- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:414109-414112
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼因忧惧粮草匮乏而在沼泽中秘密开辟通道企图迂回敌后,但在遭到卡修斯修筑横断工事拦截后大怒发起强攻,由此意外引发全线混战。混战中布鲁图击溃凯撒军并占领其营寨,而安东尼亦击溃卡修斯军并攻陷其营寨,形成双方各在一翼大胜敌军却因战场辽阔而浑然不觉彼此战况的奇特战局。
ὧν οἱ μὲν ἀμφὶ τὸν Βροῦτον ἐνθυμούμενοι μάλιστα διέτριβον· ὁ δὲ Ἀντώνιος αὐτὰ δεδιὼς ἔγνω βιάσασθαι τοὺς ἄνδρας ἐς μάχην καὶ ἐπενόησεν, εἰ δύναιτο1 βάσιμον τὸ ἕλος ἐργάσασθαι λαθών, ἵνα κατόπιν τῶν ἐχθρῶν ἔτι ἀγνοούντων γενόμενος τὴν ἀγορὰν σφᾶς ἀφέλοιτο τὴν ἀπὸ τῆς Θάσου κομιζομένην. ἐκτάσσων οὖν αὖθις ἑκάστοτε ἐς μάχην τὰ σημεῖα τοῦ στρατοῦ πάντα, ἵνα ὅλος ἐκτετάχθαι νομίζοιτο, μέρει τινὶ νυκτός τε καὶ ἡμέρας ἔκοπτεν ἐν τῷ ἕλει δίοδον στενήν, κείρων τε τὸν δόνακα καὶ χῶμα ἐπιβάλλων καὶ λίθους ἑκατέρωθεν, ἵνα μὴ τὸ χῶμα διαπίπτοι, τὰ δὲ βαθέα διεσταύρου καὶ ἐγεφύρου μετὰ σιωπῆς βαθυτάτης. ἀφῄρητο δὲ τὴν ὄψιν τοῦ ἔργου τοὺς πολεμίους ὁ πεφυκὼς ἔτι δόναξ ἀμφὶ τῇ διόδῳ. δέκα δʼ ἡμέρας ἐργασάμενος ὧδε ἐσέπεμψε λόχους ὀρθίους νυκτὸς ἄφνω καὶ τὰ ἐρυμνὰ τῶν ἐντὸς κατέλαβε καὶ ἐχαράκωσε φρούρια ὁμοῦ πολλά. ὁ δὲ Κάσσιος κατεπλάγη μὲν τοῦ ἔργου τὴν ἐπίνοιάν τε καὶ κλοπήν, ἀντεπινοῶν δὲ ἀποτεμέσθαι τὰ φρούρια τὸν Ἀντώνιον, διετείχιζε καὶ αὐτὸς ἐπικάρσιον τὸ ἕλος ἅπαν, ἀρχόμενον ἀπὸ τοῦ στρατοπέδου μέχρι τῆς θαλάσσης, κόπτων ὁμοίως καὶ γεφυρῶν καὶ τὸν χάρακα τοῖς στεριφώμασιν ἐπιτιθεὶς καὶ τὴν ὑπὸ Ἀντωνίου γεγενημένην δίοδον ἀπολαμβάνων, ἵνα μήτε ἐκδραμεῖν ἐς αὐτὸν οἱ ἔνδον ἔτι δυνηθεῖεν μήτε ἐκεῖνος αὐτοῖς ἐπιβοηθεῖν.
布鲁图一行深思熟虑这些情由,极力拖延时日;而安东尼正是畏惧此点,决意强迫敌军交战。他构想出一个计策,试图在人不知鬼不觉的情形下使沼泽能够通行,以便在敌人尚未察觉之时迂回到其后方,截断他们从萨索斯岛运来的粮秣。于是,他每每将全军的旗帜重新排列成战阵,使人以为全军已全副展开,同时以一部分兵力昼夜不停地在沼泽中开凿一条狭窄的通道,割倒芦苇,堆筑土堤,两旁垒以石块以防土堤坍塌;水深之处则在极深的寂静中打入木桩并架起桥梁。通道四周犹自生长的芦苇掩盖了敌军窥探工程的视线。如此劳作十日之后,他于夜间突然派出纵队潜入,占领了内部的要隘,并一举以栅栏筑成数座堡垒。卡修斯对这项工程的巧思与隐秘大为惊骇,遂设法截断安东尼的堡垒群,自己亦着手修筑一道横贯整个沼泽的隔断墙,从其营寨一直延伸到海滨,同样开凿并架桥,并在加固的地基上架设木栅,切断安东尼所修筑的通道,使里面的敌军既无法向他突击,安东尼亦无法前去支援。
ταῦτα δὲ ὁ Ἀντώνιος ἰδὼν περὶ μεσημβρίαν, ὡς εἶχεν,2 αὐτίκα σὺν ὁρμῇ τε καὶ ὀργῇ τὸν στρατὸν τὸν ἴδιον, ἐπὶ θάτερα τεταγμένον, ἦγεν ἐπιστρέφων εἰς τὸ διατείχισμα τοῦ Κασσίου, μεταξὺ τοῦ ἕλους καὶ τοῦ στρατοπέδου, σιδήρια φέρων καὶ κλίμακας, ὡς ἐξελῶν αὐτὸ καὶ παροδεύσων ἐς τὸ τοῦ Κασσίου στρατόπεδον. γιγνομένου δὲ αὐτῷ τοῦ δρόμου σὺν τόλμῃ πλαγίου τε καὶ πρὸς ἄναντες, κατʼ αὐτὸ δὴ τὸ μεταίχμιον τῶν στρατιῶν ἑκατέρων, περιήλγησαν οἱ τοῦ Βρούτου στρατιῶται ἐπὶ τῇ ὕβρει, ὧδε μάλα θρασέως αὐτοὺς ὄντας ἐνόπλους ἐχθρῶν διαθεόντων, καὶ ἐπέδραμον αὐτοῖς αὐτοκέλευστοι πρό τινος ἐκ τῶν ἡγεμόνων ἐπιτάγματος3 καὶ ἔκτεινον οἷα πλαγίους ἀθρόως, οὓς καταλάβοιεν. ἀρξάμενοι δʼ ἅπαξ ἔργου καὶ τῷ Καίσαρος στρατῷ τεταγμένῳ μάλιστα κατὰ σφᾶς ἐπέδραμον καὶ τρέψαντες ἐδίωκον, μέχρι καὶ τὸ στρατόπεδον ἐξεῖλον, ὃ κοινὸν ἦν Ἀντωνίῳ τε καὶ Καίσαρι, Καίσαρος αὐτοῦ διʼ ἐνύπνιον ἔνδον οὐκ ὄντος, ἀλλὰ φυλαξαμένου τὴν ἡμέραν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἔγραψεν.
安东尼在正午时分目睹此景,当即按原有态势,怀着冲劲与愤怒,率领部署在另一翼的本部人马调转方向,直扑卡修斯位于沼泽与营地之间的横断工事,携带着铁具与云梯,意图攻克该处并借道冲入卡修斯的营寨。当他的部队奋勇前进,在两军中间地带沿斜向且向上的坡道奔袭时,布鲁图麾下的士卒对这种侮辱深感愤怒——敌人竟敢在他们全副武装严阵以待之时如此狂妄地横穿其阵前;于是他们未奉将领之命便自发冲向敌军,因其侧翼暴露,将追及之敌大批斩杀。一旦动手,他们亦向正当其面的凯撒阵列猛扑过去,击溃并一路追击,直至攻陷了安东尼与凯撒的共用营寨;凯撒本人因得一梦兆而不在营中,正如他在自己的回忆录中所写,他那一日有所戒备而避开了。
ὁ δὲ Ἀντώνιος ὁρῶν τὴν μάχην συνερρωγυῖαν ἥσθη μὲν ὡς ἀναγκάσας4 ʽπάνυ γὰρ ἐπὶ ταῖς ἀγοραῖς ἐδεδίεἰ, ἀναστρέφειν δὲ εἰς τὸ πεδίον οὐκ ἔκρινεν, μὴ τὴν φάλαγγα ἀνελίσσων ταράξειεν, ὡς ἀρξάμενος δʼ εἶχεν ὁρμῆς, ἐχεῖτο δρόμῳ καὶ ἀνέβαινε, βαλλόμενός τε καὶ χαλεπῶς, μέχρι βιαζόμενος ἐνέκυρσε τῇ φάλαγγι τῇ Κασσίου, τὴν τάξιν τὴν δεδομένην φυλασσούσῃ καὶ τὸ γιγνόμενον ὡς ἄλογον καταπεπληγμένῃ. ῥήξας δʼ αὐτὴν ὑπὸ τόλμης ἐπὶ τὸ διατείχισμα ὥρμα, τὸ μεταξὺ τοῦ τε ἕλους καὶ τοῦ στρατοπέδου, τόν τε χάρακα ἀνασπῶν καὶ τὴν τάφρον ἐγχωννὺς καὶ τὸ οἰκοδόμημα ὑπορύσσων καὶ τοὺς ἐν ταῖς πύλαις καταφονεύων καὶ τὰ ἐπιπίπτοντα ἐκ τοῦ τείχους ὑπομένων, ἕως αὐτὸς μὲν ἐσήλατο διὰ τῶν πυλῶν ἔνδον, ἕτεροι δὲ ταῖς ὑπωρυχίαις ἐσῆλθον, οἱ δὲ καὶ τοῖς πεπτωκόσιν ἐπανέβαινον. καὶ πάντα οὕτως ἐγίγνετο ὀξέως, ὥστε τοῖς τὸ ἕλος ἐργαζομένοις ἐπιβοηθοῦσιν ὑπήντων ἑλόντες ἤδη τὸ διατείχισμα. τρεψάμενοι δὲ καὶ τούσδε σὺν ὁρμῇ βιαίῳ καὶ ἐς τὸ ἕλος κατώσαντες ἐπανῄεσαν ἐς αὐτὸ ἤδη τὸ στρατόπεδον τοῦ Κασσίου, μόνοι σὺν τῷ Ἀντωνίῳ, ὅσοι τὸ διατείχισμα ὑπερῆλθον, τοῦ ἄλλου πλήθους, ἑκατέρων ἐκτὸς ἀλλήλοις μαχομένου.
安东尼见战斗爆发,因达成了迫敌交战之目的而甚感欣慰(盖因他对粮饷之忧虑极深),但他断定不可折返平原,以免在重整方阵时引起混乱;于是他顺应既发之冲势,一路飞奔仰攻,虽冒着密集的投掷火力遭受重创,仍强力突击撞入了卡修斯的方阵——该方阵恪守受命之阵位,对这不可理喻的变故惊骇不已。安东尼凭其勇毅击穿敌阵,扑向沼泽与营寨之间的横断工事,拔除木栅,填平壕沟,掘毁基础,斩杀门前守卒,并顶住城墙上倾泻而下的投掷物,直至他本人破门跃入内部,其他人则借由地道潜入,亦有人攀登倒塌的残墙而入。一切发生得如此迅捷,以致他们迎上赶来救援的沼泽施工人员时,已将横断工事攻克。安东尼的人马以猛烈势头将这些援军亦击溃并推入沼泽之后,唯有翻越横断工事的人跟随安东尼径直杀入卡修斯的营寨本身;因其余大队人马各自正在营外互相对决。
τὸ δὲ στρατόπεδον ὡς ἐρυμνὸν ὀλίγοι πάμπαν ἐφύλασσον· ὅθεν αὐτῶν εὐμαρῶς ἐκράτησεν ὁ Ἀντώνιος. ἤδη δὲ καὶ ἔξω τοῦ Κασσίου στρατὸς ἡσσᾶτο καὶ τὴν κατάληψιν ἰδὼν τοῦ στρατοπέδου διεσκίδνατο ἀκόσμως. καὶ τὸ ἔργον ἦν ἐντελὲς ἑκατέροις καὶ ὅμοιον· Βροῦτός τε γὰρ τὸ λαιὸν τῶν πολεμίων ἐτέτραπτο καὶ τὸ στρατόπεδον ᾑρήκει, Ἀντώνιός τε Κασσίου κρατῶν σὺν ἀμηχάνῳ τόλμῃ τὸ στρατόπεδον ἐπόρθει. φόνος τε ἦν ἑκατέρων ποικίλος· ὑπὸ δὲ μεγέθους πεδίου τε καὶ κονιορτοῦ τὰ ἀλλήλων ἠγνόουν, μέχρι ποτὲ ἐπύθοντο καὶ τοὺς λοιποὺς ἀνεκάλουν. οἱ δὲ ἐπανῄεσαν, ἀχθοφόροις ἐοικότες μᾶλλον ἢ στρατιώταις· καὶ οὐδὲ τότε ἀλλήλων ᾐσθάνοντο οὐδὲ καθεώρων, ἐπεὶ ῥίψαντές γε, ὅσα ἔφερον, οἱ ἕτεροι μέγα ἂν εἰργάσαντο κατὰ τῶν ἑτέρων,5 ἀσυντάκτως ὧδε ἀχθοφορούντων. τὸν δʼ ἀριθμὸν τῶν ἀποθανόντων εἰκάζουσι τῶν μὲν ἀμφὶ τὸν Κάσσιον ἐς ὀκτακισχιλίους σὺν τοῖς παρασπίζουσι θεράπουσι γενέσθαι, τῶν δʼ ἀμφὶ τὸν Καίσαρα διπλασίονα.
该营寨因地势险要,仅有极少数人留守;是以安东尼轻而易举地将其攻克。此时在营外卡修斯的军队亦已败北,见营寨失守便溃散瓦解。双方的战果皆堪称彻底且势均力敌:布鲁图击溃敌军左翼并占领其营寨,而安东尼则以非凡的胆魄制服卡修斯并洗劫其营寨。双方的杀戮均极为惨烈;但由于平原辽阔且尘埃蔽日,彼此对敌情一无所知,直到最终探得消息才各自召回余部。士兵们归来时更像挑夫而非战士;即便此时他们亦互不察觉、难以看清,否则只要一方抛下所掠之物,便足以对这般狼狈负重的另一方施以致命重创。据推测,阵亡人数在卡修斯一方连同执盾随从约达八千人,凯撒一方则为其两倍。
- 414109ἐπενόησεν, εἰ δύναιτο
连词 εἰ 搭配希求语气动词 δύναιτο,引导表示尝试或意图的间接疑问从句(“看是否能够”)。希求语气是由于主句过去时态动词 ἐπενόησεν 引起的时态呼应。
- 414110ὡς εἶχεν
使用 ἔχω 不及物用法(“处于……状态”)的惯用短语,意为“按原有状态”“立刻”,修饰并强化 αὐτίκα,突显安东尼未作整队便仓促掉头进击的迅捷反应。
- 414110πρό τινος ἐκ τῶν ἡγεμόνων ἐπιτάγματος
介词 πρό(支配属格,表时间上的“在……之前”)统摄整个短语,其中嵌入了修饰 ἐπιτάγματος 的从属短语 ἐκ τῶν ἡγεμόνων(“来自将领们的”),意为“在将领们下达任何命令之前(即擅自自发行动)”。
- 414111ὡς ἀναγκάσας
连词 ὡς 连用不定过去分词 ἀναγκάσας,表示主语安东尼的主观认定或动机(“自认已经迫使敌军决战”),随后由关于其对粮秣匮乏之担忧的插入句对其心理动因进行了补充说明。
- 414112ἐπεὶ ῥίψαντές γε, ὅσα ἔφερον, οἱ ἕτεροι μέγα ἂν εἰργάσαντο κατὰ τῶν ἑτέρων
在由说明性连词 ἐπεί(“因为/否则的话”)引导的从句中,嵌入了一个过去与事实相反的虚拟条件结构:分词 ῥίψαντες 充当条件从句(“要是丢下所携之物”),主句则由 ἄν 搭配直陈式过去时 εἰργάσαντο 构成结论部分(“本会对另一方造成巨大伤害”)。
