- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:416125-416127
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯违心地在营垒前列阵并告诫部众,凯撒与安东尼亦激烈激励深陷绝境的士兵,双方同怀决绝之心投入裁决罗马命运的决战。
ὧδε μὲν δὴ καὶ ὁ Βροῦτος ἐξῆγεν ἄκων καὶ ἐς τάξεις διεκόσμει πρὸ τοῦ τείχους καὶ ἐδίδασκε μὴ πολὺ προύχειν τοῦ λόφου, ἵνα αὐτοῖς ἥ τε ἀναχώρησις, εἰ δεήσειεν, εὐχερὴς εἴη καὶ τὰ ἐς τοὺς πολεμίους ἀφιέμενα ἐπιδέξια. ἦν δὲ ἑκατέρωθεν παρακέλευσίς τε πάντων ἐς ἀλλήλους καὶ φρόνημα ἐπὶ τῷ ἔργῳ μέγα καὶ θρασύτης ὑπὲρ λόγον ἀναγκαῖον, τοῖς μὲν ὑπὸ δέους λιμοῦ, τοῖς δὲ ὑπὸ αἰδοῦς δικαίας, βιασαμένοις τὸν στρατηγὸν ἀναβαλλόμενον ἔτι, μὴ χείροσιν ὧν ὑπέσχοντο ὀφθῆναι1 μηδὲ ἀσθενεστέροις ὧν ἐθρασύνοντο, μηδὲ προπετείας ὑπευθύνοις μᾶλλον ἢ ἀξιεπαίνοις εὐβουλίας. ἃ καὶ ὁ Βροῦτος αὐτοῖς, ἐπὶ ἵππου περιθέων, σοβαρῷ τῷ προσώπῳ προενέφαινε καὶ διʼ ὀλίγων ὑπεμίμνησκεν, ὅσων ὁ καιρὸς ἐδίδου· “ὑμεῖς ἠθελήσατε μάχεσθαι, ὑμεῖς με ἑτέρως ἔχοντα νικᾶν ἐβιάσασθε· μὴ δὲ ψεύσησθε τῆς ἐλπίδος μήτε ἐμὲ μήτε αὑτούς. ἔχετε καὶ λόφον σύμμαχον καὶ τὰ κατὰ νώτου πάντα ἴδια. οἱ πολέμιοι δʼ εἰσὶν ἐν ἀμφιβόλῳ· μεταξὺ γάρ εἰσιν ὑμῶν τε καὶ λιμοῦ.”
就这样,布鲁图斯也违心地率军出营,在城墙前列成战阵,并告诫部众不要过分远离丘陵,以便一旦需要时退却容易,且射向敌人的矢石能居高临下地发挥威力。双方将士皆彼此激励,战意高昂,胸中充溢着超越合理理性的蛮勇:一方是出于对饥荒的恐惧,另一方则是出于应有的自尊——因为他们在主帅尚主张拖延之际强迫其出战——生怕自己显得不如原先许诺的那样勇敢,或是弱于他们夸耀的武力,亦或非但未因深谋远虑而博得赞赏,反倒要为鲁莽草率承担罪责。布鲁图斯骑着马巡视全军,亦以威严的面容向他们点明这些要害,并在时势允许的简短话语中提醒他们:“是你们执意要战,是你们强迫本来可以用另一方式取胜的我出战;切勿使这希望在我和你们自己身上落空。你们有丘陵为依托,后方的一切尽属己有;而敌人则陷入进退维谷之境,因为他们正处在你们与饥荒的夹缝之中。”
ὁ μὲν τοιαῦτα λέγων διετρόχαζε, καὶ αὐτὸν αἱ τάξεις ἐπήλπιζον καὶ μετὰ βοῆς παρέπεμπον εὐφήμου· ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος τοὺς ἰδίους περιθέοντες τήν τε δεξιὰν ὤρεγον, ἐφʼ οὓς παραγένοιντο, καὶ σοβαρώτερον ἔτι οἵδε ἐπέσπερχον αὐτοὺς καὶ τὸν λιμὸν οὐκ ἐπέκρυπτον ὡς εὔκαιρον ἐς εὐτολμίαν προφέρειν. “εὕρομεν, ὦ ἄνδρες, τοὺς πολεμίους· ἔχομεν οὓς ἐζητοῦμεν ἔξω τείχους λαβεῖν. μὴ δή τις ὑμῶν τὴν ἰδίαν πρόκλησιν καταισχύνῃ μηδὲ τῆς ἀπειλῆς ἐλάττων γένηται· μηδὲ λιμόν, ὄλεθρον ἀμήχανόν τε καὶ ἐπώδυνον, ἕληται μᾶλλον ἢ πολεμίων τείχη καὶ σώματα, ἃ καὶ τόλμαις ἐνδίδωσι καὶ σιδήρῳ καὶ ἀπονοίᾳ. ἔχει δὲ ἡμῖν ἐπείξεως ὧδε τὰ παρόντα,2 ὡς μηδὲν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἀνατίθεσθαι, ἀλλὰ σήμερον περὶ ἁπάντων διακριθῆναι μέχρι νίκης ἐντελοῦς ἢ εὐγενοῦς θανάτου. νικῶσι δʼ ἔστι λαβεῖν διὰ μιᾶς ἡμέρας καὶ διʼ ἑνὸς ἔργου τροφὰς καὶ χρήματα καὶ ναῦς καὶ στρατόπεδα καὶ τὰ νικητήρια παρʼ ἡμῶν. ἔσται δὲ ταῦτα, ἢν πρῶτον μὲν ἐμβάλλοντες αὐτοῖς μνημονεύωμεν τῶν ἐπειγόντων, εἶτα παραρρήξαντες εὐθὺς ἀποκλείωμεν ἀπὸ τῶν πυλῶν, ἐς δὲ τοὺς κρημνοὺς ἢ τὰ πεδία περιωθῶμεν, ἵνα μὴ ὁ πόλεμος αὖθις ἀναφύοιτο μηδὲ ἐς τὴν ἀργίαν πάλιν οἱ ἐχθροὶ διαδιδράσκοιεν, οἳ διʼ ἀσθένειαν, μόνοι δὴ πολεμίων, οὐκ ἐν τῷ μάχεσθαι τὰς ἐλπίδας ἔχουσιν, ἀλλʼ ἐν τῷ μὴ μάχεσθαι.”
他在疾驰巡视中说着这番话,各战阵使他充满希望,并伴以吉庆的欢呼送他前行。与此同时,凯撒与安东尼在己方阵中巡行,向他们所到之处的将士伸出右手,以更为炽烈的气魄催促他们,且毫不掩饰眼下的饥荒,反倒将其作为激励勇气的合时之语提出:“将士们,我们找到了敌人!我们终于得到了梦寐以求在城墙之外与其交锋的对手。你们决不可令自己的挑战蒙羞,亦不可在气势上弱于昔日的豪言;决不要选择饥荒这种无计可施且痛苦万分的毁灭,而放弃敌人的营墙与肉体——这些终将屈服于果敢、钢铁与决死之心的目标。我们眼下的情势已紧迫到不容将任何事情推延至明日,而必须在今日之内决断一切,直至获得完全的胜利或尊严的战死。胜利者只需凭借一日的时间与一次战斗,便可赢得粮饷、资财、战船、营寨以及从我们这里颁赐的胜利桂冠。只要我们首先在冲锋时牢记这迫在眉睫的危局,接着在撕裂敌阵后立即截断他们退往城门的通路,将他们驱向悬崖或平原,这些便必将实现;如此,战争方不致死灰复燃,敌人亦不致再度逃回无所作为的安逸中——他们由于孱弱,乃是所有敌人中唯一不将希望寄托于战斗,反倒寄托于不战之人。”
οὕτω μὲν ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος παρώτρυνον, ἐφʼ οὓς παραγένοιντο. καὶ πᾶσιν ἦν αἰδὼς ἀξίοις τε φανῆναι τῶν στρατηγῶν καὶ τὴν ἀπορίαν ἐκφυγεῖν, ὑπεραυξηθεῖσαν ἐκ παραλόγου διὰ τὰ ἐν τῷ Ἰονίῳ γενόμενα. ᾑροῦντό τε ἐν ἔργῳ καὶ ἐν ἐλπίσιν, εἰ δέοι, τί παθεῖν μᾶλλον ἢ ὑπὸ ἀμηχάνου κακοῦ δαπανώμενοι.3 ὧδε δὲ ἐχόντων αὐτῶν καὶ πρὸς τὸν ἐγγὺς αὐτὰ ἐκφέροντος ἑκάστου, ὁ θυμὸς ἀμφοτέρων ηὔξετο μάλιστα καὶ ἐνεπίμπλαντο τόλμης ἀκαταπλήκτου· οὐδέν τε ἐν τῷ παρόντι ἀλλήλων ὅτι ἦσαν πολῖται οὐδὲ ἐπεμέμνηντο, ἀλλʼ ὡς ἐκ φύσεως καὶ γένους ἐχθροῖς ἐπηπείλουν. οὕτως ἡ παραυτίκα ὀργὴ τὸν λογισμὸν αὐτοῖς καὶ τὴν φύσιν ἔσβεσεν. ἐπεμαντεύοντο δὲ ὁμαλῶς ἑκάτεροι τήνδε τὴν ἡμέραν ἐν τῷδε τῷ ἔργῳ πάντα τὰ Ῥωμαίων πράγματα κρινεῖν. καὶ ἐκρίθη.
凯撒与安东尼便如此激励他们所巡视之处的士兵。所有人皆怀着要在主帅面前显为合格勇士的自尊,以及摆脱困境的渴望——这一困境因爱奥尼亚海发生的变故而出人意料地急剧加重。他们宁愿在行动与希望中经历任何苦难(倘若必须如此),也不愿被无法抵御的灾祸活活消耗。 在他们抱持此种心境、且每个人都将这番心思传递给身旁同袍之际,两军的怒火达到了顶峰,胸中充满了无所畏惧的果敢;此时此刻,他们丝毫不念及彼此同为公民,反倒如世仇宿敌般互相恐吓威胁。当下的狂怒竟如此彻底地泯灭了他们的理智与人性。双方同样预感到,这一天在这一场战役中,将裁决罗马整个国家的全部命运。而命运果真就此底定。
- 416125μὴ χείροσιν ὧν ὑπέσχοντο ὀφθῆναι
不定式短语 μὴ ... ὀφθῆναι 由名词 αἰδοῦς(羞耻心、自尊)所支配。形容词 χείροσιν 采用与 τοῖς δὲ βιασαμένοις 一致的与格复数。ὧν 为比较属格,此处发生了关系代词吸引现象,省略了先行词 τούτων,并将宾格 ἃ 吸引为属格 ὧν(即 τούτων ἃ ὑπέσχοντο)。
- 416126ἔχει δὲ ἡμῖν ἐπείξεως ὧδε τὰ παρόντα
动词 ἔχω 与副词 ὧδε 以及描述性/部分属格 ἐπείξεως(紧迫)连用的习惯句式,意为“事态处于如此紧迫的状态”。ἡμῖν 为利害与格,全句意即“对我们而言,当下的形势处于如此紧迫的状态”。
- 416127ᾑροῦντό τε ἐν ἔργῳ καὶ ἐν ἐλπίσιν, εἰ δέοι, τί παθεῖν μᾶλλον ἢ ὑπὸ ἀμηχάνου κακοῦ δαπανώμενοι
由 ᾑροῦντο ... μᾶλλον ἤ(宁愿……而不愿……)构成的比较句式。比较的前半部分接不定式 τί παθεῖν(遭遇变故/死亡的婉辞),而 ἤ 之后则破格转为与主语一致的主格复数分词 δαπανώμενοι(受消耗)。
