← 阿庇安

内战记

§416119-416121

安东尼的演说与截断补给线的进军

安东尼发表演说,指出敌军的畏缩和卡西乌斯的自尽正是其败局已定的明证,并许以重赏鼓舞士气、促请决战。在布鲁图斯拒绝出战后,凯撒军队占领了一座被弃守的要害山丘,并逐步向大海推进以截断敌军的补给线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§416119

ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος, εἰδότες οὐ μαχούμενον ἑκόντα τὸν Βροῦτον, τοὺς ἰδίους συνῆγον, καὶ ὁ Ἀντώνιος ἔλεξε· “τὸ ἐχθὲς ἔργον,1 ὦ ἄνδρες, τοῖς μὲν λόγοις οἶδα ὅτι καὶ οἱ πολέμιοι μερίζονται, ὡς διώξαντές τινας ἡμῶν καὶ τὸ στρατόπεδον διαρπάσαντες, ἔργῳ δὲ ἐπιδείξουσιν ἅπαν ὑμέτερον· ὑπισχνοῦμαι γὰρ ὑμῖν οὔτε αὔριον οὔτε ταῖς ἐπιούσαις ἑκόντας αὐτοὺς ἐς μάχην ἥξειν. ὃ σαφεστάτη πίστις ἐστὶ τῆς ἐχθὲς ἥσσης καὶ φόβου, ὅταν ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀφιστῶνται τοῦ ἀγῶνος οἱ ἐλάττονες· οὐ γὰρ ἐς τοῦτό ʼγε στρατὸν ἤγειρον τοσόνδε, ἵνα τῶν Θρᾳκῶν ἐρημίαν οἰκῶσι διατειχίσαντες. ἀλλὰ αὐτὴν διετείχισαν μὲν ἔτι προσιόντων ὑμῶν διὰ δέος, ἐλθόντων δὲ ἐνοικοῦσι διὰ τὴν ἐχθὲς ἧσσαν· ἐφʼ ᾗ καὶ τῶν στρατηγῶν ὁ πρεσβύτερός τε καὶ ἐμπειρότερος πάντα ἀπογνοὺς ἑαυτὸν διεχρήσατο, ὃ καὶ αὐτὸ μεγίστη συμφορῶν ἐστιν ἀπόδειξις. ὅταν οὖν ἡμῶν αὐτοὺς προκαλουμένων μὴ δέχωνται μηδὲ καταβαίνωσιν ἀπὸ τῶν ὀρῶν, ἀλλὰ ἀντὶ τῶν χειρῶν πιστεύωσι τοῖς κρημνοῖς, τότε μοι θαρροῦντες ὑμεῖς, ὦ ἄνδρες Ῥωμαῖοι, συναναγκάσατε αὐτοὺς αὖθις, ὥσπερ ἐχθὲς ἠναγκάσατε, αἰσχρὸν ἡγούμενοι δεδιότων ἐλασσοῦσθαι καὶ ὀκνούντων ἀπέχεσθαι καὶ τειχῶν ἄνδρες ὄντες ἀσθενέστεροι γενέσθαι.2 οὐ γὰρ ἤλθομέν γε καὶ ἡμεῖς ἐν πεδίῳ βιώσοντες, οὐδʼ ἔστι βραδύνουσιν οὐδὲν αὔταρκες. ἀλλὰ δεῖ τοῖς εὖ φρονοῦσι τοὺς μὲν πολέμους ὀξεῖς, τὴν δὲ εἰρήνην ἐπὶ μήκιστον εἶναι.

凯撒与安东尼得知布鲁图斯不会情愿出战,便召集自己的部属,安东尼发表讲话说:“士兵们,对于昨天的战果,我知道敌人也在口头上分揽功绩,借口击溃了我们一部分人并洗劫了营地;但在行动上,他们将表明这完全归属于你们。因为我向你们保证,无论是明天还是接下来的日子,他们都不会情愿出来迎战。正如在竞技比赛中弱者退出较量一样,这正是他们昨日落败与恐惧的最确凿凭证。他们绝非为了把自己封闭起来居住在色雷斯人的荒野中,才招募起如此庞大的军队。相反,他们起初在你们逼近时筑起围墙是出于恐惧,而如今在你们到达后困守其中,则是因昨天的失败所致。正因这场失败,他们的将领中年长且经验更丰富的那一位才在绝望中自尽身亡,而这本身便是巨大灾祸的最有力证明。因此,每当我们挑战而他们不迎战、亦不下山,反而依赖悬崖峭壁而非自己的双手时,罗马的勇士们,你们就当为我鼓足勇气,如同昨日迫使他们一样再次迫使他们交战;你们要深知,向恐惧之人示弱、对畏缩之人退避、作为堂堂男子汉却逊色于墙垣,乃是莫大的耻辱。我们来到这里也绝不是为了在平原上长久度日,对于拖延之人而言,没有任何物资是充足的。明智之人自当使战争迅捷,而使和平尽可能长久。

§416120

τοὺς μὲν οὖν καιροὺς καὶ τὰ ἐς τοῦτον ἔργα ἐπιμηχανησόμεθα ἡμεῖς, οὐ μεμπτοὶ καὶ τῆς ἐχθὲς ὁρμῆς τε καὶ μηχανῆς ὑμῖν γενόμενοι· τὴν δʼ ἀρετὴν ὑμεῖς, ὅταν αἰτῆσθε, ἀποδίδοτε τοῖς στρατηγοῖς. μηδὲ ἄχθεσθε τῆς ἐχθὲς ἁρπαγῆς μηδʼ ἐπʼ ὀλίγον· οὐ γὰρ ἐν οἷς ἔχομέν ἐστι τὸ πλουτεῖν, ἀλλʼ ἐν τῷ κρατεῖν ταῖς δυνάμεσιν, ὃ καὶ τὰ ἐχθὲς ἀφαιρεθέντα, ἔτι ὄντα παρὰ τοῖς πολεμίοις σῶα, καὶ τὰ πολέμια αὐτὰ ἐπʼ ἐκείνοις κρατοῦσιν ἡμῖν ἀποδώσει. καὶ εἰ ἐπειγόμεθα αὐτὰ λαβεῖν, ἐπειγώμεθα ἐπὶ τὴν μάχην. ἱκανὰ δὲ καὶ ἐχθὲς ἀντειλήφαμεν αὐτῶν καὶ τῶν ἡμετέρων ἴσως ἱκανώτερα· οἱ μὲν γὰρ ἐκ τῆς Ἀσίας πάνθʼ, ὅσα ἐβιάσαντο καὶ ἥρπασαν, ἐπήγοντο, ὑμεῖς δʼ ὡς ἐκ πατρίδος ἰόντες τὰ μὲν δαψιλέστερα οἴκοι ὑπελίπεσθε, τὰ δʼ ἀναγκαῖα μόνα ἐπήγεσθε. εἰ δέ τι καὶ δαψιλὲς ἦν, ἡμέτερον ἦν τῶν στρατηγῶν, οἳ πάντα ἐσμὲν ὑπὲρ τῆς ὑμετέρας νίκης ἐπιδιδόναι πρόθυμοι. καὶ τῆς τοιαύτης δʼ ὅμως ζημίας ὑμῖν ἕνεκα ἐπιδώσομεν νικητήρια, δραχμὰς ἑκάστῳ στρατιώτῃ πεντακισχιλίας, λοχαγῷ δὲ πεντάκις τοσαύτας, χιλιάρχῃ δὲ τὸ διπλάσιον τοῦ λοχαγοῦ.”

因此,时机以及实现此目标的具体行动将由我们来筹划,我们在昨日的进攻和谋划中亦未曾令你们失望;而当受到召唤时,你们只需向将领们展现英勇。切莫因昨天的劫掠而有一丝一毫的沮丧,因为富有并不在于我们手头拥有什么,而在于以武力克敌制胜;正是这份制胜的力量,不仅会将昨日被夺走且在敌人手中仍完好无损的财物归还给我们,还会将敌人的全部资财作为额外收获交予战胜的我们。如果我们急于夺回它们,那就让我们急于投入战斗吧。昨天我们从他们那里夺取的已足够充裕,或许比我们所失去的还要充足。因为他们把在亚洲所掠夺和搜刮的一切都带在身边,而你们作为从祖国出征的人,把更为丰厚的财物留在了家中,只带了必需品。纵有某些丰厚之物,那也是属于我们这些将领的,而我们甘愿为了你们的胜利奉献一切。尽管如此,为了补偿你们所受的损失,我们仍将发放战胜赏金:给每名士兵五千德拉克马,百夫长获其五倍,军团长则获百夫长的两倍。”

§416121

τοιαῦτα εἰπὼν τῆς ἐπιούσης πάλιν ἐξέτασσε· καὶ οὐ κατιόντων οὐδὲ τότε τῶν πολεμίων ὁ μὲν Ἀντώνιος ἐβαρυθύμει καὶ ἐξέτασσεν αἰεί, ὁ δὲ Βροῦτος τοῦ στρατοῦ τὸ μὲν εἶχε συντεταγμένον, μὴ ἀναγκασθείη μάχεσθαι, τῷ δὲ τὰς ὁδοὺς τῆς κομιδῆς τῶν ἀναγκαίων διελάμβανε. λόφος δὲ ἦν ἀγχοτάτω τοῦ Κασσίου στρατοπέδου, δυσχερὴς μὲν ὑπὸ ἐχθρῶν καταληφθῆναι, διὰ τὴν ἐγγύτητα ἐστοξεύεσθαι δυναμένων· ὁ δὲ Κάσσιος αὐτὸν ὅμως ἐφρούρει, μὴ καὶ παρὰ δόξαν ἐπιτολμήσειέ τις. ἐκλειφθέντα δὲ ὑπὸ τοῦ Βρούτου κατέλαβον οἱ περὶ τὸν Καίσαρα νυκτὸς τέτρασι τέλεσιν, ἐπαγόμενοι γέρρα πολλὰ καὶ διφθέρας ἐς προβολὴν τοῖς τοξεύμασιν. ὡς δὲ κατέσχον, ἄλλα τέλη δέκα μετεστρατοπέδευον ὑπὲρ πέντε σταδίους ἀπιοῦσιν ἐπὶ τὴν θάλασσαν3 καὶ ὑπὲρ ἄλλους τέσσαρας δύο, ὡς τῷδε τῷ τρόπῳ προελευσόμενοι μέχρι θαλάσσης καὶ ἢ παρʼ αὐτὴν ἄρα τὴν θάλασσαν ἢ διὰ τῶν ἑλῶν ἢ ὅν τινα τρόπον ἄλλον ἐπενόουν, βιασόμενοι καὶ τὴν ἀγορὰν ἀποκλείσοντες τῶν πολεμίων. καὶ ὁ Βροῦτος αὐτοῖς ἀντεμηχανᾶτο, ἄλλα τε καὶ φρούρια ἀντικαθιστὰς τοῖς ἐκείνων στρατοπέδοις.

发表这番讲话后,安东尼在次日再次列阵。由于敌人那时仍不下山,安东尼极为焦躁,不断列阵挑战;而布鲁图斯则让一部分军队保持整齐队列,以防被迫交战,另一部分则扼守运送必需补给的通道。在距卡西乌斯营地极近处有一座小山,由于距离极近而可遭到弓箭射击,敌人本难以攻占;然而卡西乌斯此前仍派兵驻守,以防有人出其意料发起袭击。布鲁图斯弃守该山后,凯撒一方在夜间派出四个军团占领了它,并携带了大量柳条盾和皮张以抵御箭雨。占领该山后,他们又将另外十个军团移至朝大海方向走去五斯塔狄昂开外处扎营,再往外四斯塔狄昂处扎下两个军团,企图以这种方式一路推进至大海,或者沿着海岸,或者穿过沼泽,或者以他们所能设想的任何其他方式强行突破,以切断敌人的补给线。布鲁图斯亦针锋相对地采取对策,特别是针对他们的营地在对面构筑堡垒。

语法注3 条
  1. 416119τὸ ἐχθὲς ἔργον

    置于句首的宾格短语,作为主题宾格(或前置提述)引出后续两个对照分句(τοῖς μὲν λόγοις... μερίζονται 与 ἔργῳ δὲ ἐπιδείξουσιν...)的共同主题。在句法上它充当 μερίζονται 的宾语,同时在语义上构成了后一分句的主题内容。

  2. 416119δεδιότων ἐλασσοῦσθαι καὶ ὀκνούντων ἀπέχεσθαι καὶ τειχῶν ἄνδρες ὄντες ἀσθενέστεροι γενέσθαι

    三个并列的属格成分各自承担不同的句法功能:δεδιότων 是动词 ἐλασσοῦσθαι 所要求的比较属格(“逊色于恐惧之人”);ὀκνούντων 是与动词 ἀπέχεσθαι 搭配的分离属格(“对退缩之人退避”);τειχῶν 则是修饰比较级形容词 ἀσθενέστεροι 的比较属格(“比墙垣更为软弱”)。

  3. 416121ἀπιοῦσιν ἐπὶ τὴν θάλασσαν

    现在分词阳性复数与格(ἀπιοῦσιν)充当视点与格(或基准与格),用以标示空间方位或行进路线的参照视角(“对朝大海方向行进的人而言”/“向大海方向前行”),借此界定所测定的距离(与 ὑπὲρ πέντε σταδίους 连用)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:416119-416121