- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:41298-412101
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡修斯向将士阐明共和大义以坚定出征决心,继而陈述大军在兵力、后勤与财力上的绝对优势并当场重赏全军,随后率部向多里斯库斯进发,途中伴随双鹰吉兆。
μηδέ τῳ, εἰ Καίσαρος ἐγένετο στρατιώτης, ἐπὶ νοῦν ἔτι ἴτω·1 οὐ γὰρ ἐκείνου γε ἦμεν οὐδὲ τότε, ἀλλὰ τῆς πατρίδος, οὐδʼ οἱ διδόμενοι μισθοὶ καὶ δωρεαὶ Καίσαρος ἦσαν, ἀλλὰ τοῦ κοινοῦ, ἐπεὶ οὐδὲ νῦν ἐστε Κασσίου στρατὸς οὐδὲ Βρούτου μᾶλλον ἢ Ῥωμαίων· ἡμεῖς δʼ ἐσμὲν ὑμῖν συστρατιῶται, Ῥωμαίων στρατηγοί. καὶ εἰ τόδε καὶ οἱ πολεμοῦντες ἡμῖν ἐφρόνουν, ἐνῆν ἀκινδύνως ἅπασι τὰ ὅπλα καταθέσθαι καὶ τοὺς στρατοὺς πάντας ἀποδοῦναι τῇ πόλει, κἀκείνην ἑλέσθαι τὰ συνοίσοντα· καὶ εἰ δέχονται ταῦτα, προκαλούμεθα. ἐπεὶ δὲ οὐ δέχονται, οὐδʼ ἂν δέξαιντο ἔτι διὰ τὰς προγραφὰς καὶ ὅσα ἄλλα ἔδρασαν, ἴωμεν, ὦ συστρατιῶται, μετά τε πίστεως ὑγιοῦς καὶ προθυμίας ἀδόλου στρατευσόμενοι Ῥωμαίων τῇ τε βουλῇ καὶ τῷ δήμῳ μόνοις ὑπὲρ ἐλευθερίας.”
此外,切莫让任何人心中仍存有自己曾是恺撒麾下士兵之念;因为即便在当时,我们亦决非属于他,而是属于祖国,所领受的军饷与赏赐亦非出自恺撒,而是出自公共国家,正如如今你们亦非卡修斯或布鲁图的军队,而纯粹是罗马人的军队;我们只是你们的袍泽,罗马人的统帅。若向我们开战之人亦作此想,大家本可毫无危险地放下武器,将全部军队归还给城邦,任由国家自行选择有利之事;假使他们接受此点,我们愿提议罢兵。然而他们既不接受,鉴于公敌宣告及他们所行之诸多恶事亦断无接受之可能,那么袍泽们,就让我们怀着健全的忠诚与纯粹的热忱进军,纯粹为了罗马人的元老院与民众、为了自由而战吧!”
ἀναβοησάντων δὲ πάντων “ἴωμεν” καὶ εὐθὺς ἄγειν ἀξιούντων, ἡσθεὶς ὁ Κάσσιος τῇ προθυμίᾳ κατεκήρυξεν αὖθις σιωπὴν καὶ αὖθις ἔλεγε· “θεοὶ μέν, ὅσοι πολέμων δικαίων δεσπόται, τῆς πίστεως ὑμᾶς, ὦ συστρατιῶται, καὶ προθυμίας ἀμείβοιντο· τὰ δʼ ἐς ἀνθρωπίνην στρατηγῶν πρόνοιαν ὅτι καὶ πλέονα καὶ ἀμείνονά ἐστιν ἡμῖν ἢ τοῖς πολεμίοις, μάθετε οὕτως. τέλη μὲν ὁπλιτῶν ἴσα αὐτοῖς ἀντεπάγομεν, πολλὰ καὶ ἐπὶ τῶν χρειῶν ἄλλα πολλαχοῦ καταλιπόντες· ἱππεῦσι δὲ καὶ ναυσὶ πολὺ προύχομεν καὶ συμμάχοις βασιλεῦσί τε καὶ ἔθνεσι τοῖς μέχρι Μήδων καὶ Παρθυαίων. καὶ ἡμῖν μὲν ἐκ μετώπου μόνον εἰσὶ πολέμιοι, ἡμεῖς δʼ αὐτῶν καὶ κατὰ νώτου Πομπήιόν τε ὁμογνώμονα ἡμῖν ἔχομεν ἐν Σικελίᾳ, καὶ Μοῦρκος ἐν τῷ Ἰονίῳ καὶ Ἀηνόβαρβος στόλῳ πολλῷ καὶ ὑπηρεσίᾳ δαψιλεῖ καὶ δύο τέλεσι στρατοῦ καὶ τοξόταις αἰεὶ διαπλέοντες ἐνοχλοῦσι πολλά, καθαρευούσης πολεμίων ἡμῖν τῆς ὄπισθεν γῆς καὶ θαλάσσης. χρήματά γε μήν, ἅ τινες καλοῦσι νεῦρα πολέμου, τοῖς μὲν οὐκ ἔστιν, οὐδʼ ἀπέδωκάν πω τὰ ὑπεσχημένα τῷ στρατῷ, οὐδὲ κατὰ δόξαν ἀπήντησε τὰ τῶν προγραφῶν, οὐδενὸς τῶν ἐπιεικῶν ὠνουμένου χωρία ἐπίφθονα· οὐδʼ ἑτέρωθεν εὐποροῦσι, τετρυμένης στάσεσι καὶ ἐσφοραῖς καὶ προγραφαῖς τῆς Ἰταλίας. ἡμῖν δὲ ἐκ πολλῆς φροντίδος καὶ τὰ παρόντα ἐστὶ δαψιλῆ, ὡς αὐτίκα ὑμῖν ἄλλα χαρίσασθαι, καὶ ἕτερα πολλὰ ἐπὶ τούτοις ἀπὸ τῶν ὄπισθεν ἐθνῶν προσοδεύεται συμφερόμενα.
众人齐声高呼“进军”,并要求立即开拔,卡修斯对其热忱大为欣悦,再次宣布肃静,并继续说道: “愿掌管正义战争的神明,袍泽们,报偿你们的忠诚与热忱!至于统帅之人事筹谋,你们当知我们在此方面比敌人更为充裕、更为优越。我们派出了与他们旗鼓相当的重装军团,并在各处因应防务需要留驻了许多其他部队;在骑兵与战舰方面,我们则大占优势,在同盟诸王以及远至米底人和帕提亚人的各民族方面亦是如此。在我们面前敌人仅在正面,而我们却在他们后方坐拥在西西里与我们同心的庞培,而在伊奥尼亚海,穆尔库斯与阿赫诺巴布斯统领庞大舰队、充沛水手、两个军团兵力以及弓箭手,终日穿梭巡弋,多方扰敌,而我们后方的陆地与海洋则全无敌情。至于某些人称之为战争之筋骨的金钱,彼方则荡然无存;他们尚未向自军兑现所承诺之款项,公敌宣告之事亦未如愿以偿,因凡正派之人皆不愿购买受人怨恨之地产;而由于意大利已因内乱、摊派与公敌宣告而疲惫不堪,他们亦无法从别处筹集资财。反观我们,经由周密筹划,现有资金亦甚充沛,足以及时向你们分赐其他赏金,且自我们后方各民族汇聚而来的诸多其他岁入亦源源不断运抵。
τροφαὶ δέ, ὃ δυσπορώτατόν ἐστι στρατοῖς μεγάλοις, ἐκείνοις μὲν οὐκ εἰσί, πλὴν ἐκ μόνης Μακεδονίας, ἔθνους ὀρείου, καὶ Θεσσαλίας, χώρας βραχείας· καὶ τάδε χρὴ κατὰ γῆν αὐτοῖς φέρεσθαι κακοπαθοῦσιν. εἰ δʼ ἐκ Λιβύης ἐπάγοιντο ἢ Λευκανίας ἢ Ἰαπυγίας, διακλείσουσι πάντα Πομπήιός τε καὶ Μοῦρκος καὶ Δομίτιος. ἡμῖν δὲ καὶ εἰσὶ καὶ φέρονται καθʼ ἑκάστην ἡμέραν ἀπόνως διὰ θαλάττης ἔκ τε νήσων καὶ ἠπείρων ἁπασῶν, ὅσαι ἀπὸ Θρᾴκης ἐπὶ ποταμὸν Εὐφράτην, καὶ τάδε ἀκωλύτως, οὐδενὸς ἡμῖν ὄντος ὄπισθεν ἐχθροῦ· ὥστʼ ἐφʼ ἡμῖν ἔσται καὶ ταχύνειν τὸ ἔργον καὶ ἐπὶ σχολῆς ἐκτρύχειν τοὺς πολεμίους λιμῷ.2 τοσάδε μὲν ὑμῖν καὶ τοιάδε ἐστίν, ὦ συστρατιῶται, παρʼ ἀνθρωπίνης φροντίδος ἕτοιμα· τὰ δὲ λοιπὰ αὐτοῖς ἀνὰ λόγον ἀπαντήσειε παρά τε ὑμῶν καὶ παρὰ τῶν θεῶν. ἡμεῖς δʼ ὑμῖν ἐπὶ τοῖς προτέροις ἀποδόντες ἅπαντα, ὅσα ὑπεσχήμεθα, καὶ τὴν πίστιν ὑμῶν ἀμειψάμενοι πλήθει δωρεῶν, ἀμειψόμεθα καὶ τὸ μεῖζον ἔργον ἀξίως αὐτοῦ κατὰ γνώμην θεῶν. καὶ νῦν δέ, ὅσον ἐς προθυμίαν, ἰοῦσιν ἐπὶ τὸ ἔργον ἤδη, συνόδου τῆσδε καὶ λόγων τῶνδε ἕνεκα, ἐπιδώσομεν εὐθὺς ἀπὸ τοῦδε τοῦ βήματος στρατιώτῃ μὲν χιλίας καὶ πεντακοσίας δραχμὰς Ἰταλικάς, λοχαγῷ δὲ πενταπλάσιον καὶ χιλιάρχῃ δὲ τὸ ἀνάλογον.”
至于对大军而言最难筹备之粮饷,彼方除却山地之邦马其顿与狭小之地色萨利之外别无出处,且这些粮食他们还必须艰辛地由陆路运送。假使他们企图自利比亚、卢卡尼亚或伊阿庇吉亚运粮,庞培、穆尔库斯与多米提乌斯必将阻断所有通道。然而对我们而言,不仅已有粮饷,且自色雷斯直抵幼发拉底河的所有岛屿与大陆,每日皆有粮饷毫不费力地经由海路运抵,且因后方绝无敌人而畅通无阻;是以无论是加速决战,抑或是从容以饥馑拖垮敌人,皆全凭我们做主。袍泽们,由人事筹谋为诸位备妥之资粮便有如此之多、如此之实;至于其余诸事,愿从诸位与神明之处迎来与这些相称的结果!我们此前已在旧账之上全额兑现所许之一切,并以丰厚赏赐报偿了诸位的忠诚,若蒙神明眷顾,我们亦将为那更伟大的壮举给予当之无愧的回报。而眼下,为了鼓舞热忱,念及你们即将奔赴战场,并为了纪念此次集会与这番讲话,我们将立即从这座讲坛向每名士兵发放一千五百意大利德拉克马,百夫长则领其五倍,千夫长亦领相应之数。”
ταῦτα εἰπὼν καὶ παρασκευάσας τὸν στρατὸν ἔργῳ καὶ λόγῳ καὶ δωρεαῖς διέλυε τὴν ἐκκλησίαν. οἱ δὲ ἐπιμένοντες ἐπῄνουν ἐπὶ πλεῖστον αὐτόν τε καὶ Βροῦτον καὶ περὶ σφῶν, ὅσα εἰκὸς ἦν, ὑπισχνοῦντο. οἱ δὲ αὐτοῖς τὴν δωρεὰν αὐτίκα διηρίθμουν καὶ ἕτερα ὑπὲρ αὐτὴν κατὰ προφάσεις πολλὰς τοῖς ἀρίστοις. τοὺς δὲ λαμβάνοντας ἀεὶ κατὰ μέρη προαπέλυον, ἐς Δορίσκον, καὶ αὐτοὶ μετʼ ὀλίγον ἐφείποντο. δύο δὲ ἀετοὶ καταπτάντες ἐς τῶν σημείων δύο αἰετοὺς ἀπʼ ἀργύρου πεποιημένους, ἐκόλαπτον αὐτοὺς ἤ, ὡς ἑτέροις δοκεῖ, περιέσκεπον·3 καὶ παρέμενον δημοσίας τε τροφῆς ὑπὸ τῶν στρατηγῶν ἠξιοῦντο, μέχρι πρὸ μιᾶς τῆς μάχης ἡμέρας ἀπέπτησαν. δύο δʼ ἡμέραις τὸν Μέλανα κόλπον περιοδεύσαντες ἐς Αἶνον ἀφίκοντο καὶ ἐπὶ Αἴνῳ Δορίσκον τε καὶ ὅσα ἄλλα μέχρι Σερρείου ὄρους παράλια.
言毕,他以行动、言辞与赏赐整饬了军队,旋即解散了集会。将士们驻足良久,对布鲁图与他极尽赞誉,并就自身职责作出了应有之誓言。统帅们立即向他们点发赏金,并以诸多由头向立功卓著者额外加赏。他们命领得赏金之部队分批先行前往多里斯库斯,统帅自身不久亦随后跟进。此时有两只雄鹰飞临,落于军旗中两只银铸雄鹰之上,啄击它们,或如其他人所认为的那样,以羽翼庇护着它们;它们停留不离,受统帅们给予公家口粮供养,直至决战前一日方才飞去。大军经两日绕过迈拉斯湾抵达埃诺斯,过埃诺斯后又抵达多里斯库斯及远至塞莱昂山的所有沿海地区。
- 41298μηδέ τῳ, εἰ Καίσαρος ἐγένετο στρατιώτης, ἐπὶ νοῦν ἔτι ἴτω
由第三人称单数现在时祈使语气 ἴτω(动词 εἶμι 的命令式)构成的间接禁令句。否定连词 μηδέ 与不定代名词与格 τῳ(即 τινί)搭配,形成成语 ἰέναι ἐπὶ νοῦν(“进入心坎/念头”),意即“切莫让任何人心中浮现……”。条件从句 εἰ... ἐγένετο 承接“即便曾是恺撒的士卒”这一既往事实,受主句命令统辖。
- 412100ὥστʼ ἐφʼ ἡμῖν ἔσται καὶ ταχύνειν τὸ ἔργον καὶ ἐπὶ σχολῆς ἐκτρύχειν τοὺς πολεμίους λιμῷ
连词 ὥστε 搭配将来时直陈语气 ἔσται,引出基于前述补给优势而必然产生的现实结果。介词短语 ἐφʼ ἡμῖν(ἐπί 加人称与格)为固定谓语表达,意为“取决于我们/由我们做主”,并列的两个不定式 ταχύνειν 与 ἐκτρύχειν 充当其实质主语。
- 412101ἐκόλαπτον αὐτοὺς ἤ, ὡς ἑτέροις δοκεῖ, περιέσκεπον
两个未完成过去时动词 ἐκόλαπτον 与 περιέσκεπον 藉由选择连词 ἤ 并置,呈现了对飞落的活鹰针对军旗银鹰之举动的两种截然不同的预兆解读(一为啄击受损的凶兆,一为展翼庇护的吉兆)。插入分句 ὡς ἑτέροις δοκεῖ 则客观指明后一种吉祥解读系出自旁人之见。
