← 阿庇安

内战记

§414107-414108

安东尼平原扎营与布鲁图的消耗战策略

安东尼强行军进抵平原扎营,双方各自加固工事。凯撒赶来会合后,在补给上占据优势的布鲁图一方仍坚持避战以实施消耗战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§414107

οἱ μὲν δὴ χαίροντες τῷ χωρίῳ τὰ στρατόπεδα ὠχύρουν, Ἀντώνιος δὲ ὥδευε μὲν σὺν τῷ στρατῷ μετʼ ἐπείξεως, τὴν Ἀμφίπολιν ἐθέλων ἐς τὴν ὑπηρεσίαν τῆς μάχης προλαβεῖν, ὡς δὲ αὐτὴν εὗρεν ὠχυρωμένην οἱ πρὸς τῶν ἀμφὶ τὸν Νωρβανόν,1 ἥσθη καὶ τὴν παρασκευὴν ἐν αὐτῇ κατέλιπε μεθʼ ἑνὸς τέλους, οὗ Πινάριος ἡγεῖτο, αὐτὸς δὲ μάλα θρασέως πολὺ προελθὼν ἐστρατοπέδευεν ἐν τῷ πεδίῳ, σταδίους ὀκτὼ μόνους ἀποσχὼν ἀπὸ τῶν πολεμίων. καὶ εὐθὺς ἦν κατάδηλος ἡ τῶν στρατοπέδων ἐλάττωσίς τε καὶ πλεονεξία. οἱ μὲν γὰρ ἦσαν ἐπὶ κολωνῷ, οἱ δὲ ἐν πεδίῳ, καὶ οἱ μὲν ἐξυλεύοντο ἀπὸ τῶν ὀρῶν, οἱ δʼ ἀπὸ τοῦ ἕλους· καὶ ὑδρεύοντο οἱ μὲν ἐκ ποταμοῦ, οἱ δὲ ἐκ φρεάτων ὧν αὐτίκα ὠρωρύχεισαν· τήν τε ἀγορὰν οἱ μὲν ἀπʼ ὀλίγων σταδίων ἐπήγοντο ἐκ Θάσου, οἱ δὲ ἀπὸ πεντήκοντα καὶ τριακοσίων ἐξ Ἀμφιπόλεως. ἐδόκει γε μὴν ἐξ ἀνάγκης ὁ Ἀντώνιος ὧδε πρᾶξαι, κολωνοῦ μὲν οὐδενὸς ὄντος ἑτέρου, τὸ δʼ ἄλλο πεδίον οἷα κοιλότερον ἐκλιμνάζοντος ἐνίοτε τοῦ ποταμοῦ·2 παρʼ ὃ καὶ τὰς πηγὰς τῶν ὀρυσσομένων φρεάτων γλυκείας τε καὶ δαψιλοῦς ὕδατος εὕρισκε. τό γε μὴν τόλμημα, εἰ καὶ ἐξ ἀπορίας ἐγένετο, κατέπλησσε τοὺς πολεμίους, ἐγγὺς οὕτω καὶ εὐθὺς ἐξ ἐφόδου σὺν καταφρονήσει παραστρατοπεδεύσαντος. φρούριά τε ἤγειρε πολλὰ καὶ πάντα κατὰ σπουδὴν ὠχύρου τάφροις καὶ τείχεσι καὶ χαρακώμασιν. ὠχύρουν δὲ καὶ οἱ πολέμιοι, ὅσα αὐτοῖς ἐνέλειπεν. ὁ δὲ Κάσσιος τὴν ὁρμὴν τοῦ Ἀντωνίου μανιώδη οὖσαν ὁρῶν διετείχιζεν, ὃ ἔτι μόνον αὐτοῖς ἔλειπεν ἐς τὸ ἕλος ἀπὸ τοῦ στρατοπέδου, διὰ στενότητα ὑπεροφθέν, ὡς μηδὲν ἔτι ἀτείχιστον εἶναι πλὴν κατὰ πλευρὰς Βρούτῳ μὲν τὰ ἀπόκρημνα, Κασσίῳ δὲ τὸ ἕλος καὶ τὴν θάλασσαν ἐπὶ τῷ ἕλει· τὰ δὲ ἐν μέσῳ πάντα διείληπτο τάφρῳ καὶ χάρακι καὶ τείχει καὶ πύλαις.

当他们因地形有利而修筑营垒时,安东尼正率军急进,意图抢先占领安菲波利斯以备战时之需。当他发现该城已由诺尔巴努斯一行人为他修筑好工事时,甚为喜悦,遂将辎重及由皮纳里乌斯统领的一个军团留在城内,而他本人则以极大的胆魄长驱直入,扎营于平原之上,距敌军仅八斯塔德。两座军营的劣势与优势立即显现出来:一方居于丘陵之上,另一方身处平原之中;一方从山林伐木,另一方只能取材于沼泽;取水方面,一方汲于河流,另一方则汲于当即掘出的井泉;粮食供应方面,一方从仅隔数斯塔德的萨索斯岛运来,另一方则须从相距三百五十斯塔德的安菲波利斯运送。然而,人们认为安东尼如此行事乃出于无奈,因别无其他丘陵,而平原其余部分地势较低,河流时常泛滥成湖;但也正因如此,他发现掘出的水井水源甘美且水量丰沛。尽管这番果敢之举出于困境,但他在进军后立即在极近距离内满怀轻蔑地依傍敌军扎营,仍令敌军大为震惊。他筑起多座堡垒,急迫地以壕沟、墙垣与木栅加固全线。敌军亦加固了各自所遗漏之处。卡修斯见安东尼气势狂暴,便在其营寨通往沼泽之间唯一遗留、此前因狭窄而未予理会的空隙处筑起长墙,使得除布鲁图一侧的悬崖峭壁及卡修斯一侧的沼泽连同其外的海滨之外,全线再无未筑防之所;而两者之间的全部地带均被壕沟、木栅、城墙和门户紧密隔绝。

§414108

οὕτω μὲν ὠχυροῦντο αὐτῶν ἑκάτεροι καὶ ἐν τοσούτῳ μόνοις ἱππεῦσι καὶ ἀκροβολισμοῖς ἐπειρῶντο ἀλλήλων. ὡς δὲ ἐξείργαστο πάντα, ὅσα ἐπενόουν, καὶ ὁ Καῖσαρ ἀφῖκτο, οὔπω μὲν ἐρρωμένος ἐς μάχην, φορείῳ δὲ ἐπὶ τὰς συντάξεις τοῦ στρατοῦ κομιζόμενος, οἱ μὲν ἀμφὶ τὸν Καίσαρα εὐθὺς ἐξέτασσον ἐς μάχην, οἱ δʼ ἀμφὶ τὸν Βροῦτον ἀντεξέτασσον μὲν ἐπὶ τῶν ὑψηλοτέρων, οὐ κατῄεσαν δέ· οὐ γὰρ ἐγνώκεσαν ἐς τὴν μάχην ἐπείγεσθαι, ταῖς ἀγοραῖς ἐλπίζοντες ἐκτρύσειν τοὺς πολεμίους. ἦν δὲ τὰ μὲν πεζὰ ἑκατέροις ἐννεακαίδεκα ὁπλιτῶν τέλη, τοῖς μὲν ἀμφὶ τὸν Βροῦτον ἐνδέοντα τοῖς ἀριθμοῖς, τοῖς δʼ ἀμφὶ τὸν Καίσαρα καὶ ἐπλεόναζον ἑκατέρωθεν· ἱππέες δὲ ἅμα τοῖς ἑκατέρων Θρᾳκίοις ἦσαν Καίσαρι μὲν καὶ Ἀντωνίῳ μύριοι καὶ τρισχίλιοι, Βρούτῳ δὲ καὶ Κασσίῳ δισμύριοι. ὥστε πλήθει μὲν ἀνδρῶν καὶ θράσει καὶ ἀρετῇ στρατηγῶν καὶ ὅπλοις καὶ παρασκευῇ λαμπροτάτην ἑκατέρων παράταξιν ὀφθῆναι, ἄπρακτον δὲ ἐς πολλὰς ἡμέρας, οὐκ ἐθελόντων συμπλέκεσθαι τῶν ἀμφὶ τὸν Βροῦτον, ἀλλὰ ταῖς ἀγοραῖς προεκτρύχειν τοὺς πολεμίους, αὐτοὶ μὲν ἔχοντες Ἀσίαν χορηγὸν καὶ ἐξ ἐγγίονος πάντα διὰ θαλάσσης ποριζόμενοι, τοῖς δὲ πολεμίοις οὐδὲν ὂν δαψιλὲς οὐδὲ οἰκεῖον·3 οὔτε γάρ τι διʼ ἐμπόρων ἀπʼ Αἰγύπτου λαβεῖν εἶχον, ὑπὸ λιμοῦ τῆς χώρας δεδαπανημένης, οὔτε ἐξ Ἰβηρίας ἢ Λιβύης διὰ Πομπήιον οὔτε ἐκ τῆς Ἰταλίας διὰ Μοῦρκον καὶ Δομίτιον. οὐκ ἐς πολὺ δʼ αὐτοῖς ἔμελλον ἀρκέσειν Μακεδονία τε καὶ Θεσσαλία, μόναι σφίσιν ἐν τῷ τότε χορηγοῦσαι.

双方就这样各自构筑工事,在此期间仅以骑兵和散兵战互相试探。当他们所设想的一切工事均告完成,且凯撒业已赶到——虽尚未康复至足以参战,仍乘担架巡视军队队列——凯撒麾下的军队立即列阵求战。布鲁图一行亦在高地列阵相对,却不肯下山;因他们已决意不急于决战,企图以粮秣断绝来拖垮敌军。双方的步兵各有十九个重装步兵军团,布鲁图麾下兵员不足,而凯撒麾下则各军团兵额充盈乃至超编;骑兵连同各自的色雷斯骑兵,凯撒与安东尼拥有一万三千骑,布鲁图与卡修斯则拥有两万骑。因此,无论在人员数量、将领之果敢与勇毅,还是在武器装备方面,双方的阵列都显得极为宏伟壮观,但却虚掷了许多天未曾交战。布鲁图一方不愿交锋,宁可以匮乏粮草预先消耗敌军;他们自己有亚洲作为后援,且经由海路在较近距离运送一切物资,而敌军却既无丰足之物,亦无稳固依托。盖因敌军既无法通过商贾从埃及获得任何物资——该国已被饥荒摧残殆尽——又因庞培之阻挠而无法得自伊比利亚或利比亚,更因穆尔库斯与多米提乌斯而无法得自意大利。而当时唯一为他们提供供给的马其顿与色萨利,亦难以为继很久。

语法注3 条
  1. 414107ὠχυρωμένην οἱ πρὸς τῶν ἀμφὶ τὸν Νωρβανόν

    附着代词 οἱ 为利益与格(dativus commodi),修饰分词 ὠχυρωμένην,意为“为他(安东尼)”,而真正的施动者由介词短语 πρὸς τῶν ἀμφὶ τὸν Νωρβανόν(“由诺尔巴努斯一行人”)表达。

  2. 414107τὸ δʼ ἄλλο πεδίον οἷα κοιλότερον ἐκλιμνάζοντος ἐνίοτε τοῦ ποταμοῦ

    动词 ἐκλιμνάζω(使成湖沼)在此用作及物动词,以宾格的 τὸ δʼ ἄλλο πεδίον(平原的其余部分)为其直接宾语;主语是构成属格独立结构的 τοῦ ποταμοῦ,在表原因的 οἷα 引导下,表示“因平原地势较低,河流时而将平原其余部分淹没成湖”。

  3. 414108τοῖς δὲ πολεμίοις οὐδὲν ὂν δαψιλὲς οὐδὲ οἰκεῖον

    此处是与前一分句主格分词结构 αὐτοὶ μὲν ἔχοντες... 相对的破格句法(anacoluthon)。在对比句的后半部分,领有与格 τοῖς δὲ πολεμίοις 搭配了中性单数分词 ὂν 构成分词绝对结构(“而对于敌军而言,并无任何丰足之物……”),此处在严格的句法一致性上本应使用属格独立结构(οὐδενὸς ὄντος)或限定动词分句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:414107-414108