← 阿庇安

内战记

§416122-416124

凯撒军叫阵与布鲁图斯被迫应战

凯撒一方因补给断绝、饥荒肆虐而孤注一掷地叫阵决战,而坚主持久战的布鲁图斯在部属与将领们的群起施压之下,最终被迫违心应战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§416122

τὸ δὲ ἔργον ἤπειγε τοὺς ἀμφὶ τὸν Καίσαρα, καὶ λιμὸς ἦν ἤδη σαφής, ἔς τε μέγεθος καὶ δέος ἑκάστης ἡμέρας ἐπεγίνετο. οὔτε γὰρ ἐκ Θεσσαλίας αὐτοῖς ἔτι τὰ ἀρκοῦντα ἐκομίζετο, οὔτε τις ἦν ἐλπὶς ἐκ θαλάσσης, ναυκρατούντων πανταχῇ τῶν πολεμίων· τῆς τε ἔναγχος περὶ τὸν Ἰόνιον συμφορᾶς ἐξηγγελμένης ἐς ἑκατέρους ἤδη, μᾶλλον ἐδεδοίκεσαν αὐτά τε καὶ τὸν χειμῶνα προσιόντα ὡς ἐν πεδίῳ πηλώδει σταθμεύοντες. ὧν ἐνθυμούμενοι τέλος μὲν ὁπλιτῶν ἐς Ἀχαΐαν ἐξέπεμψαν, ἀγείρειν τὰ ἐντυγχάνοντα πάντα καὶ πέμπειν σφίσι κατὰ σπουδήν. οὐκ ἀνεχόμενοι δὲ κινδύνου τοσοῦδε προσιόντος οὔτε τῶν ἄλλων ἐπιτεχνήσεων οὔτε ἐν τῷ πεδίῳ λοιπὸν ἐκτάσσειν, παρὰ τὸ τείχισμα τῶν ἐχθρῶν ἀνέβαινον μετὰ βοῆς καὶ τὸν Βροῦτον ἐκάλουν ἐς μάχην, ἐπισκώπτοντες ἅμα καὶ λοιδοροῦντες καὶ ἐγνωκότες οὐ πολιορκίας τρόπῳ μᾶλλον ἢ μανιώδει φορᾷ μὴ βουλομένῳ συμπλέκεσθαι.1

然而紧迫的事态正逼迫着凯撒一方,饥荒已清晰可见,其规模与带来的恐慌与日俱增。因为充分的补给已不再能从色萨利运抵他们手中,海上也毫无希望,敌军在各处掌控着制海权;而且爱奥尼亚海一带近来惨败的消息已传至双方,驻扎在泥泞平原上的他们便愈加畏惧这严酷的处境与迫近的严冬。鉴于这些情况,他们派遣了一个重装步兵军团前往阿开亚,搜集所能找到的一切物资并加急送来。但他们再也无法忍受如此巨大危险的逼近,无法忍受耗费心力构筑更多工事,也无法继续在平原上列阵对峙,于是他们高声叫喊着冲向敌人的营垒,向布鲁图斯叫阵挑战,一边嘲弄辱骂,一边下定决心,哪怕对方不愿交手,也不再按围城战的方式,而是以狂热的冲劲强行与他接战。

§416123

τῷ δὲ αὐτῷ μὲν ἔγνωστο τὰ ἀπʼ ἀρχῆς,2 καὶ μᾶλλον ἔτι πυνθανομένῳ περί τε τοῦ λιμοῦ καὶ περὶ τῆς κατὰ τὸν Ἰόνιον εὐπραξίας καὶ τῶν πολεμίων ὁρῶντι τὴν ἐκ τῆς ἀπορίας ἀπόνοιαν· καὶ ᾑρεῖτο πολιορκίας καὶ ἄλλου παντὸς ἀνέχεσθαι, μᾶλλον ἢ ἐς χεῖρας ἰέναι ἀνδράσιν ἐπειγομένοις ὑπὸ λιμοῦ, καὶ ἀπογινώσκουσιν ἐκ τῶν ἄλλων ἑαυτοὺς καὶ ἐν μόναις ταῖς χερσὶ τὴν ἐλπίδα ἔχουσιν. ὁ δὲ στρατὸς οὐχ ὁμοίως εἶχεν ὑπὸ ἀφροσύνης, ἀλλʼ ἐδυσφόρουν γυναικῶν τρόπον ἔνδον μετὰ ἀπραξίας καὶ φόβου κατακεκλεισμένοι. ἐδυσχέραινον δὲ καὶ οἱ ἡγεμόνες αὐτῶν, ἐπαινοῦντες μὲν τὸ ἐνθύμημα τοῦ Βρούτου, νομίζοντες δὲ καὶ θᾶσσον ἐπικρατήσειν τῶν πολεμίων μετὰ προθύμου στρατοῦ. αἴτιον δὲ τούτων ἦν αὐτὸ τὸ Βροῦτον ἐπιεικῆ καὶ φιλόφρονα ἐς ἅπαντας εἶναι καὶ ἀνόμοιον Κασσίῳ, αὐστηρῷ καὶ ἀρχικῷ περὶ πάντα γεγενημένῳ· ὅθεν ἐκείνῳ μὲν ἐξ ἐπιτάγματος ὑπήκουον, οὐ παραστρατηγοῦντες οὐδὲ τὰς αἰτίας μανθάνοντες οὐδὲ εὐθύνοντες, ὅτε καὶ μάθοιεν, Βρούτῳ δὲ οὐδὲν ἄλλʼ ἢ συστρατηγεῖν ἠξίουν διὰ πραΰτητα. τέλος δὲ τοῦ στρατοῦ φανερώτερον ἤδη κατὰ ἴλας καὶ κατὰ συστάσεις διαπυνθανομένου· “τί κατέγνωκεν ἡμῶν ὁ στρατηγός; τί ἔναγχος ἡμάρτομεν οἱ νικήσαντες, οἱ διώξαντες, οἱ τοὺς καθʼ ἡμᾶς πολεμίους κατακανόντες, οἱ τὸ στρατόπεδον αὐτῶν ἑλόντες;” Βροῦτος ἑκὼν ἠμέλει καὶ ἐς ἐκκλησίαν οὐ συνῆγε, μὴ ἀπρεπέστερον ὑπὸ τοῦ πλήθους ἀλογίστως ἐκβιασθείη, καὶ μάλιστα μισθοφόρων, οἷς ἐστιν αἰεί, καθὰ καὶ τοῖς εὐχερέσιν οἰκέταις ἐς ἑτέρους δεσπότας, ἐλπὶς ἐς σωτηρίαν ἡ ἐς τὸ ἀντίπαλον μεταβολή.

然而布鲁图斯自己仍坚持最初的决断,并且随着获悉敌方的饥荒与自己在爱奥尼亚海上的胜利,又目睹敌人因困顿而生的孤注一掷,他的这一信念更加坚定;他宁愿忍受围困与一切其他艰难,也不愿与那些被饥饿所驱使、对其他出路感到绝望而将希望完全寄托于手中武器的人短兵相接。但他的军队由于愚昧而并未怀有同样的心思,反而因像妇人一般在无所作为与恐惧中被困在营内而愤懑不平。他们的将领们也同样心生不满,虽然赞赏布鲁图斯的深谋远虑,却认为凭借士气高昂的军队能够更迅速地克敌制胜。造成这种局面的原因,正是布鲁图斯对待所有人一概温和宽厚,不像卡西乌斯那样凡事严厉而威权;因此对于卡西乌斯,部众向来依令服从,既不擅权干预指挥,也不探究缘由,即使知晓了亦不加指摘;而对于布鲁图斯,因其宽仁,他们便自认完全有权与他共同指挥。最终,军队开始以骑兵队和聚集群体的形式愈发公开地质问:“主帅对我们有何不满?刚刚过去的战斗中,我们这些取胜之人、追击之人、歼灭当面之敌之人、攻占敌营之人,究竟犯了何等过错?”布鲁图斯有意不予理会,亦不召集全军大会,唯恐不体面地受到盲目大众的胁迫,尤其是那些雇佣兵——对于他们而言,正如对善变奴隶之投奔新主人一样,生存的希望向来在于倒戈投向对立一方。

§416124

ἐνοχλούντων δὲ αὐτῷ καὶ τῶν ἡγεμόνων καὶ κελευόντων νῦν μὲν ἀποχρήσασθαι τοῦ στρατοῦ τῇ προθυμίᾳ, τάχα τι λαμπρὸν ἐργασομένου, ἢν δʼ ἀντιπίπτῃ τι παρὰ τὴν μάχην, ἐπανιέναι πάλιν ἐς τὰ τείχη καὶ προβάλλεσθαι τὰ αὐτὰ χαρακώματα, χαλεπήνας ὁ Βροῦτος τοῖσδε μάλιστα ἡγεμόσιν οὖσι καὶ περιαλγήσας, ὅτι τὸν αὐτόν οἱ κίνδυνον ἐπικείμενοι συμφέρονται τῷ στρατῷ κουφόνως, ἀμφίβολον καὶ ὀξεῖαν τύχην προτιθέντι νίκης ἀκινδύνου,3 εἶξεν ἐπʼ οἰκείῳ καὶ σφῶν ἐκείνων ὀλέθρῳ, τοσόνδε ἐπιμεμψάμενος αὐτοῖς· “ἐοίκαμεν ὡς Πομπήιος Μάγνος πολεμήσειν, οὐ στρατηγοῦντες ἔτι μᾶλλον ἢ στρατηγούμενοι.”4 καί μοι δοκεῖ τόδε μόνον ἐξειπεῖν, ἐπικρύπτων, ὃ ἐδεδοίκει μάλιστα, μὴ ὁ στρατὸς οἷα τοῦ πάλαι Καίσαρος γεγονὼς ἀγανακτήσειέ τε καὶ μεταβάλοιτο· ὅπερ ἐξ ἀρχῆς αὐτός τε καὶ Κάσσιος ὑφορώμενοι ἐς οὐδὲν ἔργον αὐτοῖς πρόφασιν ἀγανακτήσεως ἐπὶ σφίσιν ἐνεδίδουν.

将领们亦对他纠缠不休,力劝他此时不妨利用军队的昂扬锐气,因为或许能建立辉煌战功;而如果在战斗中遭遇挫折,再退回墙内重新立起原先的栅栏便是。布鲁图斯对这些人身为将领却如此行事尤为愤慨,深感痛心的是,他们面临着与他同等的危险,却轻率地附和那些宁要悬危多变之侥幸而弃免除危险之全胜的军队;他最终屈服于他们自身以及他自己的毁灭,仅向他们吐露了这样一句责备:“我们看来要像伟大的庞培那样去打仗了,不再是指挥者,倒更像是受人指挥之人。”而在我看来,他仅仅说出了这番话,乃是为了隐瞒他内心最深沉的恐惧,即军队曾隶属于昔日的凯撒,恐将激愤倒戈;这正是他与卡西乌斯从一开始便暗中提防之事,因此在任何行动中都从未给过士兵对他们心生不满的借口。

语法注4 条
  1. 416122ἐγνωκότες οὐ πολιορκίας τρόπῳ μᾶλλον ἢ μανιώδει φορᾷ μὴ βουλομένῳ συμπλέκεσθαι

    ἐγνωκότες 为与主句谓语动词 ἀνέβαινον 和 ἐκάλουν 主语一致的阳性主格分词,后接不定式 συμπλέκεσθαι(交锋)。分词 μὴ βουλομένῳ 为阳性与格,充当 συμπλέκεσθαι 的对象补足语,承前指代布鲁图斯(τὸν Βροῦτον),意为“纵使他并不愿意,也强行与他接战”。οὐ ... μᾶλλον ἤ 构成对比,意为“与其说是按围城之法,毋宁说是以狂热的冲劲”。

  2. 416123τῷ δὲ αὐτῷ μὲν ἔγνωστο τὰ ἀπʼ ἀρχῆς

    τῷ αὐτῷ 为配合完成时被动语态动词 ἔγνωστο(已被决定)的施事与格,指布鲁图斯本人。主语为中性复数短语 τὰ ἀπʼ ἀρχῆς(自最初以来的策略/决断)。整句直译为“对他本人而言,自始以来的方针已然笃定”,即布鲁图斯坚持最初的避战持久方针。

  3. 416124ἀμφίβολον καὶ ὀξεῖαν τύχην προτιθέντι νίκης ἀκινδύνου

    προτιθέντι 为与格分词,修饰前面的 τῷ στρατῷ(军队)。动词 προτίθημι 在此处带有比较意味,后接宾格(ἀμφίβολον καὶ ὀξεῖαν τύχην,悬危而急迫的侥幸)以及属格(νίκης ἀκινδύνου,无危险的胜利),意为“将不确定的侥幸置于稳操胜券的胜利之上”。

  4. 416124ἐοίκαμεν ὡς Πομπήιος Μάγνος πολεμήσειν, οὐ στρατηγοῦντες ἔτι μᾶλλον ἢ στρατηγούμενοι

    ἐοίκαμεν(我们看来……)后接将来时不定式 πολεμήσειν(将要作战)。οὐ στρατηγοῦντες ἔτι μᾶλλον ἢ στρατηγούμενοι 中的两个分词皆为主格,与 ἐοίκαμεν 的主语一致,意为“与其说是在指挥,毋宁说是受人指挥”,指涉法萨卢斯战役中庞培受贵族与下属迫使而被迫出战的历史典故。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:416122-416124