- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:415113-415116
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡西乌斯因误判战况而自尽,布鲁图斯为其哀悼并重整营地。同日,在爱奥尼亚海,恺撒派的增援船队因无风受困而遭突袭,惨遭覆灭。
Κάσσιος δὲ ἐξ οὗ τῶν διατειχισμάτων ἐξέωστο καὶ οὐδὲ ἐσελθεῖν ἔτι εἶχεν ἐς τὸ στρατόπεδον, ἀνέδραμεν ἐς τὸν Φιλίππων λόφον καὶ τὰ γιγνόμενα ἐφεώρα. οὐκ ἀκριβῶς δὲ αὐτὰ διὰ τὸν κονιορτὸν οὐδὲ πάντα ὁρῶν, ἀλλʼ ἢ τὸ στρατόπεδον ἑαυτοῦ μόνον εἰλημμένον,1 ἐκέλευσε Πινδάρῳ τῷ ὑπασπιστῇ προσπεσεῖν οἱ καὶ διαφθεῖραι. διαμέλλοντος δʼ ἔτι τοῦ Πινδάρου προσέθει τις ἀγγέλλων Βροῦτον ἐπὶ θάτερα νικᾶν καὶ τὸ στρατόπεδον τῶν πολεμίων πορθεῖν. ὁ δὲ τούτῳ μὲν τοσόνδε ἀπεκρίνατο· “νικῴης, λέγε αὐτῷ, παντελῆ νίκην,” ἐς δὲ τὸν Πίνδαρον ἐπιστραφείς, “τί βραδύνεις;” ἔφη, “τί τῆς ἐμῆς αἰσχύνης με οὐκ ἀπαλλάσσεις;” Πίνδαρος μὲν δὴ δεσπότην, ὑπέχοντα τὴν σφαγήν, διεχρήσατο. καί τισιν οὕτως ἀποθανεῖν δοκεῖ Κάσσιον. ἕτεροι δὲ αὐτὸν οἴονται, προσιόντων ἐς εὐαγγέλιον ἱππέων Βρούτου, νομίσαντα εἶναι πολεμίους, πέμψαι τὸ ἀκριβὲς εἰσόμενον Τιτίνιον· τὸν δὲ τῶν ἱππέων ὡς Κασσίου φίλον περισχόντων2 τε σὺν ἡδονῇ καὶ ἐπὶ τῷδε καὶ ἀλαλαξάντων μέγα, τὸν Κάσσιον ἡγούμενον ἐς ἐχθροὺς ἐμπεσεῖν Τιτίνιον τοῦτο φάναι· “περιεμένομεν φίλον ἁρπαζόμενον ἰδεῖν,” καὶ ἔς τινα σκηνὴν ὑποχωρῆσαι μετὰ τοῦ Πινδάρου καὶ τὸν Πίνδαρον οὐκέτι φανῆναι. διὸ καὶ νομίζουσί τινες οὔπω κεκελευσμένον ἐργάσασθαι.
卡西乌斯被驱逐出防御工事,甚至再也无法进入自己的营地,便跑上腓立比的小山,俯瞰着所发生的一切。由于尘土飞扬,他既无法看清,也无法看全一切,而只看到自己的营地已被攻占,于是命令其持盾侍从品达鲁斯扑向自己并杀死自己。当品达鲁斯还在迟疑时,有人跑来报告说布鲁图斯在另一翼获胜,并正在洗劫敌军营地。卡西乌斯只对这人回答道:“去对他说,愿你取得彻底的胜利”;然后转向品达鲁斯说:“你为何迟延?为何不让我摆脱我的耻辱?”品达鲁斯便处死了伸出脖颈的主人。有人认为卡西乌斯就是这样死去的。但另一些人认为,当布鲁图斯的骑兵前来报告捷报时,卡西乌斯误以为他们是敌人,便派提提尼乌斯前去探明实情;骑兵们因提提尼乌斯是卡西乌斯的朋友而欢喜地将他包围,并为此发出大声呼喊,卡西乌斯以为提提尼乌斯落入敌手,便说道:“我们竟活着看到朋友被俘”,于是与品达鲁斯退入帐篷,此后品达鲁斯便再未露面。因此有人甚至认为品达鲁斯是在尚未受命时便动了手。
Κασσίῳ μὲν δὴ τέλος ἦν τοῦ βίου κατὰ τὴν αὐτοῦ Κασσίου γενέθλιον ἡμέραν, ὧδε τῆς μάχης γενέσθαι συμπεσούσης, καὶ Τιτίνιος ὡς βραδύνας ἑαυτὸν ἔκτεινε· Βροῦτος δὲ Κασσίου τὸν νέκυν περικλαίων, ἀνεκάλει τελευταῖον ἄνδρα Ῥωμαίων, ὡς οὔ τινος ἔτι τοιοῦδε ἐς ἀρετὴν ἐσομένου, ταχυεργίας τε αὐτῷ καὶ προπετείας ἐνεκάλει καὶ ἐμακάριζεν ὁμοῦ φροντίδων καὶ ἀνίας ἀπηλλαγμένον, αἳ Βροῦτον ἐς ποῖον ἄρα τέλος ὁδηγοῦσι;3 παραδοὺς δὲ τὸ σῶμα τοῖς φίλοις, ἔνθα λαθραίως θάψειαν, ἵνα μὴ καταδακρύσειε τὸν στρατὸν ὁρῶντα, αὐτὸς ἄσιτός τε καὶ ἀτημέλητος ἀνὰ τὴν νύκτα πᾶσαν τὸ Κασσίου στρατόπεδον καθίστατο. ἅμα δʼ ἡμέρᾳ τῶν πολεμίων τὸν στρατὸν παρατασσόντων ἐς μάχην, ἵνα μὴ δοκοῖεν ἠλασσῶσθαι, συνεὶς τοῦ ἐνθυμήματος, “ὁπλισώμεθα,” ἔφη, “καὶ ἡμεῖς καὶ ἀνθυποκριθῶμεν ἐλάσσονα παθεῖν.” ὡς δὲ παρέταξεν, οἱ μὲν ἀνεχώρουν, ὁ δὲ Βροῦτος ἐπιτωθάσας ἔφη τοῖς φίλοις· “οἱ μὲν δὴ προκαλούμενοι ἡμᾶς ὡς κεκμηκότας οὐδὲ ἀπεπείρασαν.”
卡西乌斯的生命就在他自己的生日那天终结了,战役恰好也是在这一天发生;而提提尼乌斯因自觉延误而自杀。布鲁图斯伏在卡西乌斯的尸体上痛哭,称他为“最后的罗马人”,仿佛再也不会有如此具备美德的人了;他责备卡西乌斯的急躁与鲁莽,同时又祝贺他摆脱了忧虑与痛苦——而这些忧虑与痛苦究竟正将布鲁图斯引向怎样的结局呢?他把尸体交给朋友们,让他们秘密埋葬,以免军队见到后哭泣;他自己则整夜不进食、不理发容,整顿卡西乌斯的营地。拂晓时分,敌军为了显得并未受损而列阵准备交战,布鲁图斯看穿了他们的意图,说道:“我们也武装起来,表现出我们受损更少的样子吧。”当他列好阵势时,敌军退却了;布鲁图斯嘲讽地对朋友们说:“那些向我们挑战、仿佛我们已经精疲力竭的人,竟然连试探都不敢。”
ἧι δὲ ἡμέρᾳ τὴν μάχην ἐν Φιλίπποις συνέβαινεν εἶναι, καὶ ἐν τῷ Ἰονίῳ τοιόνδε πάθος ἄλλο ἐγίγνετο μέγα. Δομίτιος Καλουῖνος ἐπὶ ὁλκάδων ἦγεν ὁπλιτῶν δύο τέλη Καίσαρι, καὶ τὸ διώνυμον ἦν αὐτῶν, τὸ Ἄρειον, ὃ ἐπὶ τιμῇ τῆς ἀλκῆς ὠνόμαζον. ἦγε δὲ καὶ στρατηγίδα σπεῖραν, ἐς δισχιλίους ἄνδρας, ἱππέων τε ἴλας τέσσαρας καὶ ἕτερον πλῆθος ἐπειλεγμένον· καὶ τριήρεις αὐτοὺς παρέπεμπον ὀλίγαι. Μοῦρκος δʼ αὐτοῖς καὶ Ἀηνόβαρβος ἑκατὸν καὶ τριάκοντα μακραῖς ὑπήντων. καὶ αὐτοὺς αἱ ὁλκάδες ἱστίῳ μὲν αἱ πρῶται διέφυγον ὀλίγαι, αἱ λοιπαὶ δέ, χαλάσαντος ἄφνω τοῦ πνεύματος, ἐν γαλήνῃ σταθερᾷ κατὰ τὸ πέλαγος ἠλῶντο, ὑπό του θεῶν ἐκδεδομέναι τοῖς πολεμίοις. ἐνέβαλλον γὰρ ἀδεῶς ἑκάστῃ καὶ ἀνερρήγνυον· οὐδὲ αἱ παραπέμπουσαί σφας τριήρεις ἐπικουρεῖν ἐδύναντο, διὰ τὴν ὀλιγότητα κυκλούμεναι. ἔργα δʼ ἦν τῶν κινδυνευόντων πολλὰ καὶ ποικίλα, ὁτὲ μὲν τὰ πλοῖα συναγόντων ἀπὸ κάλω σπουδῇ καὶ κοντοῖς ἁρμοζόντων ἐς ἄλληλα, ἵνα μὴ διεκπλεῖν αὐτὰ ἔχοιεν οἱ πολέμιοι. ὅτε δὲ τούτου κρατήσειαν, ὁ μὲν Μοῦρκος αὐτοῖς ἐπέβαλλε τοξεύματα πυρός, οἱ δὲ τοὺς συνδέσμους ἀνέλυον ὀξέως καὶ ἀπέφευγον ἀλλήλων διὰ τὸ πῦρ αὖθίς τε ἐγίγνοντο ταῖς τριήρεσιν ἐς περίπλουν καὶ ἐμβολὴν ἕτοιμοι.
在腓立比发生战斗的同一天,爱奥尼亚海也发生了另一场巨大的惨剧。多米提乌斯·卡尔维努斯乘运输船为恺撒运送两个重装步兵军团,其中包含享有盛名的军团,即因表彰其英勇而得名的“战神军团”。他还率领着大约两千人的近卫大队、四队骑兵以及另一支精选部队;少数三列桨座战船为他们护航。穆尔库斯和阿埃诺巴布斯率领一百三十艘战船迎战他们。前锋的少数运输船扬帆逃脱,但其余船只因风力骤降,在平静无波的大海上漂泊,被某位神明交到了敌人手中。因为敌人毫无顾忌地撞击并击碎每一艘船;护航的三列桨座战船也因数量过少遭到包围而无法施救。处于危险中的人们所作的挣扎多种多样:他们有时急忙用绳索将船只聚拢,用长篙互相连接,使敌人无法穿行其间。但每当他们做到这一点时,穆尔库斯就向他们倾泻火箭,他们便迅速解开绳索,因火势而彼此散开,结果再次沦为三列桨座战船环绕和撞击的目标。
ἀγανακτοῦντες δὲ οἱ ἄνδρες, καὶ μάλιστα αὐτῶν οἱ Ἄρειοι, ὅτι κρείττους ὄντες ἀλκὴν διʼ ἀπραξίας ἀπώλλυντο, οἱ μὲν πρὸ τοῦ πυρὸς ἑαυτοὺς ἀνῄρουν, οἱ δὲ ἐς τὰς τριήρεις τῶν πολεμίων ἐναλλόμενοι τὰ μὲν ἔδρων, τὰ δὲ ἔπασχον. νῆές τε ἡμίφλεκτοι μέχρι πολλοῦ περιέπλεον, ἄνδρας ἔχουσαι τοὺς μὲν ὑπὸ τοῦ πυρός, τοὺς δʼ ὑπὸ λιμοῦ καὶ δίψης δαπανωμένους· οἱ δὲ καὶ ἱστῶν ἢ σανίδων ἐχόμενοι ἐς πέτρας ἢ ἀκτὰς ἐξεφέροντο ἐρήμους. καὶ εἰσὶν αὐτῶν, οἳ καὶ περιεσώθησαν ἐκ παραλόγου· τινὲς δὲ καὶ ἐς πέντε διήρκεσαν ἡμέρας, λιχμώμενοι τὴν πίσσαν ἢ ἱστίων ἢ κάλων διαμασώμενοι, μέχρι σφᾶς ὁ κλύδων ἐξήνεγκεν ἐπὶ τὴν γῆν. πολὺ δʼ ἦν, ὃ καὶ τοῖς πολεμίοις ἑαυτὸ ἐπέτρεπεν, ὑπὸ τῶν συμφορῶν ἡσσώμενον. ἐπέτρεψαν δὲ καὶ τῶν τριήρων ἑπτακαίδεκα. καὶ τοὺς μὲν ἄνδρας οἱ περὶ Μοῦρκον ἐς ἑαυτοὺς μεθώρκουν, ὁ δὲ στρατηγὸς αὐτῶν Καλουῖνος ἐπὶ τῆς ἑαυτοῦ νεὼς ἐπανῆλθεν ἐς τὸ Βρεντέσιον ἡμέρᾳ πέμπτῃ, δόξας ἀπολωλέναι. τοιοῦτο μὲν δὴ πάθος τῆς αὐτῆς ἡμέρας τῇ περὶ Φιλίππους μάχῃ κατὰ τὸν Ἰόνιον ἐπεγίγνετο, εἴτε ναυάγιον εἴτε ναυμαχίαν ὀνομάσαι χρή· καὶ ἐξέπλησσε τὸ συγκύρημα τῶν ἔργων ὕστερον ἐπιγνωσθέν.
士兵们,尤其是战神军团的士兵,因自己勇武过人却在无能为力中丧命而愤慨不已,有人在火势蔓延前自杀,有人则跳上敌军战船,与敌人拼杀互戮。半烧毁的船只漂流了很久,船上载着一部分被火灼伤、一部分饱受饥渴折磨的人;还有人抓着桅杆或木板被冲到荒芜的岩礁或海岸上。他们当中有些人出人意料地生还了;甚至有人靠舔沥青、咀嚼帆布或缆绳坚持了五天之久,直到波浪将他们送到陆地上。但在灾难逼迫下向敌人投降的人也很多。护航战船中也有十七艘投降。穆尔库斯等人让士兵们重新宣誓效忠自己,而他们的统帅卡尔维努斯本被认为已经阵亡,却在第五天乘自己的船回到了布伦特西乌姆。 就在腓立比战役的同一天,爱奥尼亚海发生了这样的惨剧,无论该称之为海难还是海战;当这两起事件的巧合在后来被知晓时,令所有人都震惊不已。
- 415113ἀλλʼ ἢ τὸ στρατόπεδον ἑαυτοῦ μόνον εἰλημμένον
紧接在否定词(οὐκ... οὐδὲ πάντα)之后的 ἀλλʼ ἤ 是表示“除……之外”的习惯搭配,整句表达“无法看清全部,唯独只看到自己的营地被攻占”。
- 415113τὸν δὲ τῶν ἱππέων ὡς Κασσίου φίλον περισχόντων
此处为独立属格结构 τῶν ἱππέων... περισχόντων 中的超置语序(hyperbaton):指代提提尼乌斯的宾格代词 τὸν 实为及物分词 περισχόντων(περιέχω,“包围”)的直接宾语,与连接词 δέ 一同前置到句首;ὡς Κασσίου φίλον 亦为与 τὸν 一致的宾格补语。
- 415114αἳ Βροῦτον ἐς ποῖον ἄρα τέλος ὁδηγοῦσι;
在以关系代词 αἵ(先行词为 φροντίδων καὶ ἀνίας)引导的关系从句中,直接嵌入了疑问词 ποῖον ἄρα(究竟怎样的)构成的修辞性直接疑问句。这是作者阿庇安对布鲁图斯未来命运的直接感叹与介入。
