- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:416117-416118
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯召集军队发表讲话,向士兵阐明己方在昨日战事中的优势及敌军面临的严重粮荒,告诫切勿急躁出击、当以持久战静待饥荒削弱敌军,并在训话后向全军发放了赏金。
ὁ δὲ Βροῦτος τὸν στρατὸν ἐς ἐκκλησίαν συναγαγὼν ἔλεξεν ὧδε· “οὐδὲν ἔστιν, ὦ συστρατιῶται, παρὰ τὸν χθὲς ἀγῶνα, ἐν ᾧ μὴ κρείσσους ἐγένεσθε τῶν πολεμίων. τῆς τε γὰρ μάχης ἤρξατε προθύμως, εἰ καὶ χωρὶς παραγγέλματος· καὶ τὸ τέταρτον τέλος, ὃ περιώνυμον αὐτοῖς ὂν ἐπεπίστευτο τὸ κέρας,1 διεφθείρατε ἅπαν καὶ τοὺς ἐπιτεταγμένους αὐτῷ μέχρι τοῦ στρατοπέδου· καὶ τὸ στρατόπεδον αὐτὸ εἵλετε πρότερον καὶ διηρπάσατε· ὡς προύχειν τάδε παρὰ πολὺ τῆς ἐπὶ τοῦ λαιοῦ βλάβης ἡμῶν. δυνηθέντες δʼ ἂν ὅλον ἐργάσασθαι τὸ ἔργον,2 ἁρπάσαι μᾶλλον εἵλεσθε ἢ κτείνειν τοὺς ἡσσωμένους· οἱ γὰρ πλέονες ὑμῶν τοὺς πολεμίους παροδεύοντες ἐπὶ τὰ τῶν πολεμίων ὥρμων. καὶ ἐν τῷδε αὖ πάλιν οἱ μὲν διήρπασαν δύο τῶν ἡμετέρων στρατοπέδων ὄντων τὸ ἕτερον, ἡμεῖς δὲ ἐκείνων ἅπαντα ἔχομεν, ὡς καὶ τῷδε τὴν ἐπίκτησιν τῆς βλάβης διπλασίονα εἶναι. καὶ τὰ μὲν ἐν τῇ μάχῃ πλεονεκτήματα τοσαῦτα· ὅσα δὲ ἕτερα προύχομεν αὐτῶν, ἔχετε καὶ παρὰ τῶν αἰχμαλώτων μανθάνειν, περί τε ἀπορίας σίτου καὶ ἐπιτιμήσεως αὐτοῦ καὶ κομιδῆς κακοπαθοῦς καὶ παρʼ ὀλίγον ἤδη σαφοῦς ἐπιλείψεως. οὔτε γὰρ ἐκ Σικελίας ἢ Σαρδόνος ἢ Λιβύης ἢ Ἰβηρίας ἔστιν αὐτοῖς λαβεῖν διὰ Πομπήιον καὶ Μοῦρκον καὶ Ἀηνόβαρβον, ναυσὶν ἑξήκοντα καὶ διακοσίαις ἀποκλείοντας αὐτοῖς τὸ πέλαγος· Μακεδονίαν τε ἐξαναλώκασιν ἤδη καὶ ἐκ μόνης ἄρτι Θεσσαλίας ἔχουσιν, ἣ ἐς πόσον αὐτοῖς ἔτι ἀρκέσει;
布鲁图斯召集军队举行集会,发表了如下讲话:“战友们,在昨天的战斗中,没有任何一处你们不优于敌人。因为你们即便没有命令,也充满热忱地发起了战斗;并且你们将声名显赫、被赋予镇守那一侧侧翼重任的第四军团,连同部署在其后方的部队,一举击溃直至其营地;你们还率先攻克并洗劫了敌人的营地本身——这些战果远远超过了我们在左翼所遭受的损失。你们本能够彻底完成全盘战事,却宁愿抢掠也不愿诛杀败退之敌;因为你们大多数人绕过敌人,径直冲向敌人的财物。然而即便在此事上,他们仅洗劫了我们两座营地中的一座,而我们却占领了他们的全部营地,因此在这一方面,我们的所获亦两倍于我们的损失。仅在战斗中的优势就已有如此之多;至于我们在其他方面如何胜过他们,你们亦可从俘虏口中得知,关乎其粮食匮乏、粮价飞涨、运输艰难以及迫在眉睫的彻底断粮。因为由于庞培、穆尔库斯和阿埃诺巴布斯以二百六十艘战船封锁了大海,他们不可能从西西里、撒丁、利比亚或伊比利亚运来粮食;而他们已经耗尽了马其顿,眼下仅能从色萨利获取补给,这又能维持多久呢?
ὅταν οὖν αὐτοὺς ἐπειγομένους εἰς μάχην μάλιστα ἴδητε, τότε ἡγεῖσθε διωκομένους ὑπὸ λιμοῦ τὸν ἐν χερσὶ θάνατον αἱρεῖσθαι. ἡμεῖς δʼ ἀντιμηχανησώμεθα αὐτοῖς τὸν λιμὸν ἡμῶν προπολεμεῖν, ἵνʼ ἀσθενεστέροις καὶ τετρυμένοις ἐντύχοιμεν, ὅτε χρή. μηδʼ ἐκφερώμεθα ταῖς προθυμίαις παρὰ καιρόν, μηδὲ βραδυτῆτά τις ἡγείσθω τὴν ἐμπειρίαν ἢ ταχυτῆτα, ἐς τὴν ὀπίσω θάλασσαν ἀφορῶν, ἣ τοσαύτας ἡμῖν ὑπηρεσίας καὶ τροφὰς ἐπιπέμπουσα δίδωσιν ἀκινδύνου νίκης ἐπιτυχεῖν, ἢν ὑπομένητε καὶ μὴ ἀδοξῆτε, εἰ προσπαίξονταί τε ἡμῖν καὶ προκαλοῦνται, οὐκ ἀμείνονες ὄντες, ὡς διέδειξε τὸ ἐχθὲς ἔργον, ἀλλὰ ἕτερον δέος ἰώμενοι. τὴν δὲ προθυμίαν, ἧς νῦν ὑμᾶς ἀξιῶ κρατεῖν, ἀθρόαν ἀπόδοτε, ὅταν αἰτῶμεν. ἐγὼ δʼ ὑμῖν τὰ νικητήρια ἐντελῆ μέν, ὅταν οἱ θεοὶ κρίνωσιν, ἐπὶ ἐντελέσι τοῖς ἔργοις διαλύσομαι· νῦν δὲ τῆς ἐχθὲς ἀρετῆς ἀνὰ χιλίας ἑκάστῳ στρατιώτῃ δραχμὰς ἐπιδίδωμι καὶ τοῖς ἡγεμόσιν ὑμῶν ἀνὰ λόγον.” ὁ μὲν οὕτως εἶπεν καὶ αὐτίκα διεμέτρει τὴν δωρεὰν κατὰ τέλη· δοκεῖ δέ τισι καὶ Λακεδαίμονα καὶ Θεσσαλονίκην ἐς διαρπαγὴν αὐτοῖς δώσειν ὑποσχέσθαι.
因此,每当你们看到他们极力急于求战时,要明白他们是因饥荒所迫,宁愿在肉搏战中求死。而我们应当采取对策,让饥荒替我们作战,以便在合宜之时迎战更加虚弱且精疲力竭的敌人。切莫不合时宜地任由热忱冲昏头脑,亦莫在回望后方的大海时,有人将由经验而来的审慎视作迟缓。那片大海为我们运送如此众多的支援与给养,只要你们能够坚忍,且在他们嘲弄我们并向我们挑战时不以为耻,便能为我们带来毫无危险的胜利。他们之所以如此,绝非因为他们更为优秀——昨日的战事已充分证明了这一点——而是在以此排遣另一种恐惧。我现在要求你们克制的这份热忱,请在我们召唤时全力迸发。至于彻底的胜利赏金,待到诸神裁决、战事大功告成之际,我自会完全予以发放;而眼下,为了酬报昨天的英勇,我发给每名士兵一千德拉克马,发给你们的指挥官们按比例相应的赏赐。”他如此说道,随即按军团发放了赏金;但有人认为,他还曾许诺将拉刻代蒙和帖撒罗尼迦交给他们抢掠。
- 416117ἐπεπίστευτο τὸ κέρας
主动句式 πιστεύω τινί τι(将某物托付给某人)的被动句式。主动句中的与格补足语(第四军团)转为主格主语,而直接宾语(τὸ κέρας)则在被动句中保留宾格(保留宾格)。
- 416117δυνηθέντες δʼ ἂν ὅλον ἐργάσασθαι τὸ ἔργον
分词 δυνηθέντες 与小词 ἄν 结合,构成非真实条件句的归结从句(apodosis),相当于过去直陈式加 ἄν(ἐδύνασθε ἄν),表示“你们本能够彻底完成全盘战事”。
