος ἰδὼν ὑπέστη καὶ ὡς Βροῦτος ὢν ἠξίου πρὸς Ἀντώνιον ἀντὶ τοῦ Καίσαρος ἀναχθῆναι· ᾧ δὴ καὶ μάλιστα εἶναι Βροῦτος ἐνομίσθη,3 τὸν ἀδιάλλακτον ἐχθρὸν ἐκκλίνων. ἀγομένου δὲ αὐτοῦ πυθόμενος ὁ Ἀντώνιος ἀπήντα σὺν ἐπιστάσει, τὴν τύχην ὁμοῦ καὶ τὸ ἀξίωμα τἀνδρὸς καὶ ἀρετὴν ἐνθυμούμενος, ὅπως Βροῦτον ὑποδέξαιτο.4 πλησιάσαντι δʼ ὁ Λουκίλιος ἐντυχὼν μάλα θρασέως εἶπε· “Βροῦτος μὲν οὐχ ἑάλωκεν, οὐδὲ ἁλώσεταί ποτε πρὸς κακίας ἀρετή· ἐγὼ δὲ τούσδε ἀπατήσας ὧδέ σοι πάρειμι.” καὶ ὁ Ἀντώνιος τοὺς ἱππέας ἰδὼν αἰδουμένους παρηγόρει καί, “οὐ μείονά μοι τήνδε ἄγραν,” εἶπεν, “ἀλλὰ ἀμείνονα ἧς ἐνομίζετε ἐθηρεύσατε, ὅσῳ κρείττων ἐχθροῦ φίλος.” καὶ τὸν Λουκίλιον τότε μέν τινι τῶν φίλων ἔδωκε θεραπεύειν, ὕστερον δὲ αὐτὸς ἔχων ἐχρῆτο ὡς πιστῷ.

溃退既成,两位将领便分担了剩余的战事:凯撒负责擒拿从营寨中溃逃的人并把守营寨本身;安东尼则纵横捭阖,无所不至,冲杀向所有敌人——无论是逃跑者、仍在抵抗者,还是敌人的其他营寨——凭着排山倒海的气势一举横扫一切。他唯恐敌军首脑逃脱之后再次招募另一支军队,遂派遣骑兵封锁道路和战场的出口,擒拿逃亡者。骑兵们分工协作,在因熟谙道路而同被遣派的色雷斯人拉斯库斯陪同下向山上奔袭,他们包围栅栏和悬崖,搜捕逃逸者并看守被围困在内的人。另一拨人则追捕布鲁图斯本人;卢基利乌斯见他们策马飞奔、势不可挡,便挺身阻拦,自称是布鲁图斯,并要求将自己押送给安东尼而非凯撒;正因这一点——试图避开那不可调和的死敌——他们最坚决地相信他就是布鲁图斯。得知正将他押来,安东尼停下步子前去迎候,同时思量着此人的命运、尊严与美德,琢磨着应当如何接待布鲁图斯。当他走近时,卢基利乌斯迎上前去,极其果决地说道:“布鲁图斯并未被擒,美德亦永不会被卑劣所擒;是我欺骗了这些人,如此立于你的面前。”安东尼见骑兵们羞愧难当,便安慰他们说:“你们为我猎获的并非逊于你们所想的猎物,反倒更佳,正如朋友胜过敌人一样。”安东尼当时将卢基利乌斯托付给一位朋友照料,日后则将他留在身边,视作忠贞之士予以重用。

语法注4 条
  1. 416128τοξευμάτων μὲν δὴ καὶ λίθων ἢ ἀκοντισμάτων ὀλίγον αὐτοῖς ἐδέησε

    无人称动词 δεῖ(此处为不定过去时 ἐδέησε)的用法,支配所需事物的属格(τοξευμάτων, λίθων, ἀκοντισμάτων)和主体的与格(αὐτοῖς)。中性宾格 ὀλίγον 作副词用,表示极少(“他们几乎不需要……”),强调双方未按常规战法进行远距离抛射,而是径直投入肉搏接刃战。

  2. 416129ὁ δὲ Ἀντώνιος πάντα ἦν

    希腊语惯用表达,“安东尼便是一切”,意指他一人包揽全场、无所不至,发挥了全面而具决定性的主导作用(即纵横全场、叱咤风云)。

  3. 416129ᾧ δὴ καὶ μάλιστα εἶναι Βροῦτος ἐνομίσθη

    关系代词与格 ᾧ 指代前文整件事(即请求被押送至安东尼而非凯撒处),充当原因或判断依据的与格(“正因这一点”)。他试图避开不共戴天的死敌凯撒这一举动,恰恰成为了骑兵坚信他确是布鲁图斯本人的充分理由。

  4. 416129ὅπως Βροῦτον ὑποδέξαιτο

    连词 ὅπως 引导从属于分词 ἐνθυμούμενος(思量、琢磨)的间接疑问从句。由于主句动词(ἀπήντα)为过去时态,故从句按时态呼应法则采用希求法 ὑποδέξαιτο,表达商榷与思考的内容:“应当如何接待布鲁图斯”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:416128-416129